# De paenitentia (homiliae 1-9) 5.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9), ΛΟΓΟΣ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ καὶ κατανύξεως, καὶ ὅτι ταχὺς ὁ Θεὸς εἰς σωτηρίαν καὶ βραδὺς εἰς τιμωρίαν· ἐν ᾧ καὶ περὶ τῆς Ῥαὰθ παράδοξος ἱστορία.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-paenitentia-homiliae-1-9/5.1-5

Καὶ ὅρα μοι τὸ ξένον τῆς φιλανθρωπίας κήρυγμα· ὁ λέγων ἐν τῷ νόμῳ· Οὐ μοιχεύσεις, οὐ πορνεύσεις, μεταβαλὼν τὸ ῥῆμα διὰ φιλανθρωπίαν, βοᾷ διὰ τοῦ μακαρίου Ἰησοῦ· Ῥαὰβ ἡ πόρνη ζήτω. Ἰησοῦς ἐκεῖνος ὁ Ναυῆ υἱὸς ὁ λέγων, Ἡ πόρνη ζήτω, εἰκὼν ἦν τοῦ Κυρίου Ἰησοῦ τοῦ λέγοντος· Πόρναι καὶ τελῶναι προάξουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ ζῇν ὀφείλει, διὰ τί πόρνη; εἰ πόρνη, διὰ τί ζήτω; Λέγω, φησὶ, τὴν προτέραν κατάστασιν, ἵνα θαυμάσῃς τὴν δευτέραν μετάστασιν. Καὶ τί ἐποίησε, φησὶν, ἡ Ῥαὰβ σωτηρίας πρόξενον; ὅτι ἐδέξατο τοὺς κατασκόπους μετὰ εἰρήνης; Τοῦτο καὶ πανδοχεύτρια ποιεῖ. Ἀλλ' οὐκ ἀπὸ τῆς λέξεως μόνης καρποῦται τὴν σωτηρίαν, ἀλλὰ προηγουμένως ἀπὸ τῆς πίστεως, καὶ τῆς πρὸς Θεὸν διαθέσεως. Καὶ ἵνα μάθῃς τὴν ὑπερβολὴν τῆς ἐν αὐτῇ πίστεως, ἄκουε αὐτῆς τῆς Γραφῆς διηγουμένης τὰ μεμαρτυρημένα αὐτῇ κατορθώματα. Ἦν ἐν πορνείῳ, ὥσπερ μαργαρίτης ἐν βορβόρῳ συμπεφυρμένος, χρυσὸς ἐν πηλῷ διεῤῥιμμένος, ἄνθος εὐσεβείας ἀκάνθαις κεχωσμένον, εὐσεβὴς ψυχὴ ἐν ἀσεβείας χώρῳ κατεκέκλειστο. Καί μοι πρόσεχε τὸν νοῦν ἀκριβῶς. Ἐδέξατο τοὺς κατασκόπους, καὶ ὃν προέδωκεν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, τοῦτον ἐκήρυξεν ἡ Ῥαὰβ ἐν τῷ πορνείῳ. Οἷον τί λέγω, ὁ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ; Ὅτε τὸ ὄρος ἐπεπλήρωτο νεφέλης, καὶ γνόφου, καὶ σαλπίγγων, καὶ ἀστραπῶν, καὶ τῶν ἄλλων φοβήτρων, ἤκουσε παρὰ τοῦ Θεοῦ ἐκ μέσου τοῦ πυρός· Ἄκουε Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι· ἐγὼ ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν ἐμοῦ Θεὸς οὐκ ἔστι· ταῦτα ἀκούων ὁ Ἰσραὴλ, μόσχον ἐχώνευσε, καὶ Θεὸν ἠθέτησεν· ἠγνόησε τὸν Δεσπότην, ἀπέγνω τὸν εὐεργέτην, καὶ λέγει τῷ Ἀαρών· Ποίησον ἡμῖν θεούς. Εἰ θεοὺς, διὰ τί ποίησον; πῶς θεοὶ τὰ γινόμενα; Οὕτως ἡ κακία τυφλώττουσα, αὐτὴ ἑαυτῇ μάχεται, καὶ ἑαυτὴν ἀφανίζει. Εἷς ἐγένετο μόσχος, καὶ βοᾷ ὁ ἀχάριστος Ἰσραήλ· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου. Οὗτοι οἱ θεοί· ἕνα βλέπει μόσχον, ἓν τὸ γινόμενον εἴδωλον, διὰ τί οὖν, Οὗτοι οἱ θεοί; Ἵνα δείξῃ, ὅτι οὐχ ὃ βλέπει μόνον προσκυνεῖ, ἀλλὰ πολυθεΐαν φαντάζεται· τὴν γνώμην ἑρμηνεύει, οὐ τὸ φαινόμενον κρίνει. Ἵνα δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν πάλιν, ἃ ἤκουσεν Ἰσραὴλ, ὁ τοσούτοις περιστοιχιζόμενος θαύμασι, καὶ τοσούτῳ νόμῳ παιδαγωγούμενος, καὶ ἠρνήσατο, ταῦτα ἡ Ῥαὰβ ἀποκεκλεισμένη ἐν τῷ πορνείῳ κηρύττει· λέγει γὰρ τοῖς κατασκόποις· Ἔγνωμεν ὅσα ἐποίησεν ὁ Θεὸς ὑμῶν τοῖς Αἰγυπτίοις. Ὁ Ἰουδαῖος λέγει· Οὗτοι οἱ θεοί σου οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου, καὶ ἡ πόρνη, οὐ θεοῖς, ἀλλὰ Θεῷ ἐπιγράφει τὴν σωτηρίαν. Ἔγνωμεν ὅσα ὁ Θεὸς ὑμῶν ἐποίησε τοῖς Αἰγυπτίοις ἐν τῇ ἐρήμῳ, καὶ ἠκούσαμεν, καὶ ἐτάκη ἡμῶν ἡ καρδία, καὶ ἰσχὺς ἐν ἡμῖν οὐκ ἔστιν. Ἔγνωμεν ὅσα ὁ Θεὸς ὑμῶν ἐποίησε. Βλέπεις πῶς ἀναλαμβάνει τοῦ νομοθέτου τὸ ῥῆμα διὰ πίστεως; Καὶ οἶδα, ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν αὐτοῦ Θεὸς οὐκ ἔστιν. Εἰκὼν τῆς Ἐκκλησίας ἡ Ῥαὰβ τῆς ποτε πεφυρμένης τῇ πορνείᾳ τῶν δαιμόνων, δεχομένης δὲ νῦν τοὺς τοῦ Χριστοῦ κατασκόπους, οὐ τοὺς παρὰ Ἰησοῦ τοῦ Ναυῆ, ἀλλὰ τοὺς ἀποστόλους τοὺς παρὰ Ἰησοῦ τοῦ ἀληθινοῦ Σωτῆρος ἀπεσταλμένους. Ἔγνων, φησὶν, ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν αὐτοῦ Θεὸς οὐκ ἔστι. Ταῦτα παρέλαβον οἱ Ἰουδαῖοι, καὶ οὐκ ἐφύλαξαν· ταῦτα ἤκουσεν ἡ Ἐκκλησία, καὶ διετήρησεν. Ἀξία τοίνυν ἐπαίνου παντὸς Ῥαὰβ, ἡ εἰκὼν τῆς Ἐκκλησίας. Διὰ τοῦτο καὶ ὁ γενναῖος Παῦλος, καταμαθὼν αὐτῆς τὸ ἀξίωμα τῆς πίστεως, καὶ οὐκ ἀδόκιμον ἡγησάμενος διὰ τὴν προτέραν κατάστασιν, ἀλλὰ δόκιμον διὰ τὴν ἔνθεον μεταβολὴν, συναριθμεῖ αὐτὴν τοῖς ἁγίοις πᾶσι, καὶ εἰρηκώς· Πίστει Ἄβελ θυσίαν προσήνεγκε· πίστει Ἀβραὰμ τὸ καὶ τὸ ἐποίησε· πίστει Νῶε κιβωτὸν εἰργάσατο· πίστει Μωϋσῆς τὰ καὶ τὰ ἐποίησε καὶ κατώρθωσε· καὶ πολλῶν ἐφεξῆς μνησθεὶς ἁγίων, τὸ τελευταῖον ἐπήγαγε· Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα. Καὶ ὅρα πῶς μετὰ πολλῆς σοφίας ἐκέρασε τὴν ἑαυτῆς εὐγνωμοσύνην. Ὅτε γὰρ ἀπεστάλησαν παρὰ τοῦ βασιλέως ζητοῦντες τοὺς κατασκόπους, λέγουσιν αὐτῇ· Εἰ εἰσῆλθον πρὸς σὲ ἄνδρες; Ἡ δὲ πρὸς αὐτούς· Ναὶ, φησὶν, εἰσῆλθον. Πρῶτον οἰκοδομεῖ τὴν ἀλήθειαν, καὶ οὕτως ἐπάγει τὸ ψεῦδος. Οὐδέποτε γὰρ καθ' αὑτὸ τὸ ψεῦδος πιστεύεται, ἐὰν μὴ προλαβὸν ἐνδείξηται τὴν ἀλήθειαν· διὰ τοῦτο οἱ πιθανῶς ψευδόμενοι πρῶτον λέγουσι τἀληθῆ καὶ πᾶσιν ὡμολογημένα, καὶ τότε ἐπάγουσι τὰ ψευδῆ καὶ ἀμφιβαλλόμενα. Εἰσῆλθον πρὸς σὲ κατάσκοποι; Λέγει, Ναί· εἰ γὰρ εἶπεν ἐξ ἀρχῆς, Οὒ, προεκαλεῖτο εἰς ἔρευναν τοὺς ἐπελθόντας· ἀλλὰ, Καὶ εἰσῆλθον, φησὶ, καὶ ἐξῆλθον τῇδε τῇ ὁδῷ, καταδιώξατε, καὶ καταλήψεσθε αὐτούς. Ὢ καλοῦ ψεύδους· ὢ καλοῦ δόλου οὐ προδιδόντος τὰ θεῖα, ἀλλὰ φυλάττοντος τὴν εὐσέβειαν. Εἰ τοίνυν τὴν Ῥαὰβ ἐκείνην ἡ μετάνοια σωτηρίας τοσαύτης ἠξίωσε, καὶ διὰ στόματος ἁγίων κηρύττεται, Ἰησοῦ μὲν τοῦ Ναυῆ βοῶντος ἐν τῇ ἐρήμῳ· Ζήτω Ῥαὰβ ἡ πόρνη, Παύλου δὲ λέγοντος, Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, πόσῳ μᾶλλον ἡμεῖς, ἐὰν προσάγωμεν τὴν μετάνοιαν, δεξόμεθα τὴν σωτηρίαν; Μετανοίας νῦν ὁ παρὼν καιρός· πολὺς γὰρ ὁ φόβος τῶν ἐπικειμένων ἡμῖν ἁμαρτημάτων, ἂν μὴ προλάβοι τὴν τιμωρίαν ἡ μετάνοια. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει· σβέσωμεν τὴν πυρκαϊὰν τῶν ἁμαρτημάτων, οὐχ ὕδασι πολλοῖς, ἀλλὰ μικροῖς δάκρυσι. Πολὺ τὸ πῦρ τῆς ἁμαρτίας, καὶ ὀλίγῳ δακρύῳ σβέννυται· τὸ γὰρ δάκρυον σβέννυσι πυρκαϊὰν ἁμαρτημάτων, καὶ ἀποπλύνει δυσωδίαν ἁμαρτίας. Μαρτυρεῖ Δαυῒδ ὁ μακάριος λέγων, καὶ δεικνύων τὴν δύναμιν τῶν δακρύων ὅσον ἰσχύει· Λούσω γὰρ, φησὶ, καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ μὴν εἰ τὴν ἀφθονίαν ἐβούλετο δεῖξαι τῶν δακρύων, ἤρκει τὸ εἰπεῖν· Ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Διὰ τί οὖν προέταξε τὸ, Λούσω; Ἵνα δείξῃ ὅτι λουτρόν ἐστι καὶ καθάρσιον ἁμαρτημάτων τὰ δάκρυα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg027.local001/.
