# De paenitentia (homiliae 1-9) 4.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9), ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-paenitentia-homiliae-1-9/4.1-7

Ἀλλ' ἵνα μὴ λόγον ἐκ λόγου ὑφαίνοντες τῆς ὑποθέσεως ἐπιλαθώμεθα, φέρε οὖν ἃ ἐπηγγειλάμεθα δείξωμεν. Τί δὲ ἐπηγγειλάμην; Ὅτι εἰ μυρία τραύματά τις ἔχει, μετανοήσει δὲ καὶ ποιήσει τὸ χρηστὸν, οὕτως αὐτὰ ἐξαλείφει ὁ Θεὸς, ὡς μηδὲ οὐλὴν, μηδὲ ἴχνος, μηδὲ δεῖγμα φαίνεσθαι τῶν προτέρων ἁμαρτημάτων· ταῦτα ὑποσχόμενος, ταῦτα ἐπιδεῖξαι πειράσομαι. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Εἰπέ μοι τί ἐλάλησεν; Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, [ἀλόγων ἀλογώτεροι,] καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ [ὄνων ὀνωδέστεροι·] Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Οὐαὶ ἔθνος ἁμαρτωλόν. Διὰ τί, φησὶν, οὐκ ἔνι σωτηρίας ἐλπίς; Οὐαὶ διὰ τί λέγεις, εἰπέ μοι; Ὅτι οὐχ εὑρίσκω ἴασιν. Οὐαὶ διὰ τί λέγεις; Ὅτι ἐπέθηκα φάρμακα, καὶ οὐκ εἶξε τὸ ἕλκος· διὰ τοῦτο ἀπεστράφην. Τί οὖν ἔχω ποιῆσαι; οὐδὲ θεραπεῦσαι κοπιῶ. Οὐαί. Θρηνοῦσαν γυναῖκα μιμεῖται· καὶ καλῶς ποιεῖ. Παρακαλῶ, προσέχετέ μοι μετὰ ἀκριβείας. Οὐαὶ, διὰ τί; Ἐπειδὴ καὶ τὸ αὐτὸ ἐπὶ σωμάτων γίνεται. Ὅταν γὰρ ἴδῃ ὁ ἰατρὸς τὸν νοσοῦντα οὐκ ἔχοντα σωτηρίας ἐλπίδα, δακρύει, καὶ οἱ οἰκεῖοι καὶ προσήκοντες ὀλοφυρόμενοι στενάζουσιν· ἀλλ' ἐκεῖ εἰκῆ καὶ μάτην. Ὅταν γὰρ μέλλῃ τελευτᾷν ὁ τελευτῶν, κἂν ὁ κόσμος ὅλος θρηνήσῃ, οὐκ ἐγερεῖ αὐτόν· ὥστε πένθους ὁ θρῆνος, οὐ διορθώσεως. Ἐπὶ δὲ τῆς ψυχῆς οὐκ ἔστι τοῦτο, ἀλλ' ἐὰν θρηνήσῃς, πολλάκις ἐγείρεις τὸν νεκρὸν τῇ ψυχῇ. Διὰ τί; Ὅτι τὸ σῶμα μὲν ἀποθανὸν, οὐκ ἐγείρεται δυνάμει ἀνθρωπίνῃ, ψυχὴ δὲ ἀποθανοῦσα διορθώσει ἐγείρεται. Βλέπε πόρνον, καὶ θρήνησον· καὶ ἐγερεῖς αὐτὸν πολλάκις. Διὰ τοῦτο καὶ Παῦλος οὐκ ἔγραφε μόνον, οὐδὲ παρῄνει, ἀλλὰ καὶ ἐθρήνει μετὰ δακρύων, νουθετῶν ἕνα ἕκαστον. Ἔστω, νουθετεῖς, τί καὶ δακρύεις; Ἵνα ἐὰν μὴ ἰσχύσῃ ἡ νουθεσία, τὰ δάκρυα βοηθήσῃ. Οὕτω καὶ ὁ προφήτης θρηνεῖ. Ὁ Δεσπότης ἡμῶν ἰδὼν τὴν Ἱερουσαλὴμ πεπτωκυῖαν λέγει· Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς σέ. Ἀνακαλεῖται τὴν πόλιν πεπτωκυῖαν, καὶ μιμεῖται ἄνθρωπον θρηνοῦντα. Καὶ ὁ προφήτης· Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν· μὴ ἔχει ὑγιὲς τὸ σῶμα. Εἶδες αὐτοὺς ἡλκωμένους; Σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι. Διὰ τί θρηνεῖς, εἰπέ μοι; Ἐγκατελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. Τί ἔτι πληγῆτε; Τί ἔχω ὑμᾶς πλῆξαι; λιμῷ, ἢ λοιμῷ; Πᾶσα τιμωρία ἦλθε, καὶ ἡ κακία ὑμῶν οὐκ ἀνηλώθη· Προστιθέντες ἀνομίας. Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην. Οὐκ ἔνι τραῦμα, οὐ μώλωψ. Καινὰ πράγματα. Πρὸ μικροῦ ἔλεγες· Σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι, ἐγκατελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ· καὶ, Οὐαὶ ἔθνος ἁμαρτωλόν. Θρηνεῖς, κόπτῃ, ὀδύρῃ, καταλέγεις τὰ τραύματα, καὶ ἐπανιὼν λέγεις, Οὔτε τραῦμα, οὔτε μώλωψ; Πρόσεχε· τραῦμα τότε γίνεται, ὅταν τὸ μὲν ἄλλο μέρος τοῦ σώματος ὑγιὲς ᾖ, ἓν δὲ μέρος τοῦ σώματος ἀναίσθητον μένῃ· ἐνταῦθα δὲ λέγει, ὅτι ὅλον τραῦμά ἐστιν. Οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα, ἀλλὰ ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἀλλότριοι κατεσθίουσι. Πάντα ταῦτα ἐποίησα, καὶ ὑμεῖς οὐ διωρθώθητε· πάντα ἐποίησα τὰ τῆς τέχνης, ὁ δὲ νοσερὸς μένει νεκρός. Δεῦτε, ἀκούσατε λόγον Κυρίου, οἱ ἄρχοντες Σοδόμων καὶ Γομόῤῥας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; Τί οὖν; Σοδομηνοῖς διαλέγεται; Οὐχὶ, ἀλλὰ Ἰουδαίους Σοδομηνοὺς καλεῖ· ἐπειδὴ γὰρ αὐτῶν τὸν τρόπον ἐμιμήσαντο, καὶ τὸ ὄνομα αὐτοῖς ἐπιτίθησι. Δεῦτε, ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων καὶ Γομόῤῥας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν οὐ βούλομαι. Ἐὰν προσφέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοι ἐστί· τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα μισεῖ ἡ ψυχή μου· νηστείαν καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν. Ἔνι τῆς ὀργῆς ταύτης ἴσον; Ὁ προφήτης τὸν οὐρανὸν καλεῖ, θρηνεῖ, ὀλοφύρεται, ὀδύρεται, λέγει· Οὐκ ἔνι τραῦμα, οὐκ ἔνι μώλωψ· ὁ Θεὸς ὀργίζεται, οὐ δέχεται θυσίαν, οὐ νεομηνίαν, οὐ σάββατον, οὐ σεμίδαλιν, οὐκ εὐχὴν, οὐκ ἔκτασιν χειρῶν. Εἶδες ἕλκος; εἶδες νόσημα ἀνίατον, οὐχ ἑνὸς, οὐ δύο, οὐ δέκα, ἀλλὰ χιλιάδων; Τί οὖν μετὰ ταῦτα; Λούσασθε, καθαροὶ γίνεσθε. Μή ἐστιν ἁμαρτία ἀπόγνωσιν ἔχουσα; Αὐτὸς λέγει ὁ Θεὸς, οὐκ ἀκούω ὑμῶν· καὶ λέγεις· Λούσασθε. Εἰς τί ἐκεῖνα λέγεις; Εἰς τί ταῦτα; χρησίμως ἀμφότερα· ἐκεῖνα, ἵνα φοβήσωμαι, ταῦτα, ἵνα ἐπισπάσωμαι. Εἰ οὐκ ἀκούεις αὐτῶν, οὐκ ἔχουσιν ἐλπίδα σωτηρίας· εἰ οὐκ ἔχουσιν ἐλπίδα σωτηρίας, πῶς λέγεις, Λούσασθε; Ἀλλὰ πατήρ ἐστι φιλόστοργος, μόνος ἀγαθὸς, καὶ σπλαγχνιζόμενος ὑπὲρ πατέρα. Καὶ ἵνα μάθῃς, ὅτι πατήρ ἐστι, λέγει αὐτοῖς· Τί ποιήσω, Ἰούδα; Οὐκ οἶδας τί ποιήσεις; Οἶδα· ἀλλ' οὐ βούλομαι· ἀπαιτεῖ τῶν ἁμαρτημάτων ἡ φύσις, καὶ κατέχει τῆς φιλανθρωπίας τὸ μέγεθος. Τί σοι ποιήσω; Φείσομαί σου; ἀλλὰ γίνῃ ῥᾳθυμότερος. Ἀλλ' ἐπέλθω σοι; ἀλλ' οὐκ ἀνέχεται ἡ φιλανθρωπία. Τί σοι ποιήσω; ὡς Σόδομα θήσομαί σε, καὶ ὡς Γόμοῤῥα καταστρέψω σε; Ἐστράφη ἡ καρδία μου. Ὁ ἀπαθὴς ἐμπαθῆ ἄνθρωπον μιμεῖται, μᾶλλον δὲ μητέρα φιλόστοργον. Ἐστράφη ἡ καρδία μου· ὅπερ ἂν εἴποι γυνὴ ἐπὶ παιδίου· ἐστράφη ἡ καρδία μου κατὰ τὴν μητέρα. Ἀλλ' οὐκ ἠρκέσθη τῇ προτέρᾳ λέξει· ἀλλ', Ἐταράχθην ἐν τῇ μεταμελείᾳ μου. Θεὸς ταράττεται; Ἄπαγε. μὴ γένοιτο. ἀτάραχον τὸ Θεῖον· ἀλλ' ὅπερ εἶπον, μιμεῖται τὰς λέξεις ἡμῶν. Ἐστράφη ἡ καρδία μου· Λούσασθε, καθαροὶ γίνεσθε. Τί ὑπεσχόμην ὑμῖν; Ὅτι τοὺς ἁμαρτωλοὺς, καὶ μυρίων γέμοντας ἁμαρτημάτων, καὶ ἡλκωμένους λαβὼν ὁ Θεὸς μετανοοῦντας, οὕτω θεραπεύει, ὡς μὴ ἀφεῖναι αὐτοῖς ἴχνος ἁμαρτημάτων, ὡς μὴ ἀφεῖναι οὐλὴν, ὡς μὴ ἀφεῖναι ὑπόμνημα. Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν· μάθετε καλὸν ποιεῖν. Καὶ καλὸν τί ἐπιτάττεις; Κρίνατε ὀρφανὸν καὶ δικαιώσατε χήραν. Οὐδὲ βαρέα τὰ ἐπιτάγματα, ἀλλὰ καὶ ὅσα ἡ φύσις ἐπίσταται, ὅτι καὶ γυναικὶ ὁ ἔλεος συμφέρει. Καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος· ποιήσατε μικρὸν, καὶ τὸ λοιπὸν ἐγὼ προστίθημι· ὀλίγον μοι δότε, καὶ τὸ ὅλον ἐγὼ χαρίζομαι. Δεῦτε. Καὶ ποῦ ἀπέλθωμεν; Πρὸς ἐμὲ, ὃν παρωξύνατε, ὃν παρωργίσατε, πρὸς ἐμὲ τὸν εἰπόντα· Οὐκ ἀκούω ὑμῶν, ἵνα φοβηθέντες τὴν ἀπειλὴν, λύσητε τὴν ὀργήν. Δεῦτε πρὸς τὸν οὐκ ἀκούοντα, ἵνα ἀκούσω. Καὶ τί ποιεῖς; Ὅτι οὐκ ἀφίημι ἴχνος, οὐκ ἀφίημι δεῖγμα, οὐκ ἀφίημι οὐλήν. Δεῦτε καὶ διαλεχθῶμεν. λέγει Κύριος· καί φησιν· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Μήπου οὐλή; μήπου ῥυτὶς καὶ μετὰ τοῦ χρώματος τῆς καθαρότητος; Καὶ ἐὰν ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Μήπου μελανίαι; μήπου σπῖλος; Καὶ πῶς γίνεται ταῦτα; Μὴ ἄλλαι αἱ ἐπαγγελίαι; τὸ γὰρ στόμα τοῦ Κυρίου ἐλάλησε ταῦτα. Οὐ μόνον τὸ μέγεθος εἶδες τῶν ἐπαγγελθέντων, ἀλλὰ καὶ τὸ ἀξίωμα τοῦ δεδωρηκότος. Τῷ γὰρ Θεῷ πάντα δυνατὰ τῷ δυναμένῳ ποιῆσαι καθαρὸν ἀπὸ ῥύπου. Τοῦτον τοίνυν ἀκούσαντες, καὶ τῆς μετανοίας τὸ φάρμακον εἰδότες, δόξαν αὐτῷ ἀναπέμψωμεν· ὅτι αὐτοῦ ἡ δόξα καὶ τὸ κράτος εἰς τὸν αἰῶνα. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg027.local001/.
