Ancient Greek · ~32 min
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ Περὶ ἐλεημοσύνης, καὶ εἰς τὰς δέκα παρθένους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9) 4.1-2
Not analysed yet
Ἀλλ' ὁ λόγος ἡμῖν ἔμψυχός ἐστι, καὶ περὶ τῆς ὁδοῦ τῆς μετανοίας, καὶ περὶ τῆς ἐλεημοσύνης. Ἐλέγομεν ὅτι μέγα κτῆμα ἡ ἐλεημοσύνη· ἐκεῖθεν διεδέξατο ἡμᾶς τὸ πέλαγος τῆς παρθενίας. Ἔχεις οὖν πρώτην καὶ μεγάλην μετάνοιαν τὴν ἐλεημοσύνην, λυτρώσασθαι τῆς σειρᾶς ἁμαρτημάτων δυναμένην· ἀλλ' ἔχεις καὶ ἄλλην ὁδὸν μετανοίας εὐχερεστάτην πάλιν, δι' ἧς δύνασαι ἀπαλλαγῆναι τῶν ἁμαρτημάτων. Εὔχου ἐφ' ἑκάστης ὥρας, καὶ μὴ ἐκκακήσῃς εὐχόμενος, μήτε ῥᾳθύμως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν αἵτει, καὶ οὐκ ἀποστρέψεται ἐμμένοντα, ἀλλὰ συγχωρήσει σοι τὰς ἁμαρτίας σου, καὶ δώσει τὰ αἰτήματά σου. Εὐχόμενος ἐὰν εἰσακουσθῇς, μένε εὐχαριστῶν ἐν τῇ εὐχῇ· εἰ δὲ οὐκ εἰσηκούσθης, ἐπίμενε εὐχόμενος, ἵνα εἰσακουσθῇς. Καὶ μὴ λέγε ὅτι Πολλὰ ηὐξάμην καὶ οὐκ εἰσηκούσθην· καὶ γὰρ καὶ τοῦτο πολλάκις ὑπὲρ τοῦ συμφέροντός σοι γίνεται. Οἶδε γὰρ ὅτι ῥᾴθυμος εἶ καὶ ἀναπεπτωκὼς, καὶ ἐὰν ἐπιτύχῃς τῆς χρείας, ἀναχωρεῖς, μηκέτι εὐχόμενος· καὶ προφάσει τῆς χρείας ὑπερτίθεταί σε, ἵνα πυκνότερον τῷ Θεῷ προσομιλῇς, καὶ τῇ εὐχῇ σχολάζῃς. Εἰ γὰρ ἐν τοιαύτῃ ἀνάγκῃ ὢν καὶ χρείαν ἔχων ῥᾳθυμεῖς, καὶ οὐ παραμένεις τῇ εὐχῇ, τί εἰ μηδενὸς τούτων ἔχρῃζες; Ὥστε καὶ αὐτὸς ὑπὲρ τοῦ συμφέροντος, θέλων σε μὴ ἀπολιμπάνεσθαι τῆς εὐχῆς, τοῦτο ποιεῖ. Μένε οὖν εὐχόμενος καὶ μὴ ῥᾳθύμει· πολλὰ γὰρ δύναται ἡ εὐχὴ ἀνύσαι, ἀγαπητὲ, καὶ μὴ ὡς μικρῷ πράγματι προσέλθῃς τῇ εὐχῇ. Ὅτι δὲ εὐχὴ ἀφίησιν ἁμαρτίας, ἐκ τῶν θείων Εὐαγγελίων τοῦτο παιδεύθητι. Τί γάρ φησιν; Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ, ὃς ἔκλεισε τὴν θύραν αὐτοῦ, καὶ ἀνέπεσε μετὰ τῶν τέκνων αὐτοῦ· ἦλθε δέ τις ἑσπέρας θέλων λαβεῖν ἄρτους παρ' αὐτοῦ, καὶ κρούει λέγων· Ἄνοιξόν μοι, ὅτι χρείαν ἔχω ἄρτων. Ὁ δὲ πρὸς αὐτόν· Οὐ δύναμαί σοι δοῦναι νῦν· ἀνεπέσομεν γὰρ καὶ ἡμεῖς καὶ τὰ παιδία ἡμῶν. Ὁ δὲ ἐπέμενε κρούων τὴν θύραν. Καί φησι πάλιν πρὸς αὐτόν· Οὐ δύναμαί σοι δοῦναι· ἀνεπέσομεν γὰρ καὶ ἡμεῖς καὶ τὰ παιδία. Ὁ δὲ καὶ ταῦτα ἀκούσας ἐπέμενε κρούων, καὶ μὴ ἀναχωρῶν, ἕως οὗ εἶπεν ὁ οἰκοδεσπότης, Ἀνάστητε, δότε αὐτῷ καὶ ἄφετε ἀπελθεῖν. Διδάσκει σε οὖν εὔχεσθαι ἀεὶ, καὶ μὴ ἀκηδιᾷν ἀεὶ, ἀλλὰ καὶ ἐὰν μὴ λάβῃς, παραμένειν ἕως ἂν λάβῃς. Καὶ πολλὰς ἄλλας ὁδοὺς μετανοίας εὑρήσεις ἐν τῇ Γραφῇ. Αὕτη ἡ μετάνοια καὶ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἐκηρύττετο διὰ τοῦ Ἱερεμίου λέγοντος· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ πάλιν, Μετὰ ταῦτα εἶπον αὐτῇ, Μετὰ τὸ πορνεῦσαι δεῦρο ἀνάστρεψον πρὸς μέ. Καὶ διὰ τοῦτο πολλὰς καὶ ἄλλας ὁδοὺς διαφόρους ἔδωκεν ἡμῖν, ἵνα ἐκκόψῃ πᾶσαν ἡμῶν πρόφασιν ῥᾳθυμίας. Εἰ γὰρ μίαν ὁδὸν εἴχομεν μόνην, διὰ ταύτης εἰσελθεῖν οὐκ ἂν ἠδυνήθημεν. Ταύτην τὴν μάχαιραν ἀεὶ φεύγει ὁ διάβολος. Ἥμαρτες; εἴσελθε εἰς τὴν ἐκκλησίαν, καὶ ἐξάλειψόν σου τὴν ἁμαρτίαν. Ὁσάκις ἂν πέσῃς εἰς τὴν ἀγορὰν, τοσαυτάκις ἐγείρῃ· οὕτως ὁσάκις ἂν ἁμαρτήσῃς, μετανόησον ἐπὶ τῇ ἁμαρτίᾳ· μὴ σαυτοῦ ἀπογνῷς· κἂν δεύτερον ἁμάρτῃς, δεύτερον μετανόησον, μὴ διὰ ῥᾳθυμίαν τέλεον ἐκπέσῃς τῆς τῶν προκειμένων ἀγαθῶν ἐλπίδος· κἂν ἐν ἐσχάτῃ πολιᾷ ᾖς καὶ ἁμάρτῃς, εἴσελθε, μετανόησον· ἰατρεῖον γάρ ἐστιν ἐνταῦθα, οὐ δικαστήριον, οὐκ εὐθύνας ἁμαρτημάτων ἀπαιτοῦν, ἀλλὰ συγχώρησιν ἁμαρτημάτων παρέχον. Θεῷ μόνῳ εἰπὲ τὴν ἁμαρτίαν σου· Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· καὶ συγχωρεῖταί σου ἡ ἁμαρτία. Ἔχεις δὲ καὶ ἄλλην ὁδὸν μετανοίας, οὐ δύσκολον, ἀλλὰ καὶ πάνυ εὐχερεστάτην. Ποίαν δὲ ταύτην; Κλαῦσον ἐπὶ τῇ ἁμαρτίᾳ σου, καὶ διδάχθητι ἐκ τῶν θείων Εὐαγγελίων τοῦτο Πέτρος ἐκεῖνος, ἡ κορυφὴ τῶν ἀποστόλων, ὁ πρῶτος ἐν τῇ Ἐκκλησίᾳ, ὁ φίλος Χριστοῦ, ὁ τὴν ἀποκάλυψιν παρὰ ἀνθρώπων μὴ δεξάμενος, ἀλλὰ παρὰ τοῦ Πατρὸς, καθὼς αὐτῷ μαρτυρεῖ ὁ Δεσπότης λέγων· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοί, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος· οὗτος ὁ Πέτρος· Πέτρον δὲ ὅταν εἴπω, τὴν πέτραν λέγω τὴν ἀῤῥαγῆ, τὴν κρηπῖδα τὴν ἀσάλευτον, τὸν ἀπόστολον τὸν μέγαν, τὸν πρῶτον τῶν μαθητῶν, τὸν πρῶτον κληθέντα, καὶ πρῶτον ὑπακούσαντα· ἐκεῖνος οὐ μικρόν τι πρᾶγμα ἔδρασεν, ἀλλὰ καὶ σφόδρα μέγα, ὡς αὐτὸν ἀρνήσασθαι τὸν Δεσπότην· τοῦτο λέγω οὐ κατηγορῶν τοῦ δικαίου, ἀλλὰ σοὶ ὑπόθεσιν διδοὺς τῆς μετανοίας, αὐτὸν τὸν Δεσπότην τῆς οἰκουμένης, τὸν κηδεμόνα, τὸν Σωτῆρα τῶν ἁπάντων ἠρνήσατο. Ἵνα δὲ ἄνωθεν τὴν ὑπόθεσιν εἴπωμεν, ἐν τῇ παραδόσει εἶδεν ὁ Σωτήρ τινας ἀναχωρήσαντας, καὶ λέγει τῷ Πέτρῳ· Μὴ καὶ σὺ ἀναχωρῆσαι θέλεις; Ὁ δὲ Πέτρος εἶπε, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Τί λέγεις, Πέτρε; Θεὸς ὁ ἀποφηνάμενος, καὶ ἀντιμάχῃ; Ἀλλ' ὅμως ἡ προαίρεσις τὸ ἴδιον ἔδειξε, τῆς δὲ φύσεως ἡ ἀσθένεια ἠλέγχετο. Ταῦτα δὲ πότε; Ἐν νυκτὶ, ἐν ᾗ παρεδόθη ὁ Χριστός· τότε οὖν, φησὶν, εἱστήκει ὁ Πέτρος παρὰ τὴν ἀνθρακιὰν θερμαινόμενος, καὶ κόρη τις προσῆλθε, καὶ λέγει αὐτῷ· Χθὲς καὶ σὺ μετὰ τούτου τοῦ ἀνθρώπου ἦς. Ὁ δέ· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Εἶτα καὶ δεύτερον καὶ τρίτον· καὶ ἐπληρώθη ἡ ἀπόφασις. Εἶτα ὁ Χριστὸς ἐνέβλεψε τῷ Πέτρῳ, φωνὴν διὰ τοῦ βλέμματος ἀφιείς· οὐ γὰρ διὰ στόματος αὐτῷ ἐλάλησεν, ἵνα μὴ ἐλέγξῃ αὐτὸν ἐπὶ τῶν Ἰουδαίων, καὶ τὸν ἴδιον καταισχύνῃ μαθητὴν, ἀλλὰ διὰ τοῦ βλέμματος τὴν φωνὴν ἀφῆκε· τουτέστι, Πέτρε, ὃ ἔλεγον, γέγονεν. Ἀμέλει γοῦν καὶ ὁ Πέτρος αἰσθανόμενος τότε ἤρξατο κλαίειν, ἀλλ' οὐχ ἁπλῶς ἔκλαυσεν, ἀλλὰ πικρῶς, δεύτερον βάπτισμα διὰ τῶν δακρύων ἐκ τῶν ὀφθαλμῶν ποιήσας. Ἀλλὰ κλαύσας οὕτω πικρῶς, ἐξήλειψε τὴν ἁμαρτίαν· μετὰ ταῦτα δὲ πιστεύεται τὰς κλεῖς τῶν οὐρανῶν. Εἰ δὲ Πέτρου κλαυθμὸς τηλικαύτην ἐξήλειψεν ἁμαρτίαν, σὺ ἐὰν κλαύσῃς, πῶς οὐκ ἂν ἀπαλείψεις τὴν ἁμαρτίαν; Οὐ γὰρ μικρὸν ἦν ἔγκλημα τὸ ἀρνήσασθαι τὸν ἴδιον Δεσπότην, ἀλλὰ μέγα καὶ ἰσχυρόν· ἀλλ' ὅμως τὰ δάκρυα ἐξήλειψε τὸ ἁμάρτημα. Κλαῦσον οὖν καὶ σὺ ἐπὶ τῇ ἁμαρτίᾳ σου· ἀλλ' οὐχ ἁπλῶς, οὐδὲ μετὰ σχήματος, ἀλλὰ κλαῦσον πικρῶς, ὡς ὁ Πέτρος· ἐξ αὐτοῦ τοῦ βάθους προσάγαγε τὰς πηγὰς τῶν δακρύων, ἵνα οὕτως σπλαγχνισθεὶς ὁ Δεσπότης συγχωρήσῃ σοι τὸ πλημμέλημα· φιλάνθρωπος γάρ ἐστιν· αὐτὸς γὰρ εἶπεν· Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι, καὶ μετανοῆσαι, καὶ ζῇν αὐτόν. Μικρὸν θέλει παρὰ σοῦ πόνον, καὶ αὐτὸς παρέχει τὰ μεγάλα· πρόφασιν ζητεῖ παρὰ σοῦ, ἵνα σοι δῷ θησαυρὸν σωτηρίας. Πρόβαλε δάκρυα, καὶ αὐτός σοι δίδωσι συγχώρησιν· πρόβαλε μετάνοιαν, καὶ αὐτός σοι παρέχει ἄφεσιν ἁμαρτιῶν· πρόφασιν μικρὰν σὺ εἰσένεγκε, ἵνα εὐπρόσωπον ἔχῃς τὴν ἀπολογίαν· τὰ μὲν γὰρ παρ' αὐτοῦ ἐστι, τὰ δὲ παρ' ἡμῶν· τὰ παρ' ἡμῶν ἐὰν εἰσενέγκωμεν, πάλιν καὶ αὐτὸς παρέχει τὰ παρ' ἑαυτοῦ. Ἤδη μὲν οὖν τὰ παρ' ἑαυτοῦ αὐτὸς παρέσχεν, ἥλιον, σελήνην, ποικίλον χορὸν ἀστέρων ἐθεμελίωσεν, ἀέρα ἐξέχεε, γῆν ἥπλωσε, θάλασσαν ἐτείχισεν, ἔδωκεν ὄρη, νάπας, βουνοὺς, πηγὰς, λίμνας, ποταμοὺς, τὰ μυρία γένη τῶν φυτῶν, παραδείσους, τὰ ἄλλα πάντα· πάλιν σὺ συνεισένεγκε μικρὸν, ἵνα οὕτω καὶ τὰ ἄνω σοι χαρίσηται. Μὴ οὖν ἀμελήσωμεν ἑαυτῶν, μηδὲ ἀποστῶμεν τῆς ἡμετέρας σωτηρίας, τοσοῦτον πέλαγος φιλανθρωπίας ἔχοντες τοῦ πάντων Δεσπότου, καὶ μετανοοῦντος ἐπὶ ταῖς ἡμετέραις ἁμαρτίαις. Βασιλεία οὐρανῶν πρόκειται καὶ παράδεισος, καὶ τὰ ἀγαθὰ ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· καὶ οὐκ ὀφείλομεν ἅπαντα ποιῆσαι, ἵνα τι συνεισενέγκωμεν, ὥστε τούτων μὴ ἐκπεσεῖν; Ἢ οὐκ οἶδας Παῦλος τί λέγει, ὁ πολλὰ κοπιάσας, καὶ μυρία τρόπαια κατὰ τοῦ διαβόλου στήσας, ὁ ἐν σώματι τὴν οἰκουμένην πεζεύσας, ὁ γῆν καὶ θάλατταν καὶ ἀέρα περιδραμὼν, ὁ καθάπερ ὑπόπτερός τις τὴν οἰκουμένην περιελθὼν, ὁ λιθασθεὶς, ὁ φονευθεὶς, ὁ τυπτηθεὶς, ὁ πάντα διὰ τὸ ὄνομα τοῦ Θεοῦ παθὼν, ὁ οὐρανίᾳ φωνῇ κληθεὶς ἄνωθεν· ὅρα, οὗτος τί λέγει, ποίαν φωνὴν ἔῤῥηξεν· Ἐλάβομεν χάριν, φησὶν, ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ κἀγὼ ἐκοπίασα, καὶ συνεισήνεγκα· Καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ κενὴ οὐκ ἐγενήθη· ἀλλὰ καὶ περισσότερον αὐτῶν πάντων ἐκοπίασα καὶ συνεισήνεγκα. Οἴδαμεν, φησὶν, οἴδαμεν τῆς χάριτος τὸ μέγεθος, ὃ ἐλάβομεν, ἀλλ' οὐκ ἀργόν με εὗρε· φανερὰ τὰ παρ' ἐμοῦ εἰσενεχθέντα. Οὕτως οὖν καὶ ἡμεῖς τὰς χεῖρας πρὸς ἐλεημοσύνην διδάξωμεν, ἵνα συνεισενέγκωμεν μικρόν τι· κλαύσωμεν ἐπὶ τῇ ἁμαρτίᾳ, θρηνήσωμεν ἐπὶ τῇ ἀνομίᾳ, ἵνα δόξωμεν μικρόν τι συνεισφέρειν, ἐπειδὴ καὶ μεγάλα τὰ μέλλοντα δίδοσθαι ἡμῖν, καὶ ὑπερβαίνει τὴν ἡμετέραν δύναμιν· παράδεισος γάρ ἐστι, καὶ βασιλεία οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.