# De paenitentia (homiliae 1-9) 5.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9), ΟΜΙΛΙΑ ΛΕΧΘΕΙΣΑ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ τῇ ἕκτῃ ἑβδομάδι τῆς ἁγίας τεσσαρακοστῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-paenitentia-homiliae-1-9/5.1-4

Ὅπερ οὖν ἔλεγον, βούλει σοι δείξω τὰς δύο διαθήκας ταύτας διὰ τῶν ἔργων; Ὥσπερ εἶδες τὸ πρόβατον ἐν τῷ ῥήματι, μάνθανε καὶ ἐν τῷ πράγματι. Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι. Καλῶς εἶπε, Θέλοντες εἶναι· οὐ γὰρ ἦσαν· εἰ γὰρ ἦσαν ὑπὸ νόμον, οὐκ ἂν ἦσαν ὑπὸ νόμον. Τάχα αἴνιγμά ἐστι τὸ λεγόμενον. Ὁ γὰρ νόμος τῷ Χριστῷ παρέπεμπε τοὺς προσέχοντας· ὁ τὸν διδάσκαλον ἀτιμάζων, ἀγνοεῖ καὶ τὸν παιδαγωγόν. Διὸ, φησὶ, Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε, ὅτι ὁ Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας, ἅτινά ἐστιν ἀλληγορούμενα. Εἶδες διὰ τοῦ πράγματος προφητείαν; Τὸ γὰρ γυναῖκας ἔχειν οὐ ῥῆμα, ἀλλὰ πρᾶγμα· καὶ δούλην καὶ ἐλευθέραν ἔδειξά σοι διὰ τῶν ῥημάτων, ὅτι δύο διαθηκῶν εἷς ἐστι νομοθέτης· μάνθανε καὶ διὰ τῶν τύπων τὸ αὐτὸ τοῦτο. Ἀβραὰμ δύο γυναῖκας ἔσχεν· αὗται δέ εἰσι δύο διαθῆκαι, καὶ εἷς νομοθέτης· ὥσπερ ἐκεῖ πρόβατον καὶ πρόβατον, τὸ μὲν ἐν ῥήματι, τὸ δὲ ἐν πράγματι, πολλὴ δὲ καὶ τῶν ἔργων καὶ τῶν λόγων ἡ συμφωνία· οὕτω καὶ ἐνταῦθα διαθῆκαι δύο, καὶ ταύτας ὁ μὲν Ἱερεμίας διὰ ῥήματος προεῖπεν, ὁ δὲ Ἀβραὰμ διὰ τῶν ἔργων ἐτύπωσεν ἐν τῷ δύο γυναῖκας ἔχειν. Ὥσπερ γὰρ εἷς ἀνὴρ καὶ δύο γυναῖκες, οὕτως εἷς νομοθέτης καὶ δύο διαθῆκαι. Ἀλλ' ὅπερ ἔλεγον, καὶ δι' ὃ πάντα ταῦτα κεκίνηται· οὐδὲ γὰρ χρὴ τῆς ὑποθέσεως ἐκπεσεῖν· Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ναί· ἀλλὰ, δι' ὃ ταῦτα πάντα ἐκινήσαμεν, τίνος ἕνεκεν αὐτοῖς παλαιὸν ἀναγινώσκει νόμον; λέγει γὰρ αὐτοῖς· Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις. Συνεῖδεν ὅτι δύσκολόν ἐστι τὸ ἐπίταγμα, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τῶν ἀκουόντων. Πολλὰ γὰρ καὶ φύσει εὔκολα ὄντα δυσκατόρθωτα γίνεται, ὅταν ῥᾳθυμῶμεν· ὥσπερ οὖν καὶ δύσκολα ὄντα, κοῦφα καὶ ῥᾷστα γίνεται σπουδαζόντων ἡμῶν. Οὐ γὰρ ἐν τῇ φύσει τῶν πραγμάτων ἡ δυσκολία, ἀλλ' ἐν τῇ προαιρέσει τῶν μετιόντων. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς δῆλον ἐντεῦθεν· τὸ μέλι φύσιν ἔχει γλυκεῖαν καὶ ἡδίστην, ἀλλὰ τοῖς νοσοῦσι καὶ πικρόν ἐστι καὶ ἀηδὲς, ἀλλ' οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀῤῥωστίαν ἐκείνων· οὕτω καὶ ὁ νόμος ἂν δοκῇ φορτικὸς εἶναι, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν. Οὐ πολύς μοι πόνος δεῖξαι εὔκολον ὄντα, ἵνα κατορθωθῇ· τὸ γὰρ δύσκολον αὐτὸν ποιοῦν τὸ ἕτερον ἦν εἰπεῖν. Νῦν μὲν γὰρ λέγει, Φύγε τὴν ὄψιν τῆς γυναικὸς, ἀπόστηθι τῆς ἀσελγείας· τὸ δὲ χαλεπὸν τὸ ἐναντίον ἦν εἰπεῖν· Καταμάνθανε τὰς γυναῖκας, περιεργάζου τὰ κάλλη τὰ ἀλλότρια, καὶ οὕτω τῆς ἐπιθυμίας κράτει. Τοῦτο δὴ δύσκολον ἦν· τὸ δὲ εἰπεῖν αὐτὸν, Φύγε τὴν κάμινον, ἀπόστηθι τοῦ πυρὸς, μὴ προσεγγίσῃς τῇ φλογὶ, ἵνα μείνῃς ἀσινὴς, πολλὴν ἔχει τὴν εὐκολίαν· κατὰ φύσιν γάρ ἐστι τὸ ἐπίταγμα. Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις. Τίνος οὖν ἕνεκεν ἡμᾶς ὑπομιμνήσκει τοῦ παλαιοῦ νόμου, ἕτερον μέλλων εἰσάγειν; Ἵνα ἀπὸ τῆς συγκρίσεως μάθῃς, ὅτι οὐκ ἔστι μάχη τούτου κἀκείνου· ὅταν γὰρ σύγκρισις ᾖ, τότε φανερωτέρα ἡ κρίσις γίνεται. Ἐπειδὴ γὰρ ἔμελλον ἐγκαλεῖν τινες, ὅτι ἀντινομοθετῶν ταῦτα λέγει· Ἰδοὺ, φησὶν, ἑκατέρους παράλληλα τίθεμαι τοὺς νόμους· δοκίμασον καὶ μάθε τὴν συμφωνίαν· οὐ τούτου δὲ μόνον, ἀλλ' ἵνα δείξῃ καὶ εὔκολον ὄντα, καὶ εὐκαίρως εἰσαγόμενον. Διὰ τοῦτό φησιν, Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· τοσοῦτον χρόνον ἐμελετήσατε τὸν παλαιὸν νόμον. Ὥσπερ διδάσκαλος πρὸς παιδίον λέγων ὀκνηρὸν τοῖς πάλαι βουλόμενον ἐνδιατρίβειν ἔτι μαθήμασιν, ἐπὶ τὰ ὑψηλότερα ἀναγαγεῖν θέλων λέγει, Ἐννόησον πόσον χρόνον τὸ μάθημα τοῦτο κατέσχες· οὕτω καὶ ὁ Χριστὸς ἀναμιμνήσκων, ὅτι πολὺν χρόνον ἐμελέτησαν, καὶ κατέσχον τὸν παλαιὸν νόμον, καὶ καιρὸς λοιπὸν πρὸς τὸν ὑψηλότερον ἀνελθεῖν, εἰς τήν ποτε αὐτοὺς νομοθεσίαν τῶν πατέρων ἀνήγαγε λέγων, Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις. Ἐκεῖνο τοῖς ἀρχαίοις ἐῤῥέθη, Ἐγὼ δὲ λέγω ὑμῖν. Εἰ μὲν γὰρ τοῖς ἀρχαίοις ἔλεγεν, εἰκότως ἤσχαλλες, ὅτε ἀτελέστερον ὑμῶν ἡ φύσις διέκειτο· ὅτε δὲ ἐπέδωκεν ἡ φύσις, ὅτε τελειοτέρα γέγονε, καὶ διδαγμάτων τελειοτέρων λοιπὸν καιρός. Διὰ τοῦτο καὶ ἀρχόμενος τῆς νομοθεσίας, ἵνα μή τις τὴν ἐπίτασιν ὁρῶν τῆς φιλοσοφίας ὀκνῇ καὶ ἀναδύηται, φησὶν, Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πλείονά με ἀπαιτεῖς τὸν πόνον; διὰ τί; οὐχὶ τῆς αὐτῆς κοινωνῶ φύσεως ἐκείνοις, οὐχὶ ἄνθρωπός εἰμι καθάπερ ἐκεῖνοι; Ἵνα μὴ ταῦτα λέγωσι, τίνος ἕνεκεν ἐπέτεινεν ἡμῖν τοὺς πόνους; τίνος ἕνεκεν μείζονα ἔθηκε τὰ σκάμματα; προανεῖλε τὴν ἀντίθεσιν εἰπὼν τὴν βασιλείαν τῶν οὐρανῶν· Μείζονα, φησὶ, φέρω τὰ ἔπαθλα· εἰπὼν τοὺς πόνους, εἰπὼν τοὺς ἀγῶνας, εἰπὼν τὴν ἐπίτασιν τῆς νομοθεσίας, ἐμνημόνευσε καὶ τῶν ἐπάθλων. Οὐ γὰρ τὴν Παλαιστίνην ὑμῖν δέδωκα, φησὶν, οὐδὲ τὴν γῆν ῥέουσαν γάλα καὶ μέλι, ἀλλ' αὐτὸν ὑμῖν κομίζω τὸν οὐρανόν. Οὐκ ἐν τῷ μισθῷ δὲ τῶν κατορθωμάτων πλεονεκτοῦμεν μόνον, ἀλλὰ καὶ ἐν παραβάσει τῶν ἁμαρτημάτων μείζονα τὴν κόλασιν ὑπομένομεν. Ὥσπερ γὰρ οἱ πρὸ τοῦ νόμου πραοτέραν διδόασι τιμωρίαν τῶν ἐν τῷ νόμῳ· Ὅσοι γὰρ, φησὶν, ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται, τουτέστιν, οὐκ ἔχουσι τὸν νόμον κατήγορον, ἀλλ' ἀπὸ τῆς φύσεως αὐτῆς οἴσω τὴν ψῆφον, φησὶ, μεταξὺ τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων· οὕτω τῶν ἐν τῷ νόμῳ πταισάντων οἱ ἐπὶ τῆς χάριτος ἁμαρτάνοντες ἀφορητοτέραν ὑποστήσονται τὴν κόλασιν. Καὶ τούτων τὴν διαφορὰν οὕτως ἔδειξεν ὁ Παῦλος εἰπὼν, Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας; Ὁρᾷς ἐπὶ τῆς χάριτος μείζονα τὴν τιμωρίαν, ὥσπερ οὖν καὶ τὰ ἔπαθλα μείζονα; Ἀλλ' ἐπειδὴ τῶν μυστηρίων ὑμᾶς ἀνέμνησα τῶν φρικωδεστάτων καὶ πνευματικῶν, παρακαλῶ καὶ ἀντιβολῶ καὶ δέομαι καὶ μετὰ πάσης ἀξιῶ σπουδῆς, ὥστε πᾶσαν ἁμαρτίαν ἀποθεμένους οὕτω προσιέναι τῇ φρικτῇ ταύτῃ τραπέζῃ. Εἰρήνην γὰρ, φησὶ, διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ὁ δὲ τὸν Κύριον οὐκ ὢν ἄξιος ἰδεῖν, οὐδὲ τῆς κοινωνίας ἄξιός ἐστι τοῦ σώματος τοῦ δεσποτικοῦ. Διὰ τοῦτό φησιν ὁ Παῦλος, Ἕκαστος δὲ δοκιμαζέτω ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Οὐκ ἀπεκάλυψε τὸ ἕλκος, οὐκ εἰς κοινὸν θέατρον ἤγαγε τὴν κατηγορίαν, οὐ περιέστησε μάρτυρας τῶν πλημμελημάτων· ἔνδον ἐν τῷ συνειδότι, μηδενὸς παρόντος πλὴν τοῦ τὰ πάντα ὁρῶντος Θεοῦ, ποιοῦ τὴν κρίσιν, καὶ τῶν ἡμαρτημένων τὴν ἐξέτασιν, καὶ πάντα τὸν βίον ἀναλογιζόμενος ὑπὸ τοῦ νοῦ τὸ κριτήριον ἄγε τὰ ἁμαρτήματα· διόρθου τὰ πλημμελήματα, καὶ οὕτω μετὰ καθαροῦ τοῦ συνειδότος τῆς ἱερᾶς ἅπτου τραπέζης, καὶ τῆς ἁγίας μέτεχε θυσίας. Ταῦτα ἔχοντες ἐν νῷ, καὶ τῶν περὶ ἀκολασίας ἡμῖν εἰρημένων μεμνημένοι, καὶ ὅση κεῖται τιμωρία τοῖς ἁπλῶς καὶ ἀκολάστως ὁρῶσι τὰς τῶν γυναικῶν ὄψεις, καὶ πρὸ τῆς γεέννης τοῦ Θεοῦ τὸν φόβον καὶ τὴν ἀγάπην πρὸ ὀφθαλμῶν ἔχοντες, πανταχόθεν ἑαυτοὺς καθαίροντες, οὕτω καὶ προσίωμεν τοῖς ἱεροῖς μυστηρίοις, ἵνα μὴ εἰς κρῖμα καὶ κατάκριμα, ἀλλ' εἰς σωτηρίαν καὶ ὑγίειαν ψυχῆς, εἰς παῤῥησίαν διηνεκῆ τῆς σωτηρίας ταύτης ἀπολάβωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg027.local001/.
