# De paenitentia (sermo 1) [Sp.] 9.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (sermo 1) [Sp.], Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-paenitentia-sermo-1-sp/9.1

Ταῦτα ἀκούοντες, μετανοήσατε καὶ ἑτοιμάζεσθε πρὸς ἀπολογίαν, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου. Καὶ ἵνα συνελὼν τὰ πάντα εἴπω, πᾶς ἄνθρωπος, ὅστις ἐὰν μὴ σπουδάσῃ ἀπεντεῦθεν διορθώσασθαι, ἀλλ' ἔτι χρῄζων ὅτι Ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ, οὐχὶ διορθώσεως, ἀποδημήσῃ, ὁ τοιοῦτος καὶ προσδοκάτω. ἐπὶ τήνδε ἁμαρτίαν ἢ τήνδε, ἀλλ' ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπου, ἀνδρῶν τε καὶ γυναικῶν. Οὐ γάρ ἐστι διαστολή· πάντες γὰρ ἡμάρτομεν. Διὰ τοῦτο ὁ ἱερὸς Ἀπόστολος κατὰ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ καὶ περὶ γυναικῶν ἔγραψε λέγων· Γυναῖκας σεμνὰς, διακόνους πιστὰς ἐν πᾶσι. Διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ διαυθεντεῖν τοῦ ἀνδρὸς, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ, οἰκουροὺς, καλοδιδασκάλους, Ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, μὴ οἴνῳ πολλῷ δεδουλωμένας. Καὶ περὶ χηρῶν ἔγραψεν οὕτω· Χήρας τίμα, τὰς ὄντως χήρας. Ἥτις προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς, Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. Καὶ περὶ πρεσβυτέρων τε καὶ πρεσβυτίδων ἐλάλησε τὸ ἅγιον Πνεῦμα διὰ στόματος τῶν ἁγίων, καὶ περὶ δούλων τε καὶ δεσποτῶν διετάξατο, καὶ περὶ βασιλέων εἶπε, καὶ περὶ στρατιωτῶν ἐλάλησε, καὶ περὶ ἐπισκόπων ἐτύπωσε, καὶ οὐδὲν τῶν συμφερόντων παρέδραμεν· ἐπειδὴ, καθὼς ἔφη, Ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν μικρῶν τε καὶ μεγάλων ἀποκαλύπτεται ὀργὴ ἀπ' οὐρανοῦ. Πάντα ὑπέμνησα τῇ ὑμετέρᾳ ἀγάπῃ, ἵνα εἴδητε πάντα τὰ προστάγματα, καὶ πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ πᾶσα ἡλικία μάθῃ τὴν βουλὴν τοῦ Θεοῦ καὶ τὸ θέλημα, καὶ τὴν φοβερὰν αὐτοῦ ἀπ' οὐρανοῦ παρουσίαν, καὶ τὰς φοβερὰς κολάσεις, καὶ τὸν ὀδυνηρὸν ἐκεῖνον χωρισμὸν, καὶ σπουδάσῃ ἕκαστος τὸν ἑαυτοῦ βίον διορθώσασθαι, καὶ ἑαυτὸν ἑτοιμάσαι πρὸς ἀπολογίαν, καὶ μὴ τῇ ῥᾳθυμίᾳ ἑαυτὸν παραδῷ, καὶ ἀποτύχῃ τῶν ἀνεκφωνητῶν καὶ αἰωνίων ἀγαθῶν. Ὅρα οὖν, ὦ ῥᾴθυμε σὺ, μὴ ἐμμείνῃς τῇ ῥᾳθυμίᾳ, μὴ νικῶ ὑπὸ τῆς ἀπάτης καὶ ἡδονῆς. Βλέπε μὴ διὰ τοῦ πλούτου τῆς χρηστότητος τοῦ Θεοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονῇς, καὶ θησαυρίσῃς σεαυτῷ ὀργὴν, καθὼς λέγει ὁ Ἀπόστολος, ἐν ἡμέρᾳ ὀργῆς. Ἐπίστρεψον λοιπὸν, νῆψον, γρηγόρησον· ἀρκετὸς γὰρ ὁ παρελθὼν καιρός· ἐν τῇ ἀπάτῃ καὶ φιληδονίᾳ σου μὴ ἐπιμείνῃς, μὴ ἐμβαθύνῃς ἐν τῇ ἀδικίᾳ σου. Οὐχ ὁρᾷς τὸν ἄγγελον ἀκολουθοῦντα καὶ γράφοντά σου τὰς πράξεις; οὐκ οἶδας, ὅτι κατὰ τὴν σκληρότητά σου καὶ ἐπιμονὴν τὸ ἕλκος μεῖζον γίνεται, καὶ βαρύτερον γράφεται, καὶ ὀργὴ πλέον ἐξάπτεται; οὐκ οἶδας, ὅτι τὸ κατεργάζεσθαι τὸ κακὸν, δυσεξάλειπτον καθίσταται, ὥσπερ ἐν πίνακι χαρακτῆρες οἱ μὲν κουφοτέρως ἐναποκείμενοι εὐχερῶς καταλεαίνονται, οἱ δὲ διὰ βάθους δυσεξάλειπτοι εὑρίσκονται; Ὅρα οὖν μὴ περιφρονήσῃς τοῦ μέλλοντός σε κρίνειν· ὅρα οὖν μὴ ἐπιμένων, μείζω τῆς ἀφέσεως κατασκευάσῃς σοι τὴν ἀνομίαν. Διὰ τοῦτο περὶ πάντα προησφαλίσατο πᾶσι τὸ παράκλητον καὶ ἀγαθὸν Πνεῦμα, καὶ πάντα ὑπέμνησε, καὶ πῶς ὁ πόρνος ἐκ τοῦ βασιλικοῦ γάμου μετ' αἰσχύνης ἐκβάλλεται, πῶς δὲ καὶ αἱ πέντε μωραὶ παρθένοι διὰ ἀπήνειαν ἔξω ἀπεκλείσθησαν τῆς οὐρανίου χαρᾶς, πῶς ὁ πλούσιος ἐκεῖνος διὰ τρυφὴν καὶ τὴν ἀνήλεον αὐτοῦ γνώμην ἐν τῷ τόπῳ ἐκείνῳ τῆς βασάνου ἔλαχεν. Ὁμοίως καὶ ὁ ἕτερος πλούσιος, ὁ τὰς ἀποθήκας ἐκτείνων καὶ συνάγων πολλὰ καὶ κερδαίνων οὐδὲν, ἄφρων δικαίως ἤκουσεν. Οὐκ ἀγνοεῖτε δὲ τί καὶ οἱ ἐξ εὐωνύμων διὰ ἀμετάδοτον ἤκουσαν. Τὸν δὲ κλέπτην ὁ Κύριος φονέα ἐκάλεσε λέγων, Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ. Ταῦτα καὶ τὰ τοιαῦτα διὰ στόματος τῶν ἁγίων τὸ ἅγιον Πνεῦμα ἐλάλησε, κἀγὼ δὲ ὑπέμνησα· καὶ ἐπὶ πᾶσι τούτοις ὁ Ἀπόστολος κράζει λέγων· Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Καὶ ἀρκέσει τέως ὑμῖν τὰ εἰρημένα, καὶ μάλιστα τοῖς σπουδαιοτέροις, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ πάντα κατὰ τὸν προειρηκότα καιρὸν οἰκονομήσαντος εἰς τὴν ἡμῶν σωτηρίαν, καὶ προσκαλουμένου εἰς τὴν αἰώνιον αὐτοῦ βασιλείαν, εὐχαῖς δὲ τῶν μνημονευθέντων ἁγίων, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι ὡς ἦν ἐν ἀρχῇ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (sermo 1) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg269.local001/.
