Ancient Greek · ~14 min
Τοῦ αὐτοῦ ὁμιλία περὶ νηστείας καὶ εἰς τὸν προφήτην Ἰωνᾶν, καὶ Δανιὴλ, καὶ τοὺς τρεῖς παῖδας. Ἐλέχθη δὲ εἰς τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9) 4.1-4
Not analysed yet
Σὺ δὲ, ὥσπερ εἶδες τὸν προφήτην φεύγοντα, ἄκουσον αὐτοῦ καὶ ἐξομολογουμένου κάτωθεν ἀπὸ τῆς γαστρὸς τοῦ θηρίου· ἐκεῖνο μὲν γὰρ ἔπαθεν ὡς ἄνθρωπος, τοῦτο δὲ ὡς προφήτης ἐπεδείξατο. Λαβοῦσα τοίνυν αὐτὸν ἡ θάλαττα, καθάπερ ἐν δεσμωτηρίῳ τινὶ τῇ γαστρὶ τοῦ κήτους ἐναπέθετο, σῶον τῷ Δεσπότῃ φυλάττουσα τὸν φυγάδα· καὶ οὔτε κύματα ἄγρια λαβόντα ἀπέπνιξαν, οὔτε κῆτος κυμάτων ἀγριώτερον ὑποδεξάμενον αὐτὸν ἐν κοιλίᾳ διέφθειρεν, ἀλλὰ διέσωσε καὶ πρὸς τὴν πόλιν ἐπανήγαγε· καὶ θάλαττα καὶ κῆτος παρὰ φύσιν ὑπήκουσαν, ἵνα διὰ πάντων ὁ προφήτης παιδεύηται. Ἐλθὼν τοίνυν εἰς τὴν πόλιν ἀνέγνω τὴν ἀπόφασιν, καθάπερ ἐπιστολὴν βασιλικὴν κόλασιν ἔχουσαν, καὶ ἐβόα λέγων· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Ἤκουσαν ταῦτ' ἐκεῖνοι, οὐ διηπίστησαν, οὐ κατεφρόνησαν, ἀλλ' εὐθέως δρόμος ἁπάντων εἷς ἐπὶ τὴν νηστείαν, ἀνδρῶν, γυναικῶν, δούλων, δεσποτῶν, ἀρχόντων, ἀρχομένων, παιδίων, πρεσβυτέρων· οὐδ' ἡ τῶν ἀλόγων φύσις ταύτης ἀτελὴς ἦν τῆς λειτουργίας· πανταχοῦ σάκκος, πανταχοῦ σποδὸς, πανταχοῦ θρῆνος καὶ οἰμωγή. Καὶ γὰρ καὶ αὐτὸς ὁ τὸ διάδημα περικείμενος, ἀπὸ τοῦ θρόνου καταβὰς τοῦ βασιλικοῦ, σάκκον ὑπεστρώσατο, σποδὸν κατεπάσατο, καὶ οὕτω τὴν πόλιν ἐξήρπασε τῶν κινδύνων· καὶ ἦν ἰδεῖν πρᾶγμα παράδοξον ὑπὸ σάκκου πορφυρίδα παρευδοκιμηθεῖσαν. Ὅπερ γὰρ οὐκ ἴσχυσεν ἁλουργὶς, τοῦτο ἴσχυσεν ὁ σάκκος· ὅπερ οὐκ ἤνυσε τὸ διάδημα, τοῦτο κατώρθωσεν ἡ σποδός. Ὁρᾷς ὡς οὐ μάτην εἶπον ὅτι οὐ νηστείαν, ἀλλὰ μέθην καὶ ἀδηφαγίαν δεδοικέναι χρή; Ἡ μὲν γὰρ μέθη καὶ ἀδηφαγία τὴν πόλιν ἑστῶσαν διέσεισε, καὶ καταβαλεῖν ἔμελλεν· ἡ δὲ νηστεία σαλευομένην αὐτὴν καὶ μέλλουσαν καταπίπτειν ἔστησε. Μετὰ ταύτης καὶ ὁ Δανιὴλ εἰς λάκκον λεόντων εἰσελθὼν, καθάπερ προβάτοις ἡμέροις συγγενόμενος, οὕτως ἐξῄει. Καὶ γὰρ καὶ τῷ θυμῷ ζέοντες, καὶ φόνιον βλέποντες, τῆς τραπέζης περικειμένης οὐχ ἥπτοντο, ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς διεγειρούσης (οὐδὲν γὰρ ἀγριώτερον ἐκείνων τῶν θηρίων) καὶ τοῦ λιμοῦ (καὶ γὰρ ἑπτὰ ἡμέρας οὐ μετέσχον τροφῆς), καθάπερ δημίου τινὸς ἔνδοθεν καθημένου, καὶ τῶν λαγόνων μὴ ἅπτεσθαι βοῶντος τῶν προφητικῶν, ᾐδέσθησαν τὴν τροφήν. Μετὰ ταύτης καὶ οἱ παῖδες οἱ τρεῖς εἰς τὴν Βαβυλωνίαν κάμινον εἰσελθόντες, καὶ πολὺν χρόνον ὁμιλήσαντες τῷ πυρὶ, αὐτοῦ τοῦ πυρὸς λαμπρότερα ἔχοντες τὰ σώματα, ἀπὸ τῆς καμίνου τότε ἐξῄεσαν· καίτοι γε εἰ πῦρ ἦν ἐκεῖνο ὄντως τὸ πῦρ, πῶς οὐκ ἐποίει τὰ τοῦ πυρός; εἰ σώματα ἦν ἐκεῖνα τὰ σώματα, πῶς τὰ τῶν σωμάτων οὐκ ἔπασχε; Πῶς; ἐρώτησον τὴν νηστείαν, καὶ ἀποκρινεῖταί σοι, καὶ αὐτὴ λύσει σου τὸ αἴνιγμα· καὶ γὰρ ἦν ὄντως αἴνιγμα· σωμάτων γὰρ φύσις ἐμάχετο φύσει πυρὸς, καὶ ἡ νίκη τῶν σωμάτων ἐγίνετο. Εἶδες παράδοξον μάχην; εἶδες παραδοξοτέραν τὴν νίκην; Θαύμασον τὴν νηστείαν, καὶ ὑπτίαις ὑπόδεξαι χερσίν· ὅταν γὰρ καὶ ἐν καμίνῳ βοηθῇ, καὶ ἐν λάκκῳ λεόντων φυλάττῃ, καὶ δαίμονας ἀπελαύνῃ, καὶ ἀπόφασιν ἀναλύῃ Θεοῦ, καὶ παθῶν μανίαν καταστέλλῃ, καὶ πρὸς ἐλευθερίαν ἡμᾶς ἐπανάγῃ, καὶ πολλὴν ἐν τοῖς λογισμοῖς ἡμῶν ποιῆται τὴν γαλήνην, πῶς οὐκ ἐσχάτης ἂν εἴη παρανοίας, τοσαῦτα ἔχουσαν ἐν ταῖς χερσὶν ἀγαθὰ φεύγειν καὶ δεδοικέναι; Ἐπιτρίβει γὰρ ἡμῖν τὸ σῶμα πρὸς τὴν ἀσθένειαν, φησίν. Ἀλλ' ὅσῳ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· μᾶλλον δὲ, εἰ βουληθείης μετὰ ἀκριβείας ἐξετάσαι τὸ πρᾶγμα, καὶ εὐεξίας αὐτὴν εὑρήσεις μητέρα τυγχάνουσαν. Καὶ εἰ τοῖς ἐμοῖς ἀπιστεῖς λόγοις, παῖδας ἰατρῶν περὶ τούτων ἐρώτησον, καὶ αὐτοὶ ταῦτα σαφέστερον ἐροῦσιν, οἳ τὴν μὲν ἔνδειαν μητέρα τῆς ὑγιείας καλοῦσι, τὰς δὲ ποδαλγίας καὶ καρηβαρίας καὶ ἀποπληξίας καὶ φθόην καὶ ὕδερον καὶ φλεγμονὰς καὶ οἰδήματα, καὶ μυρίων ἑτέρων νοσημάτων χειμάῤῥους, ἀπὸ τῆς τρυφῆς καὶ τῆς ἀδηφαγίας ἐξιέναι φασὶν, ὥσπερ ἀπό τινος πονηροτάτης πηγῆς πονηροὺς ῥύακας, καὶ τῇ τοῦ σώματος εὐεξίᾳ, καὶ τῇ τῆς ψυχῆς σωφροσύνῃ λυμαινομένους.