# De paenitentia (homiliae 1-9) 5.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9), Τοῦ αὐτοῦ ὁμιλία περὶ νηστείας καὶ εἰς τὸν προφήτην Ἰωνᾶν, καὶ Δανιὴλ, καὶ τοὺς τρεῖς παῖδας. Ἐλέχθη δὲ εἰς τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-paenitentia-homiliae-1-9/5.1-3

Μὴ τοίνυν φοβώμεθα νηστείαν, τὴν τῶν τοσούτων ἡμᾶς ἀπαλλάττουσαν κακῶν. Οὐ γὰρ ἁπλῶς ὑμῖν τοῦτο παραινῶ· ἀλλ' ἐπειδὴ πολλοὺς ὁρῶ τῶν ἀνθρώπων, καθάπερ ἀγρίᾳ τινὶ γυναικὶ παραδίδοσθαι μέλλοντας, οὕτως ὀκνοῦντας καὶ ἀναδυομένους, καὶ μέθῃ καὶ ἀδηφαγίᾳ τήμερον ἑαυτοὺς διαφθείροντας· διὰ τοῦτο παραινῶ ὥστε μὴ τὴν ἐκ τῆς νηστείας ἐσομένην ὠφέλειαν προανελεῖν λαιμαργίᾳ καὶ μέθῃ. Καὶ γὰρ οἱ κακόσιτοι τῶν ἀνθρώπων, ὅταν πικρὰ μέλλωσι πίνειν φάρμακα, ἂν πολλῆς ἑαυτοὺς ἐμπλήσωσι τροφῆς, καὶ οὕτω τὰ φάρμακα λάβωσι, τὴν μὲν πικρίαν ὑπέμειναν, τῆς δὲ ὠφελείας ἐξέπεσον, δυσκολωτέραν τῷ φαρμάκῳ ποιοῦντες τὴν πάλην πρὸς τὴν τῶν διεφθορότων χυμῶν πονηρίαν. Διὰ τοῦτο αὐτοὺς οἱ τῶν ἰατρῶν παῖδες μὴ δειπνήσαντας κελεύουσι καθεύδειν, ἵνα πᾶσαν τῶν φαρμάκων τὴν δύναμιν ἐκ πρώτης εὐθέως τοῖς νοσοποιοῖς τῶν περιττωμάτων προσαγάγῃ χυμοῖς. Οὕτω καὶ ἐπὶ τῆς νηστείας· ἐὰν μὲν πολλῆς ἑαυτὸν ἐμπλήσῃς τῆς μέθης τήμερον, καὶ αὔριον ὑποδέξῃ τὸ παρ' ἐκείνης φάρμακον, ἄχρηστον αὐτὸ καὶ ἀνόνητον ἐποίησας, καὶ τὸν μὲν πόνον ὑπέμεινας, τὸ δὲ κέρδος οὐκ ἐκαρπώσω τοῦ πράγματος, εἰς τὴν πρόσφατον ἐκ τῆς μέθης ἐγγινομένην κακίαν ἅπασαν αὐτοῦ καταδαπανῶντος τὴν δύναμιν· ἐὰν δὲ κοῦφον αὐτῇ τὸ σῶμα παρασκευάσῃς καὶ νήφοντι λογισμῷ τὸ φάρμακον δέξῃ, πολλὰ τῶν παλαιῶν ἁμαρτημάτων ἀποκαθᾶραι δυνήσῃ. Μὴ τοίνυν διὰ μέθης ἴωμεν εἰς τὴν νηστείαν, μηδὲ ἀπὸ νηστείας εἰς μέθην καταλύσωμεν πάλιν, ἵνα μὴ ταὐτὸν γένηται, οἷον εἴ τις ἀῤῥωστοῦντι σώματι καὶ διανίστασθαι μέλλοντι λὰξ ἐμβαλὼν σφοδρότερον καταβάλοι πάλιν. Ὃ καὶ ἐπὶ τῆς ψυχῆς τῆς ἡμετέρας γίνεται, ὅταν ἐξ ἑκατέρου μέρους, καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῆς νηστείας, τῇ νεφέλῃ τῆς μέθης τὴν ἐκ τῆς ἀσιτίας γενομένην ἡμῖν νῆψιν συσκιάσωμεν. Καθάπερ γὰρ οἱ θηρίοις πυκτεύειν μέλλοντες, πολλοῖς ὅπλοις καὶ ἀσφαλίσμασι τὰ καίρια τῶν μελῶν περιφράξαντες, τὴν πρὸς ἐκεῖνα ἀναδέχονται μάχην· οὕτω καὶ νῦν πολλοὶ τῶν ἀνθρώπων εἰσὶν, οἳ καθάπερ θηρίῳ τῇ νηστείᾳ πυκτεύειν μέλλοντες, οὕτω τῇ γαστριμαργίᾳ καθοπλίζονται, καὶ διαῤῥήξαντες ἑαυτοὺς καὶ σκοτώσαντες μετὰ πολλῆς τῆς παραφροσύνης ὑποδέχονται τὸ γαλήνιον καὶ ἥμερον τῆς νηστείας ὄμμα Κἂν μὲν ἐρωτήσω σε, Τίνος ἕνεκεν εἰς βαλανεῖον τρέχεις σήμερον; Ἵνα καθαρῷ τῷ σώματι τὴν νηστείαν ὑποδέξωμαι, φήσεις· ἂν δὲ ἐρωτήσω, Τίνος ἔνεκεν μεθύεις; Ἐπειδὴ εἰς νηστείαν μέλλω εἰσιέναι, πάλιν ἐρεῖς. Καὶ πῶς οὐκ ἄτοπόν ἐστι, σώματι μὲν καθαρῷ, ψυχῇ δὲ ἀκαθάρτῳ καὶ μεθυούσῃ, τὴν καλλίστην ταύτην ἑορτὴν ὑποδέχεσθαι; Ἐνῆν μὲν οὖν καὶ πλείονα τούτων εἰπεῖν, ἀλλὰ τοῖς σωφρονοῦσι καὶ ταῦτα ἀρκεῖ πρὸς διόρθωσιν. Διόπερ ἀνάγκη καταπαῦσαι τὸν λόγον· καὶ γὰρ τῆς τοῦ πατρὸς φωνῆς ἐπιθυμῶ ἀκοῦσαι. Ἡμεῖς μὲν γὰρ, κατὰ τὰ παιδία τὰ ποιμενικὰ, λεπτῷ τῷ καλάμῳ συρίζομεν, ὥσπερ ὑπό τινα δρῦν ἢ λεύκην, τῇ σκιᾷ τῶν ἱερῶν τούτων καθήμενοι· οὗτος δὲ καθὰ μουσικός τις ἄριστος χρυσῆν ἁρμοσάμενος κιθάραν, τῇ συμφωνίᾳ τῶν κρουσμάτων ὁλόκληρον ἀνίστησι θέατρον· οὕτω δὴ καὶ οὗτος, οὐ συμφωνίᾳ κρουσμάτων, ἀλλὰ συμφωνίᾳ λόγων καὶ πράξεων πολλὴν ἡμῖν ἐντίθησι τὴν ὠφέλειαν. Τοιούτους καὶ ὁ Χριστὸς ζητεῖ διδασκάλους· Ὁ γὰρ ποιήσας, φησὶ, καὶ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τοιοῦτος οὗτός ἐστι· διὸ καὶ μέγας ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐστι. Γένοιτο δὲ ἡμᾶς εὐχαῖς αὐτοῦ καὶ τῶν συνέδρων ἁπάντων δυνηθῆναι καταξιωθῆναι τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg027.local001/.
