# De paenitentia (sermo 1) [Sp.] 5.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (sermo 1) [Sp.], Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-paenitentia-sermo-1-sp/5.1

Ὢ τοῦ δεινοῦ τούτου καὶ χαλεποῦ θηρίου, ἵνα καὶ πάλιν εἴπω, πόσον πλῆθος ἠπάτησε μὴ ἐλεεῖν, ποιῆσαν αὐτοὺς υἱοὺς γεέννης. Ἀκούσατε ἀνελεήμονες οἱ τὰ σπλάγχνα κλείοντες ἀπὸ τῶν χρείαν ἐχόντων· ἀκούσατε, οἱ ἀμετάδοτοι καὶ κακοποιοί· ὥσπερ γὰρ οἱ μὴ ἐλεοῦντες τῆς ἀσπλαγχνίας τυγχάνουσι μαθηταὶ, οὕτω καὶ οἱ θλίβοντες καὶ κακοποιοῦντες, οἱ ζημιοῦντες, οἱ τύπτοντες, οἱ φυλακίζοντες, καὶ μάλιστα ἀναιτίους, οἱ ἐκδύοντες, οἱ ἁρπάζοντες, οἱ καταδουλοῦντες ἀδελφοὺς ἐλευθέρους, οἱ λιμοκτονοῦντες τοὺς ἑαυτῶν δούλους καὶ γυμνοὺς καταλιμπάνοντες καὶ ἀφειδῶς τύπτοντες, οἱ ἐκ χηρῶν καὶ ὀρφανῶν ἀδίκως ἁρπάζοντες καὶ πλουτοῦντες· πάντες οὗτοι τῆς ἀσπλαγχνίας τέκνα καὶ μαθηταὶ τυγχάνουσιν. Ὁ Θεὸς γὰρ ὁ εὔσπλαγχνος καὶ ἐλεήμων περὶ τῶν ὑποδίκων καὶ ἀναξίων τιμωρίας ἐκέλευσεν ἀφιέναι. Οἱ ἀναιτίους καταπονοῦντες, τί πάθωσιν; Ἀκούσατε, οἱ ἀμετάδοτοι, τίνος φίλοι τυγχάνοντες οὐ γινώσκετε· ἀκούσατε, ἄσπλαγχνοι, τίνος μαθηταὶ γνώμῃ γεγόνατε· ἀκούσατε, οἱ τυραννοῦντες καὶ καταπονοῦντες ἀδελφοὺς, τίνος ὑπηρέται καὶ ὑπουργοὶ τυγχάνετε, καὶ μαθόντες ὁποίαν ἀνάπαυσιν καὶ δωρεὰν ἡτοίμασεν ὑμῖν ἐκεῖθεν, ποταμοὺς, λάκκους, καὶ χάσματα, καὶ σκότος ἐξώτερον, καὶ βρυγμὸν ὀδόντων, καὶ ἕτερα ὅμοια, φρίξατε, τρομάξατε, ἰλιγγιάσατε· καὶ καταλιπόντες ταύτην τὴν ἀναίσχυντον καὶ μισόθεον καὶ μισάδελφον ἀσπλαγχνίαν γενώμεθα μαθηταὶ τοῦ εὐσπλάγχνου καὶ ἐλεήμονος Θεοῦ τοῦ πάντων ἐλεοῦντος καὶ πάντα συγχωροῦντος. Ὅσοι μαθηταὶ καὶ φίλοι ἐστὲ τῆς ἀσπλαγχνίας, ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν· ὡς καιρὸν ἔχομεν, μάθωμεν ἐλεεῖν καὶ συμπαθεῖν, μάθωμεν συγχωρεῖν· οἱ ποτὲ τυραννήσαντες, παύσασθε, καὶ μηδένα διασείσητε, καὶ ἀρκῆσθε τοῖς ὀψωνίοις ὑμῶν· οἱ τὰ μαλακὰ φρονοῦντες καὶ τὴν ἀσπλαγχνίαν, ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν, καθὼς κελεύει ὁ Χριστὸς διὰ τοῦ στόματος Παύλου· οἱ τὰς μεγίστας οἰκίας οἰκοδομοῦντες, καὶ συνάγοντες ἐκεῖ ἅπαντα τὰ νομιζόμενα ἀγαθὰ διὰ χειρῶν καὶ ἱδρώτων τῶν πενήτων ἀσιτείᾳ καὶ ἀμισθίᾳ, μνημονεύσατε τί ἤκουσεν ὁ πρὸ ὑμῶν ἀχόρταστος πλούσιος ὁ κακοσύμβουλος, ἀποδυρόμενος δίκην πένητος ἀπεγνωσμένου, καὶ λέγοντος, Τί ποιήσω, ὅτι οὐκ ἔχω πλατυτέρας ἀποθήκας; Τούτου τὴν ἐκ Θεοῦ ἐλθοῦσαν ἀπόφασιν εἰς μνήμην ἐλθόντες, ἀνοίξατε τοὺς θησαυροὺς ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς θησαυρὸν ἀνέκλιπον ἐν τῷ οὐρανῷ, καθὼς προστάσσει ὁ Κύριος. Οἱ τὸν ἐμπαίκτην πλοῦτον ἐκ τόκου καὶ ἐξ ἀδικίας συλλέξαντες, ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ, καθὼς παρακελεύεται ὁ Δεσπότης, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίας σκηνάς· οἱ ἀδικοῦντες, ἐννοήσατε πάντες τοῦ ποιοῦντος κρῖμα τοῖς ἀδικουμένοις καὶ φρίξατε· οἱ μισθοὺς μισθωτῶν ἀποστεροῦντες, μνήσθητε τοῦ λέγοντος, Ὁ ἀποστερῶν μισθὸν μισθωτοῦ, ὡς ὁ ἐκχέων αἷμα· καὶ ὅτι ὁ ἀπεστερημένος ἀφ' ὑμῶν κράζει, Καὶ αἱ βοαὶ τῶν ἀμησάντων τὰς χώρας ὑμῶν εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσελήλυθε. Οἱ τύπτοντες ἀδελφοὺς, παύσασθε, μᾶλλον δὲ ἄρξασθε τύπτειν τὰ ἑαυτῶν πρόσωπα, μνημονεύοντες τὸ ἀφόρητον κρῖμα τῶν ῥαπισάντων τὸν ἀναμάρτητον Κύριον, ἔτι δὲ καὶ τοῦ φλαγελλώσαντος τοῦτον, καὶ στενάξατε, ὅτι πολλάκις ἐν τῷ τυπτομένῳ ἀδελφῷ ἐγκρύπτεται ὁ Χριστὸς ῥαπιζόμενος πάλιν καὶ ὑπὸ σοῦ. Καὶ γὰρ οἱ παρ' ἡμῶν ῥαπιζόμενοι τὸν Χριστὸν ἐνδέδυνται, καθώς φησιν ὁ Ἀπόστολος, ὅτι Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, δι' ὧν καὶ ἀπέθανε, μεθ' ὧν καὶ ῥαπίζεται. Ἆρα ταῦτα ἀκούων οὐ φρίττεις, οὐ τρέμεις, οὐ παύῃ τύπτειν τοὺς συνδούλους; ἆρα ταῦτα ἀκούων, οὐκ ἐνάρκησέ σου ἡ χείρ; Ἐγὼ καὶ μόνον λαλῶν ἔντρομός εἰμι· σὺ δὲ ὁ ποιῶν ταῦτα, ἆρα ποίου θηρίου γνώμην κέκτησαι, ὅτι ἀδυσώπητος ἔμεινας; ἆρα οὖν ἐν ᾧ μετρεῖς, οὐκ ἀντιμετρηθήσεταί σοι; Λοιπὸν κἂν μικρὸν παῦσαι ἀπὸ τῆς ματαιότητος, ἵνα μὴ Θησαυρίσῃς ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ· ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἀλλὰ πάλιν μικρὸν ἀναλαβὼν ὑπομνήσω ἕκαστον ὡς ἐν κεφαλαίῳ τὰ δέοντα. Οἱ ἀπηνεῖς πλούσιοι οἱ εὐφραινόμενοι καθ' ἡμέραν, μνήσθητε τοῦ ἀνελεήμονος ἐκείνου πλουσίου, ὃν οὐκ ἀφίησιν ἡ ἀσπλαγχνία διαβῆναι καὶ ἰδεῖν ἐκεῖνο τὸ χάσμα, ὅπερ ὤρυξεν αὐτῷ ἡ ἀσπλαγχνία, καὶ φρίξατε· οἱ ἐπὶ μόνῃ παρθενίᾳ ἐγκαυχώμενοι καὶ τῇ ἀπηνείᾳ πεπληρωμένοι, μὴ ἐπιλάθεσθε τῶν μωρῶν παρθένων· οἱ τὰ σπλάγχνα κλείοντες ἀπὸ τῶν χρῃζόντων, ἀεὶ ἐννοεῖτε τῶν παρισταμένων ἐξ εὐωνύμων, καὶ μετ' αἰσχύνης πολλῆς κάτω νευόντων, καὶ ἀκουόντων τῆς ὀδυνηρᾶς ἐκείνης φωνῆς, τὸ, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, καὶ φρίξατε· οἱ ἁρπάζοντες τὰ ἀλλότρια, ἀκούετε τοῦ λαλοῦντος διὰ στόματος τῶν ἁγίων, Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως, οὐκ ἀτιμώρητος ἔσται· καὶ πάλιν, Ἐγὼ Κύριος μισῶν ἅρπαγμα ἐξ ἀδικίας· καὶ ἀλλαχοῦ, Ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Οἱ ὀρφανοὺς καὶ χήρας θλίβοντες, ἐνθυμήθητε τίς ὁ τούτων προστάτης καὶ ἔκδικος· Θεὸς γὰρ, εἶπεν ὁ Δαυῒδ, ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν οἱ κατεπαιρόμενοι παρθένοι τῶν μιγάδων, μνήσθητε τοῦ εἰπόντος Χριστοῦ διὰ στόματος Παύλου, Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Οἱ δὲ τὸν ναὸν τοῦ Θεοῦ ἐν πορνείᾳ φθείροντες, ἀκούσατε τοῦ αὐτοῦ πάλιν λέγοντος· Πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Οἱ ἐν δόλῳ φιλοῦντες, ἀκούσατε καὶ μὴ ἐπιλάθεσθε τοῦ δολίου φιλήματος τοῦ παραδώσαντος Ἰούδα τὸν Ἰησοῦν· οἱ κλέπται, ἀκούσατε τί περὶ ὑμῶν ὁ Κύριος πρὸς τὸν προφήτην Ζαχαρίαν ἐλάλησεν· λέγει οὖν Τί σὺ ὁρᾷς, Ζαχαρία; Καὶ εἶπον· Δρέπανον πετόμενον· μῆκος αὐτῷ πήχεων εἴκοσι, καὶ πλάτος αὐτῷ πήχεων δέκα. Καὶ εἶπεν Κύριος· Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον τῆς γῆς· διότι πᾶς κλέπτης ἐκ τούτου ἐκδικηθήσεται ἕως θανάτου· καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου, καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τὸ ὄνομα τοῦ Θεοῦ ἐν ψεύδει, καὶ καταλύσει ἐν τῷ μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν, καὶ τὰ ξύλα αὐτοῦ, καὶ τοὺς λίθους αὐτοῦ. Ἆρα ἀρκεῖ ταῦτα, ὦ κλέπται, τοῦ παύσασθαι τοῦ χαλεποῦ δρόμου; ἢ προσενέγκω καὶ ἕτερα θεῖα ῥήματα ἀποτρέποντα καὶ κατακρίνοντα ὑμᾶς καὶ ἐκφοβοῦντα πρὸς ἐπιστροφήν; Ἀκούσατε οὖν καὶ τοῦ Ἀποστόλου λέγοντος· Ὁ κλέπτης μηκέτι κλεπτέτω, ἀλλὰ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς ἰδίαις χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι καὶ τῷ χρείαν ἔχοντι· καὶ πάλιν, ὅτι Κλέπται βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Καὶ ἀρκεῖ λοιπὸν τὰ εἰρημένα περὶ τῶν κλεπτῶν, εἰ βούλοιντο. Οἱ μνησίκακοι, ἀκούσατε τοῦ ἀποστόλου Πέτρου κράζοντος· Μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας· ἀλλ' ἀποθέμενοι πᾶσαν κακίαν, καὶ πᾶσαν καταλαλιὰν, ὡς ἀρτιγέννητα βρέφη βιώσατε. Εἰ ποτὲ νικηθεὶς καὶ χαυνωθεὶς μισήσῃς ἄνθρωπον, μὴ τολμήσῃς εἰπεῖν, ὅτι Ἀγαπῶ τὸν Θεόν· ἀρκετὸν γάρ σου τὸ βάρος, καὶ τὸ κατάκριμα τῆς μισαδελφίας, ἡ βαρυτέρα ἁπασῶν τῶν βαρημάτων· καὶ μὴ ἐπάγῃς ἑαυτῷ ψεῦδος· Ὁ γὰρ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, καὶ λέγων, ὅτι Ἀγαπῶ τὸν Θεὸν, ψεύστης ἐστὶν, καθὼς γέγραπται. Οἱ φιλάργυροι, ἐννοήσατε τί φιλεῖτε, τοῦ Ἀποστόλου βοῶντος· εἰ δὲ καὶ τοῦτο οὐ κατέχετε, δεῦτε ἀκούσατε, καὶ διηγήσομαι ὑμῖν, ὁποῖον κακὸν φιλεῖτε· Ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία. Ἀγνοεῖτε τὸ ποθούμενον παρ' ὑμῶν θηρίον καὶ ψυχοφθόρον; Οὐδεὶς φιλόχρυσος γέγονέ ποτε φιλάνθρωπος, ὁ δὲ μὴ φιλάνθρωπος οὐδὲ φιλόχριστος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (sermo 1) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg269.local001/.
