# De paenitentia (sermo 1) [Sp.] 4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (sermo 1) [Sp.], Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-paenitentia-sermo-1-sp/4.1

Εἴδετε ἀπόφασιν χαλεπὴν καὶ ὀδυνηρᾶν; εἴδετε ἀποτυχίαν μὴ ἔχουσαν παντελῶς παραμυθίαν; εἴδετε ζημίαν τὴν ὑπὲρ πᾶσαν ζημίαν, ἠκούσατε τὴν φρικτὴν τῶν ἀσπλάγχνων ἀποδημίαν; ἠκούσατε τὸ κατοικητήριον τῶν μὴ ἐλεούντων; ἔγνωτε ποῦ ἐκπέμπονται οἱ ἀπηνεῖς; ἐμάθετε εἰς ποίαν χώραν μακρὰν ἀποδημοῦσιν οἱ καταπονοῦντες καὶ θλίβοντες τοὺς ἀδυνάτους; Βούλεσθε πάλιν ἀκοῦσαι εἰς ποίαν ἀνάπαυσιν καὶ τρυφὴν ἀπέρχονται· Εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἄσπλαγχνοι, φρίξατε καὶ ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν· ἀνελεήμονες τρομάξατε καὶ μάθετε ἐλεεῖν, τύραννοι ἰλιγγιάσατε καὶ παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν· ἅρπαγες, πτήξατε καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθῆτε. Πάντες ἐννοῶμεν τὴν φοβερὰν ὥραν τοῦ λογοθέτου, καὶ ἕκαστος ἀποστρέψωμεν ἀπὸ τῆς ὁδοῦ ἡμῶν τῆς πονηρᾶς· μιμησώμεθα τοὺς Νινευΐτας, καὶ γενώμεθα ἕτοιμοι, ὡς ὁ Κύριος ἐνετείλατο. Εἶχον ἂν εἰπεῖν καὶ φανερῶσαι καὶ περὶ τοὺς ἐν ἀσωτίᾳ τοὺς χιτῶνας μολύναντας, καὶ μετ' αἰσχύνης τοῦ βασιλικοῦ γάμου καὶ τῆς χαρᾶς ἐκείνης καὶ δόξης ἐκβαλλομένους εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἀλλ' ἀποδώσωμεν τέως τὰ περὶ τῶν ἀσπλάγχνων τὰ ἀκόλουθα· ἔτι γὰρ ὑπολείπεται ἡ περὶ αὐτῶν τραγῳδία. Καὶ γὰρ καὶ αἱ πέντε μωραὶ παρθένοι παρὰ τῆς αὐτῆς ἀσπλαγχνίας ἀπεκλείσθησαν, οὐχὶ δὲ διὰ τὴν παρθενίαν· παρθένοι γὰρ ἐτύγχανον· οὐ διὰ νηστείαν, οὐ δι' ἀγρυπνίαν οὐδὲ διὰ ψαλμῳδίας ὑστέρησιν, οὐ διὰ σκληραγωγίας ἢ τήξεως σώματος ἔλλειψιν· πάντα γὰρ ταῦτα κατώρθωσαν ἐν πολλῷ ἀγῶνι, καὶ κόπους πολλοὺς ἐπεδείξαντο, καὶ τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα ἐβάστασαν· ἀλλὰ δι' ἀσπλαγχνίαν. Αὕτη γὰρ ἡ μήτηρ πάντων τῶν κακῶν, ἡ γεννήτρια τοῦ μίσους, ἡ τὸν Θεὸν καὶ Πατέρα παροξύνουσα, ἡ τὸ Πνεῦμα τὸ ἅγιον ἀποδιώκουσα. Ἀσπλαγχνία, ἡ τὸν Χριστὸν, τὸν πρᾶον καὶ γαληνὸν καὶ τῆς εἰρήνης χορηγὸν καὶ ἀόργητον ὡς ὀργιζόμενον ἀποδεικνύουσα κατὰ τὸ γεγραμμένον· Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ. Τότε, πότε; Δηλονότι ὅταν μετὰ πολλῆς θλίψεως καὶ λύπης λαλήσει πρὸ αὐτοὺς, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι. Εἶδες οἵων ἀγαθῶν πρόξενος ἡ ἀσπλαγχνία γίνεται; Ταύτης γὰρ καρπὸς μισαδελφία, ταύτης γεώργημα φιλαργυρία, ταύτης ἡ θεραπεία τὸ ἀμετάδοτον, ταύτης ἡ πανήγυρις Θεοῦ θλῖψιν πεπλήρωκε, ταύτης ἡ ἀποθήκη ἀπηνείας μεστὴ, ἐν τῇ ταύτης ἀγορᾷ πάντα εὐθηνὰ, ἀστοχία δὲ καὶ λιμὸς ἐλέους Θεοῦ καὶ εὐσπλαγχνίας καὶ φιλανθρωπίας· ταύτης οἰκήτορες οἱ ἐξ εὐωνύμων, ταύτης μαθητὴς ὁ ἄσπλαγχνος πλούσιος, ὁ τόν ποτε πτωχὸν Λάζαρον πρὸς τὸν πυλῶνα αὐτοῦ παρακείμενον βδελυσσόμενος· ταύτης φίλαι καὶ μαθήτριαι αἱ πέντε μωραὶ παρθένοι, ταύτης οἱ πολῖται πᾶν εἶδος πωλοῦσι καὶ ἀγοράζουσι χωρὶς ἐλέους καὶ ἀγάπης· ὅθεν καὶ ἀκούσονται τὸ, Οὐκ οἶδα ὑμᾶς. Ταύτης οἱ κληρονόμοι ἀκούσονται τὸ, Πορεύεσθε ἀπ' ἐμοῦ· ταύτης οἱ ἔμποροι πάντα κέκτηνται χωρὶς τῆς τοῦ Θεοῦ φιλανθρωπίας· ὥσπερ καὶ αἱ προειρημέναι μωραὶ παρθένοι πάντα κατώρθωσαν, παρθενίαν, νηστείαν, ψαλμῳδίαν, ἀγρυπνίαν, ἐγκράτειαν, χαμαικοιτίαν, ξηροφαγίαν, προσευχὴν, ἀλουσίαν, κόπους καὶ ἱδρῶτας πολλοὺς, σιωπήν· ἐπὶ πᾶσι δὲ τούτοις προσελάβοντο δεινὸν κτῆμα καὶ ὀλέθριον, τὴν μισόθεον ἀσπλαγχνίαν, ἥτις πάσας αὐτῶν τὰς προειρημένας ἀρετὰς καὶ ἱδρῶτας ἀνονήτους ἀπέδειξεν. Ὢ ἀσπλαγχνία μισάδελφε καὶ μισόθεε· ὢ ἀσπλαγχνία ὀργῆς Θεοῦ ἀποθήκη· ὢ ἀσπλαγχνία κατοικητήριον ἔχον τὸ πῦρ τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Εἶδες κτῆμα μικρὸν μὲν φαινόμενον καὶ ἀφανίζον πολλὰς καὶ μεγάλας ἀρετὰς καὶ κατορθώματα; Πιστεύσατέ μοι, ἀδελφοὶ, ἔμφοβός εἰμι καὶ ἔντρομος, ἐννοῶν πῶς τὸ ἓν ἐκεῖνο πάθος πάντα ἐκεῖνα τὰ κατορθώματα ἀνόνητα καὶ ἀπρόσδεκτα ἀπέδειξεν, καὶ τοὺς ἀγωνιστὰς ἀγνωρίστους ἐποίησεν· ἤκουσαν γὰρ τὸ, Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Τίς δὲ ἡ δύναμις τοῦ ῥητοῦ; Οὐχ ὅτι ἠγνόει ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ἀλλ' ὅτι οὐ δι' αὐτὸν ἦσαν οἱ ἀγῶνες καὶ οἱ κόποι αὐτῶν, ἀλλὰ πρὸς ἐπίδειξιν ἀνθρώπων, καὶ οὐ κατὰ ἀγάπην Θεοῦ. Ὅθεν καὶ τὴν ἀσπλαγχνίαν σύμβουλον παραλαβοῦσαι, ἐστερήθησαν οὐ μόνον τοῦ ἐπουρανίου νυμφίου, ἀλλὰ καὶ τῆς ἀκορέστου θέας τοῦ ὡραιοτάτου παραδείσου. Ἔνθα γὰρ χωρὶς ἀγάπης τι ἐπιτελεῖται, ἐκεῖ ὁ Χριστὸς οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Καὶ λοιπὸν ἡ ἀσπλαγχνία ἄδειαν εὑροῦσα καὶ τόπον ἀφύλακτον σπουδαίως ἐμπηδήσασα, κατακρατεῖ καὶ κυριεύει τοῦ τόπου, ἐκδιώκει τὴν ἀγάπην, φυγαδεύει τὴν συμπάθειαν, ἐξορίζει τὸ ἔλεος, τῆς εἰρήνης τὸν ἄγγελον ἀναγκάζει ὑποχωρῆσαι καὶ λοιπὸν στερηθεὶς ὁ τόπος τῆς ἐκ Θεοῦ ἀγάπης καὶ τοῦ ἐλέους, γίνεται ὁ οἶκος ἔρημος καὶ κατοικητήριον παντὸς πάθους καὶ πνεύματος ἀκαθάρτου, καὶ γίνεται γῆ ἀλλοτρία καὶ γῆ ἐπιλελησμένη, ἔνθα Θεὸς οὐ γινώσκεται. Διὸ ἀκούουσι τὸ, Οὐκ οἶδα ὑμᾶς. Ὢ τοῦ δεινοῦ θηρίου τούτου· ποῖον καρπὸν τῆς ἀμπέλου διέφθειρε καὶ οὐκ ἐνεπλήσθη; Αὕτη γὰρ ὅλον τὸ πλῆθος τῶν ἐξ εὐωνύμων κατέπιε, πρόξενος γενομένη τοῦ πυρὸς τοῦ αἰωνίου· αὕτη τὸν τόπον εὑροῦσα ταῖς διανοίαις τῶν πέντε μωρῶν παρθένων, καὶ ἰδίας μαθητρίας ποιήσασα, καὶ τὰς θύρας τοῦ νυμφῶνος κλείσασα, ἀγνωρίστους αὐτὰς τοῦ νυμφίου παρεσκεύασεν. Ὢ κάκιστον καὶ ἀχόρταστον θηρίον· πόσους κατέπιε, πόσους ἠφάνισε, πόσους ἐφόνευσε, πόσους κατέκαυσεν ἐκείνῳ τῷ πυρί; Ἀλλ' οὐχὶ τοῖς εὐσπλάγχνοις καὶ ἐλεήμοσιν, μὴ γένοιτο· καυχᾶται γὰρ ὁ ἐλεήμων, κρίσεως μὴ πτοούμενος· Ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον· ἀλλὰ τῷ διαβόλῳ ἡτοίμασται κατὰ τὴν ἀθάνατον φωνὴν τοῦ Κυρίου, καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐγὼ δὲ λέγω, καὶ τοῖς μαθηταῖς αὐτοῦ, περὶ ὧν πρὸ μικροῦ διηγησάμεθα τῶν τε ἐξ εὐωνύμων καὶ τῶν μωρῶν παρθένων. Οὗτοι πάντες καὶ ἕως τέλους οἱ τὰ ὅμοια πράττοντες, μαθηταὶ αὐτοῦ τυγχάνουσιν. Αὕτη καὶ τὸν πλούσιον ἐκεῖνον μαθητὴν λαβοῦσα, προεξένησεν αὐτῷ τὸν τόπον ἐκεῖνον τῆς βασάνου, ἔνθα καταφλεγόμενος, ὑψηλὰς ἠφίει φωνὰς λέγων, Ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ· τοιαύτας γὰρ δωρεὰς χαρίζεται ἡ ἀσπλαγχνία τοῖς ἀγαπῶσιν αὐτήν. Αὕτη γὰρ καὶ τὸ χάσμα ἐκεῖνο τὸ ἐξαίσιον ὤρυξε πρὸ προσώπου αὐτοῦ, ἵνα μὴ ἰσχύσας ποτὲ περάσῃ εἰς τὸν τόπον ἀνέσεως, καὶ εὑρήσῃ ἀνάπαυσιν· αὕτη γὰρ ὀρυκτὴς τῶν λάκκων καὶ δημιουργὸς τυγχάνει· ἄλλην γὰρ τέχνην τὸ θηρίον τοῦτο οὐκ ἐπίσταται. Οὐαί σοι, ἀσπλαγχνία, καὶ τοῖς μαθηταῖς σου· οὐαί σοι, ἀπήνεια, καὶ τοῖς κτήτορσί σου· τί σοι τὸ ὄφελος τοσοῦτον πλῆθος ἀνθρώπων ἀποχωρίσαι ἀπὸ τοῦ Θεοῦ; Ἄκουε δῆθεν καὶ τῆς ἀσπλαγχνίας ἀποκρινομένης· Ἐμὸν ἔργον ἐστὶν ὀρύσσειν βότρους, θύρας κλείειν, σπιλοῦν χιτῶνας, κλείειν σπλάγχνα τοῦ μὴ ἐλεεῖν· ἐμὸν κέρδος, κτήσασθαι πολλοὺς φίλους καὶ ἀπολέσαι· ἐμὴ χαρὰ, περισσοτέρους ποιῆσαι μαθητὰς, καὶ τῷ ᾅδῃ παραπέμψαι· ὅτε οἱ ἐξ εὐωνύμων κατῃσχυμμένοι παρειστήκασιν ὀνειδιζόμενοι καὶ ἐγκαλούμενοι, τότε ἐγὼ ἐχόρευον· καὶ ὅτε ἐξεπέμποντο εἰς τὸ πῦρ τὸ αἰώνιον, ὅπερ ἐγὼ αὐτοῖς προεξένησα, ἐγὼ ἐσκίρτουν· ὅτε ὀδυρόμενοι ἀπήρχοντο τοὺς ὀδόντας τρίζοντες καὶ ὑπὸ δαιμόνων ὠθούμενοι, ἐγὼ ἤμην συνωθοῦσα καὶ συγχαίρουσα· καὶ ὅτε αἱ δέκα παρθένοι ἡτοιμάζοντο ἀπαντῆσαι τῷ νυμφίῳ, ἐγὼ ἐκύκλουν αὐτὰς, καὶ τὰς μὲν πέντε οὐκ ἴσχυσα ἀποστῆσαι· πολλοὺς γὰρ πένητας καὶ πτωχοὺς καὶ ἀδυνάτους εἶχον κύκλῳ αὐτῶν καὶ τηροῦντας αὐτὰς καὶ μετὰ ἀγγέλων· ἐθεώρουν δὲ καὶ δεξιὰν Κυρίου σκέπουσαν αὐτὰς, καὶ ἔφριττον· τὰς δὲ λοιπὰς πέντε εὑροῦσα γυμνὰς ἀπὸ τῆς τοῦ Θεοῦ ἀγάπης, ἐποίησα αὐτὰς μαθητρίας μου, καὶ ἔπεισα αὐτὰς μὴ ἀγοράσαι ἔλαιον, καὶ ἔσβεσα τὰς λαμπάδας αὐτῶν τῇ ἀσπλαγχνίᾳ, καὶ ἐσκότισα τὰς καρδίας αὐτῶν, καὶ λοιπὸν μὴ ἔχουσαι φῶς ἐστερήθησαν τῆς εἰσόδου. Αἱ δὲ ἄλλαι πέντε ἕτοιμαι οὖσαι συνεισῆλθον τῷ νυμφίῳ· καὶ ἐγὼ ἔκλεισα τὰς θύρας, καὶ τὰς ἐμὰς πέντε οὐ συνεχώρησα εἰσελθεῖν. Ἐμὸν γὰρ ἔργον ἐστὶ κλείειν θύρας ἔμπροσθεν τῶν ἀνθρώπων καὶ μὴ ἐᾷν εἰσελθεῖν εἰς ἐκείνην τὴν αἰώνιον ζωήν. Ὅσους πείσω γενέσθαι μου μαθητὰς, καὶ διδάξω μὴ ἀγοράζειν ἔλαιον, ἐκεῖ οὐ δύνανται εἰσελθεῖν, οὐδὲ χωρισθῆναι ἐξ ἐμοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (sermo 1) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg269.local001/.
