# De paenitentia (sermo 1) [Sp.] 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (sermo 1) [Sp.], Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-paenitentia-sermo-1-sp/1.1

Ἀεὶ μὲν μνημονεύειν Θεοῦ καλὸν, καὶ πάνυ καλόν· καὶ τί ἂν γένοιτ' ἂν τούτου κάλλιον; Ἡ γὰρ τῶν κριμάτων αὐτοῦ μνήμη παράκλησιν παρέχει, καθώς φησιν ὁ Προφήτης· Ἐμνήσθην τῶν κριμάτων σου τῶν ἀπ' αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Πόσην λοιπὸν παράκλησιν καὶ παραμυθίαν εἰκὸς καὶ εὐφροσύνην ὑποδέχεσθαι τὸν ἀεὶ τοῦ Θεοῦ μνημονεύοντα; καθὼς πάλιν ὁ αὐτὸς Προφήτης λέγει· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην. Καὶ γενόμενος ἐν ἀπολαύσει τῆς ἐκ τῆς μνήμης ταύτης εὐφροσύνης, οὐκ ἔτι ἠνέσχετό τι ἄλλο ἐπὶ μνήμης φέρειν, εἰ μὴ μόνον τοῦ Θεοῦ, λέγων· Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου· καὶ πάλιν, Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Καὶ ἀλλαχοῦ πάλιν καθολικώτερον λέγει· Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς. Ὁρᾷς ὅσην ὠφέλειαν παρέχει ἡ τοῦ Θεοῦ μνήμη; ὁρᾷς ὅσην ἰσχὺν παρέχει, ὡς καὶ τὰ πέρατα τῆς οἰκουμένης ἑλκύσαι πρὸς ἑαυτήν; Καὶ οὐ μόνον εἰδωλολατρείας ἠλευθέρωσεν, ἀλλὰ καὶ αὐτῆς τῆς μνήμης αὐτῶν λήθην ἐνεποίησεν. Ἑλκυσθέντα γὰρ ὑπὸ τῆς τοῦ Θεοῦ μνήμης καὶ φωτισθέντα καὶ γνωρίσαντα Θεὸν ἀληθινὸν, λέγουσι περὶ τῶν ματαίων εἰδώλων· Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Εἶδες μνήμης Θεοῦ ἰσχύν; εἶδες ἀλλοίωσιν ἀγαθήν; εἶδες μετοικεσίαν ἐπαινουμένην; Ἀληθῶς Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, ἤγουν τῆς Χριστοῦ ἐπιδημίας, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, δι' οὗ τὰ πάντα ἐγένετο. Λοιπὸν καλῶς ἐν ἀρχῇ τοῦ λόγου εἶπον, ὅτι πάντων τῶν καλῶν κάλλιον τὸ μνημονεύειν Θεοῦ. Ταύτης τῆς μνήμης ἐν πείρᾳ γενόμενος ὁ Προφήτης, καὶ τὴν ἐξ αὐτῆς ὠφέλειαν ἐπιλαβόμενος, πάντων ἡδονῶν τε καὶ τῶν τερπνῶν ὥσπερ ἐπιλαθόμενος, ἕως καὶ τοῦ φαγεῖν τὸν ἄρτον, ἔλεγε· Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου· καὶ, Οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου. Τῆς τοιαύτης μνήμης τὴν ὠφέλειαν καὶ ὁ Ἀπόστολος εὑρὼν καὶ γευσάμενος ἔλεγεν, οὐ πρὸς Τιμόθεον μόνον, ἀλλὰ πρὸς πάντα ἄνθρωπον, Τιμοθέῳ λέγων· Μνημόνευε Χριστὸν Ἰησοῦν ἐγηγερμένον ἐκ νεκρῶν. Καὶ ὥσπερ ὁ ἔχων θησαυρὸν ἔν τινι τόπῳ κεκρυμμένον, πᾶσαν ὥραν, ἡμέραν τε καὶ νύκτα ὅλος ὁ νοῦς αὐτοῦ ἐκεῖ ἐστι, καὶ ὥσπερ τις σιδηροδέσμιος παραμένει, καὶ οὔτε κἂν βραχὺ τοῦ τόπου ἀφίσταται, καθὼς καὶ ὁ Κύριος εἶπεν, Ὅπου ὁ θησαυρὸς, ἐκεῖ ἐστι καὶ ἡ καρδία ὑμῶν· οὕτω καὶ ὁ ἐπιθυμῶν ἐκείνης τῆς ὡραιότητος καὶ τῆς ἐλεύσεως τοῦ ἐπουρανίου νυμφίου, ἀεὶ αὐτοῦ ἐκείνου μόνου μνημονεύει, ἑλκόμενος ὑπὸ τοῦ θείου ἔρωτος καὶ τῆς ἀκορέστου ἐπιθυμίας, ψάλλων ἀεὶ μετὰ τοῦ ἱεροψάλτου Δαυῒδ τὸ, Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην. Τοῦτο καὶ ὁ Κύριος ἐνετείλατο ἡμῖν λέγων· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁρᾷς πῶς μνημονεύεσθαι θέλει παρ' ἡμῶν αὐτῶν ὁ Κύριος; Μνημονεύσωμεν οὖν φιλόχριστοι τοῦ Θεοῦ πάντοτε, καὶ μὴ ἐπιλαθώμεθα, ἵνα μὴ καὶ ἡμᾶς ὀνειδίσῃ τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε. Ἀλλὰ τοῦ μὲν μνημονεύειν Θεοῦ μὴ παυσώμεθα, καὶ ὑπὲρ τοῦ μνημονευθῆναι ἡμῶν, αὐτῷ κράζειν μὴ ὀκνήσωμεν· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὥσπερ δὲ καλὸν μνημονεύειν Θεοῦ διὰ τὴν ἀκόρεστον ἐκείνην εὐφροσύνην, οὕτω πάλιν μέγα κέρδος καὶ ὠφέλειαν ἔχοι ἂν ἡ μνήμη, οὐ μόνον τῶν τερπνῶν καὶ λοιπῶν χαροποιῶν, ἀλλὰ καὶ τῶν σκυθρωπῶν καὶ λυπηρῶν. Καὶ γὰρ τῶν τοιούτων ἐννοεῖν βελτιώτερον ἀπεργάζεται τὸν μνήμονα, καὶ σπουδαιότερον γενέσθαι παρασκευάζει. Καὶ ποίων, φησὶ, σκυθρωπῶν; Οὐκ ἀγνοεῖς, ὡς οἶμαι, ἤδη καὶ διδαχθῆναι ζητεῖς; Ἄκουσον ἐκ τῶν πολλῶν ὀλίγα, τοῦ βασανιζομένου πλουσίου οἰκτρὰς φωνὰς πρὸς τὸν φιλόξενον πατριάρχην Ἀβραὰμ γενομένας· ὅστις διὰ τὴν ἑαυτοῦ ἀσπλαγχνίαν οὐκ ἴσχυσε τὸ δεινὸν ἐκεῖνο καὶ φοβερὸν χάσμα παρελθεῖν, ὅπερ ὤρυξεν αὐτῷ ἡ ἀσπλαγχνία· ὁμοίως δὲ καὶ τῶν πέντε μωρῶν παρθένων, ἅσπερ τὸ ἀνέλεον ὁμοίως ἔξω τοῦ μακαρίου νυμφῶνος ἀποκλεισθῆναι κατεδίκασεν· εἶτα τῶν ἐξ εὐωνύμων πάλιν τὸν ὀνειδισμὸν, τὴν αἰσχύνην, τὴν ἐντροπὴν, καὶ τέλος καὶ ἐπώδυνον ἀπόφασιν, τὸ, Πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι. Ἐννόει δὲ κἀκεῖνον καὶ μάλιστα τὸν τὰς χεῖρας καὶ πόδας δεσμευθέντα, καὶ τοῦ βασιλικοῦ καὶ ἐνδόξου γάμου μετὰ μεγάλης αἰσχύνης ἐκβληθέντα, καὶ εἰς τὸν ἔκθαμβον καὶ φρικτὸν ἐκεῖνον τόπον ἐξορισθέντα. Ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· οὗ καὶ μόνον ἡ ἀκοὴ βάσανον ἐμποιεῖ. Καὶ γὰρ καὶ τῶν τοιούτων μνημονεύειν, καθὼς προειρήκαμεν, οὐ μικρὸν κέρδος ψυχῆς· τὸ μὲν γὰρ Θεοῦ μνημονεύειν, ὡς ὁ λόγος, εὐφραίνει τὸν μνήμονα, καὶ ἐπὶ τὰ ὑψηλὰ ἕλκει· ἡ δὲ τῶν σκυθρωπῶν μνήμη φόβον ἐπάγει καὶ κατάνυξιν, καὶ ἐναγώνιον καὶ σπουδαῖον καθιστᾷ τὸν ἄνθρωπον. Τίς γὰρ ἐπὶ μνήμης φέρων τὴν ἀπαραμύθητον ἐκείνην ἀποτυχίαν, οὐ κατανύγεται καὶ ὀδύρεται καὶ συντρίβει τὴν ἑαυτοῦ καρδίαν; τίς οὐ βρέχει δάκρυσι καὶ τὴν κλίνην καὶ τὸ στῆθος καὶ ὅλον τὸ σῶμα, ἐννοῶν τὴν τοσαύτην ζημίαν, καὶ μάλιστα μὴ ἔχουσαν παντελῶς παρηγορίαν ἢ παράκλησιν; Πᾶσα γὰρ ἀστοχία ἢ ναυάγιον πρὸ τελευτῆς ἔχει διόρθωσιν καὶ παραμυθίαν. Εὑρίσκει γὰρ ἕκαστος ἀντὶ ὧν ἀπώλεσεν ἕτερα τῆς πανηγύρεως τέως ἱσταμένης, καὶ παραμυθεῖται τὴν ἑαυτοῦ θλῖψιν. Ἡ δὲ μετὰ τὴν ἔξοδον ἀποτυχία ἀπαραμύθητον ἔχει πένθος· ἀνακαλέσασθαι γὰρ ὃ ἀπώλεσεν οὐ δύναται. Κἂν γὰρ ταράσσηται, κἂν στενάζῃ, κἂν ὀδύρηται, ἢ καὶ δάκρυα ἐκχέῃ, κἂν φωνὰς ὑψηλὰς ἐπαφίῃ, πάντα ἀπρόσδεκτα. Διὰ τοῦτο πᾶσα Γραφὴ βοᾷ, διὰ τοῦτο πᾶσα σπουδὴ ἐνομοθετήθη, διὰ τοῦτο ἀγῶνες, διὰ τοῦτο προσευχαὶ καὶ δεήσεις, διὰ τοῦτο κλαυθμοὶ καὶ ἀγρυπνίαι, διὰ τοῦτο χαμευνίαι, τῆξις σώματος, ξηροφαγίαι, ἀποταγαὶ, παρθενία, πτωχεία πνεύματος, διακονίαι, ἐλεημοσύναι, ἀναχώρησις κόσμου· διὰ τοῦτο ὑπομονὴ τῶν ἐπερχομένων, καὶ ἀνοχὴ ἀτιμίας καὶ μίσους καὶ διωγμῶν καὶ ἐμπτυσμάτων καὶ ῥαπισμάτων καὶ πάντων τῶν πειρασμῶν, κατὰ μίμησιν τοῦ Κυρίου καὶ Στεφάνου καὶ λοιπῶν ἁγίων, ἵνα μὴ ἐν τῇ ὥρᾳ ἐκείνῃ ἀστοχήσωμεν τὴν δεινὴν ἀστοχίαν, καὶ μάλιστα ἔχοντες ὑπὲρ πᾶσαν πόλιν καὶ πᾶν ὀχύρωμα τὰς τοῦ Κυρίου ἡμῶν ἐντολάς. Ποίας; Τὸ, Ἐγὼ μεθ' ὑμῶν εἰμι· τὸ, Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· καὶ, Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα· Τηρεῖτε τὴν κεφαλήν· Παντὸς γὰρ ἀνδρὸς ἡ κεφαλὴ ἐγώ εἰμι· Τηρεῖτε τὴν κεφαλήν· Μὴ ἐπιλάθησθε Κυρίου τοῦ Θεοῦ· Ἔχοντες τὴν ἀπολύτρωσιν τῶν ψυχῶν ὑμῶν ἐν τῷ σώματι καὶ αἵματί μου· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν καὶ ὑμῶν σωτηρίαν. Ὁρᾷς πῶς ἐντέλλεται μὴ ἐπιλανθάνεσθαι αὐτοῦ, καὶ πῶς προτρέπεται ἀεὶ μνημονεύειν αὐτοῦ, καθὼς καὶ προείρηται; Διὰ τοῦτο λέγω πρὸς πάντα ἄνθρωπον, καθάπερ καὶ Παῦλος Τιμοθέῳ γράφων· Τέκνον Τιμόθεε, ἀεὶ μνημόνευε καὶ μηδέποτε ἐπιλάθῃ Θεοῦ τοῦ τρέφοντός σε, μηδὲ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Μνημόνευε δὲ συνεχῶς μάλιστα τὰς φοβερὰς ἐκείνας τοῦ δικαστοῦ φωνὰς, ἃς πρὸς τοὺς ἐξ εὐωνύμων ἀσπλάγχνους ἐφθέγξατο, ἔτι δὲ καὶ πρὸς τὰς μωρὰς πέντε παρθένους· ὁμοίως καὶ πρὸς τὸν ἀνηλεῆ ἐκεῖνον πλούσιον διὰ τοῦ πατριάρχου Ἀβραὰμ διελέχθη· πρὸς τούτοις δὲ καὶ πρὸς τὸν ἄλλον πλούσιον καὶ πλεονέκτην τὸν τὰς ἀποθήκας πλατύναντα εἰς ἄμετρον ἔκτασιν. Ἆρα ἐπίστασαι ὁποία πρὸς ἀμφοτέρους αὐτῶν ἀπόφασις δέδοται; ἆρα μνημονεύεις τὰς τοιαύτας σκυθρωπὰς φωνάς; ἆρα κατέχεις κἂν βραχύ τι ῥῆμα ἐν τῇ καρδίᾳ σου ἐκ τῶν ἀναγνωσθέντων θείων ῥημάτων; Καὶ εἰ ταῦτα οὐ γινώσκεις, τί λοιπὸν συνάγῃ εἰς τὴν ἐκκλησίαν, εἰπέ μοι; οὐχὶ ἵνα ἀκούσῃς τὰς φωνὰς, σπεύδεις συνάγεσθαι καὶ ὠφεληθῆναι; Εἰ μὲν οὖν διὰ τοῦτο συνάγῃ ἐν τῇ ἐκκλησίᾳ, ἡ σπουδή σου ἐπαινετὴ, καὶ πληροῦται ἐπὶ σὲ τὸ τοῦ Κυρίου λόγιον· Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει. Οἶδα γὰρ πολλοὺς συνερχομένους, οὐ διὰ Θεὸν, οὐδὲ δι' ἀκρόασιν τῶν ἁγίων αὐτοῦ ῥημάτων. Τοὺς μὲν γὰρ ὁρῶ νυστάζοντας, τοὺς δὲ ὧδε κἀκεῖσε μετεωριζομένους, ἄλλους πρὸς φίλους διαλεγομένους· καὶ ὁ μὲν Κύριος ἡμῶν πρὸς ἡμᾶς διαλέγεται εὐσπλάγχνῳ φωνῇ λέγων, Ὑμεῖς φίλοι μού ἐστε· ἡμεῖς δὲ ἐκεῖνον καταλιπόντες λαλοῦντα, τοὺς φίλους ἐντιμοτέρους ἐποιησάμεθα. Ἑτέρους ὁρῶ ἀτάκτως θορυβοῦντας, καὶ ταῦτα τολμῶσιν ἔτι τοῦ Θεοῦ λαλοῦντος πρὸς ἡμᾶς. Ὢ τῆς βαθείας ἀφροσύνης, ὢ τῆς ἀνιάτου ἀναισχυντίας, ὢ τῆς χαλεπῆς παραφρονήσεως. Βασιλεὺς ὁμοιοπαθὴς ἡμῖν πολλάκις διαλέγεται πρὸς τὸν λαὸν, καὶ πάντες ὥσπερ ἄψυχοι στῆλαι ἄφθογγοι μένουσιν, ἄχρις ἂν καταπαύσῃ ὁ λαλῶν. Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ γράμματα αὐτοῦ πολλάκις ἀναγινωσκόμενα, ἐν τόπῳ πολλὴν ἡσυχίαν ποιοῦσι τοῖς περιεστῶσιν ἀκροαταῖς, ὡς δοκεῖν μὴ εἶναι ἐκεῖσέ τινα, ἀλλ' ἢ μόνον τὸν ἀναγινώσκοντα τὰ τοῦ βασιλέως γράμματα. Ἐνταῦθα δὲ προφῆται καὶ ἀπόστολοι καὶ πατριάρχαι, οἱ πάντων βασιλέων ὑψηλότεροι, διαλέγονται, τί βούλεται Θεὸς καὶ πῶς θεραπεύεται, καὶ ποίῳ τρόπῳ δυνησόμεθα διαπερᾶσαι τὴν χαλεπὴν θάλασσαν τοῦ βίου· ἡμεῖς δὲ λῆρον τὰ ῥήματα ἡγούμεθα, καὶ μᾶλλον ἀργοῖς ῥήμασι προσκαρτεροῦντες, ἀνάπαυσιν λογιζόμεθα. Ἆρα θεραπεύεται ἐπὶ τούτοις ὁ Κύριος, ὁ εἰπὼν πρὸς τοὺς ὁμιλοῦντας πρὸς ἡμᾶς ἁγίους, Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου; Καὶ τί λέγω περὶ λειτουργῶν καὶ δούλων; Αὐτοῦ τοῦ πάντων Δεσπότου καὶ βασιλέως τῆς δόξης, ὃν φρίττει πᾶσα ἡ κτίσις, καὶ ὑμνεῖ πᾶσα πνοὴ, διὰ τῶν ἀχράντων Εὐαγγελίων διαλεγομένου πρὸς ἡμᾶς, νουθετοῦντος, ἀπειλοῦντος, παρακαλοῦντος, προσκαλουμένου, τὴν ἀπλήρωτον αὐτοῦ καὶ ἀκήρατον βασιλείαν δωρουμένου, οὕτως αὐτῷ προσέχομεν, ὡς ὅτε ἀσθενὴς ἢ πτωχὸς ἄνθρωπος πρὸς ἡμᾶς ἀδολεσχεῖ διαλεγόμενος, καὶ οὐδὲ κἂν ὡς φίλου τινὸς προσέχομεν. Ὄντως Μάταιοι υἱοὶ τῶν ἀνθρώπων· ὄντως εὔκαιρον πρὸς τοὺς τοιούτους εἰπεῖν, Μωροὶ, πότε φρονήσετε; Ἁρμόσει δὲ πρὸς αὐτοὺς καὶ ἕτερος τοῦ προφήτου στίχος ὁ λέγων, Ἐξέλειπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν· τὸν γὰρ ἀγγελικὸν ὕμνον καὶ τὰ θεῖα ῥήματα ἀποβαλόντες καὶ λῆρον ἡγησάμενοι, ἠγάπησαν ἀργολογίαν, καὶ προσελάβοντο ὕπνον. Ὕπνος δὲ τῶν τοιούτων οὐχ ὁ ὕπνος οὗτος, ἀλλ' ἡ ῥᾳθυμία ὁ χαλεπὸς ὕπνος τῆς ψυχῆς, ὁ ζημιωτὴς τῶν χαυνοτέρων, ἡ τυφλότης τῆς καρδίας, ἡ συλήτρια τῶν θησαυρῶν τοῦ Πνεύματος· περὶ οὗ ὁ Προφήτης ἐδέετο τοῦ Θεοῦ λέγων· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον· περὶ οὗ καὶ Σολομὼν ἐντρεπτικώτερον ἔγραψε λέγων, Πότε ἐξ ὕπνου ἐγερθήσῃ; οἳ καὶ ἀκούσονται τὸ, Τί ἑστήκατε ὅλην τὴν ἡμέραν, ἤγουν ὅλον τὸν βίον ἀργοί; Οἱ τοιοῦτοι καὶ ἐν ταῖς συνάξεσιν ἀσύντακτοι, καὶ ἐν ἑορταῖς ἀνέορτοι, καὶ ἐν ταῖς εὐχαῖς ἀνευλόγητοι, ἐν τῇ μνήμῃ τῶν ἁγίων ἀμνημόνευτοι, ἐν τῷ τὴν εἰρήνην διδόναι ἀδόκιμοι, ἐν τῇ ἐκκλησίᾳ ἀνέτοιμοι, ἐν τῇ μεταλήψει ἀνάξιοι, ἐν τῇ κοιμήσει τῆς ἐξόδου τεταραγμένοι καὶ ἔμφοβοι καὶ κατηφεῖς καὶ σκοτεινοὶ καὶ ἀπεγνωσμένοι· περὶ ὧν ὁ Προφήτης προεκήρυξεν, ὅτι Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (sermo 1) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg269.local001/.
