Ancient Greek · ~12 min
ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ, Καὶ εἰς τὴν σκυθρωπότητα βασιλέως Ἀχαὰβ, καὶ εἰς Ἰωνᾶν τὸν προφήτην.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9) 5.1
Not analysed yet
Τί γὰρ τελώνου χεῖρον, εἰπέ μοι; τῶν ἀλλοτρίων συμφορῶν ἐστι πραγματευτὴς, τῶν ἀλλοτρίων πόνων συμμεριστής· καὶ τὸν μὲν κάματον οὐκ ἐπιβλέπει, τὸ δὲ κέρδος συμμερίζεται· ὥστε ἐσχάτη ἁμαρτία τοῦ τελώνου. Οὐδὲν γὰρ ἄλλο ἐστὶ τελώνης ἢ πεπαῤῥησιασμένη βία, ἔννομος ἁμαρτία, εὐπρόσωπος πλεονεξία. Τί γὰρ χεῖρον τελώνου τοῦ καθεζομένου κατὰ τὴν ὁδὸν, καὶ ἀλλοτρίων πόνων τοὺς καρποὺς τρυγῶντος, καὶ ὅτε μὲν οἱ κάματοι, οὐδεμία αὐτῷ φροντὶς, ὅτε δὲ τὸ κέρδος, ἐξ ὧν οὐκ ἔκαμε, τὴν μερίδα λαμβάνει; Ὥστε εἰ ἁμαρτωλὸς ὢν ὁ τελώνης τοσαύτης ἐπέτυχε τῆς δωρεᾶς ταπεινοφρονήσας, πόσῳ μᾶλλον ὁ ἐνάρετος ὢν καὶ ταπεινοφρονῶν; Ὥστε ἐὰν ὁμολογήσῃς τὰς ἁμαρτίας σου καὶ ταπεινοφρονήσῃς, δίκαιος γίνῃ. Θέλεις δὲ μαθεῖν ταπεινόφρων τίς ἐστι; βλέπε Παῦλον τὸν ὄντως ταπεινόφρονα, Παῦλον τὸν διδάσκαλον τῆς οἰκουμένης, τὸν ῥήτορα τὸν πνευματικὸν, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν λιμένα τὸν ἀκύμαντον, τὸν πύργον τὸν ἀσάλευτον, τὸν ἐν σώματι βραχεῖ τὴν οἰκουμένην κυκλοῦντα, καὶ καθάπερ ὑπόπτερόν τινα ταύτην περιδραμόντα· βλέπε ἐκεῖνον ταπεινοφρονοῦντα, τὸν ἰδιώτην καὶ φιλόσοφον, τὸν πένητα καὶ πλούσιον. Ἐκεῖνον ἀληθῶς ταπεινόφρονα λέγω, τὸν μυρίους καμάτους ἀντλήσαντα, τὸν μυρία τρόπαια κατὰ τοῦ διαβόλου ἐνδειξάμενον, τὸν κηρύττοντα καὶ λέγοντα, Ἡ χάρις αὐτοῦ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον πάντων ἐκοπίασα· ὁ φυλακὰς ὑπομείνας, καὶ μάστιγας· ὁ δι' Ἐπιστολῶν τὴν οἰκουμένην σαγηνεύσας· ὁ οὐρανία φωνῇ κληθεὶς, ἐκεῖνος ταπεινοφρονεῖ λέγων· Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος. Εἶδες ταπεινοφροσύνης μέγεθος, εἶδες Παῦλον ταπεινοφρονοῦντα, ἐλάχιστον ἑαυτὸν καλοῦντα; Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος. Τοῦτο γὰρ ἀληθῶς ταπεινοφροσύνη, τὸ ταπεινοῦσθαι ἐν πᾶσι, καὶ ἑαυτὸν καλεῖν ἐλάχιστον. Ἐννόησον τίς ἦν ὁ λέγων ταῦτα τὰ ῥήματα· Παῦλος ὁ οὐρανοπολίτης, ὁ τὸ σῶμα ἁπλῶς περικείμενος, ὁ στῦλος τῶν Ἐκκλησιῶν, ὁ ἐπίγειος ἄγγελος, ὁ ἐπουράνιος ἄνθρωπος. Ἡδέως γὰρ λοιπὸν ἐνδιατρίβω τῷ ἀνδρὶ, θεωρῶν αὐτοῦ τὸ κάλλος τῆς ἀρετῆς. Οὐχ οὕτως ἥλιος ἀνατείλας καὶ λαμπρὰς ἀφιεὶς τὰς ἀκτῖνας εὐφραίνει μου τὰς ὄψεις, ὡς τὸ πρόσωπον Παύλου καταυγάζει μου τὴν διάνοιαν· ὁ μὲν γὰρ ἥλιος τὰς ὄψεις φωτίζει, ὁ δὲ Παῦλος εἰς αὐτὰς ἀναπτεροῖ τὰς ἀψῖδας τῶν οὐρανῶν· τὴν γὰρ ψυχὴν καὶ ὑψηλοτέραν τοῦ ἡλίου ἀπεργάζεται, καὶ ἀνωτέραν τῆς σελήνης· τοιαύτη γὰρ ἡ δύναμις τῆς ἀρετῆς· ἄγγελον τὸν ἄνθρωπον ποιεῖ, τὴν ψυχὴν ἀναπτεροῖ εἰς τὸν οὐρανόν. Ταύτην τὴν ἀρετὴν διδάσκει ἡμᾶς ὁ Παῦλος· σπουδάσωμεν ζηλωταὶ αὐτοῦ γενέσθαι τῆς ἀρετῆς. Ἀλλ' οὐ δεῖ ἐξελθεῖν ἡμᾶς τοῦ προκειμένου· δεῖξαι γὰρ ἦν ὁ σκοπὸς τρίτην ὁδὸν μετανοίας τὴν ταπεινοφροσύνην, ὅτι ὁ τελώνης οὐκ ἐταπεινοφρόνησεν, ἀλλ' ἀλήθειαν εἶπε, τὰς ἰδίας ἁμαρτίας γυμνώσας, καὶ δίκαιος ἐγένετο, οὐ χρήματα καταβαλὼν, οὔτε πελάγη διατεμὼν, οὔτε πολλὴν ὁδὸν πεζεύσας, οὔτε ἄπειρα πελάγη περάσας, οὔτε φίλους ἀξιώσας, οὔτε χρόνον πολὺν καταναλώσας, ἀλλὰ διὰ ταπεινοφροσύνης δικαιοσύνην ἐκτήσατο, καταξιωθεὶς τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.