# De perfecta caritate [Sp.] 5.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De perfecta caritate [Sp.], Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-perfecta-caritate-sp/5.1

Εἰ δὲ εἰς δεσμωτήριον εἰσιόντες, καὶ τοὺς μὲν αὐχμῶντας ὁρῶντες, τοὺς δὲ σιδηραῖς ἁλύσεσι δεδεμένους, τοὺς δὲ σκότῳ κατακεκλεισμένους, κατακλώμεθα, φρίττομεν, πάντα πράττομεν ὑπὲρ τοῦ μὴ ἐμπεσεῖν εἰς τοιαύτην ἀνάγκην καὶ θλίψιν· ὅταν ἀπαγώμεθα εἰς αὐτὰ τὰ τῆς γεέννης βασανιστήρια δεδεμένοι, τίνες ἐσόμεθα; τί δὲ πράξομεν; Οὐ γὰρ ἐκ σιδήρου τὰ δεσμὰ ἐκεῖνα, ἀλλ' ἀπὸ πυρός εἰσιν οὐδέποτε σβεννυμένου, οὐδὲ ὁμότιμοί τινες οἱ ἐφεστῶτες ἡμῖν, οὓς καὶ ἐκμειλίξασθαι πολλάκις ἔνι, ἀλλ' ἄγγελοι φοβεροὶ καὶ ἀσυμπαθεῖς, οἷς οὐδὲ ἀντιβλέψαι δυνατὸν, σφοδρῶς ὑπὲρ ὧν τὸν Δεσπότην ὑβρίσαμεν ὀργιζόμενοι. Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς μὲν ἀργύριον, τοὺς δὲ τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν, καὶ παραμυθίας τυχεῖν, ἀλλὰ πάντα ἐκεῖ ἀσύγγνωστα. Κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν Δανιὴλ, καὶ τοὺς οἰκείους ἴδωσι κολαζομένους, οὐ τολμῶσι παραστῆναι, καὶ χεῖρα ὀρέξαι. Καὶ γὰρ τὴν ἐκ φύσεως συμπάθειαν ἀναιρεῖσθαι τότε συμβαίνει Ἐπειδὴ γὰρ εὑρίσκονται δίκαιοι τέκνων ἁμαρτωλῶν πατέρες, καὶ παῖδες ἀγαθοὶ γονέων πονηρῶν (οὐ γὰρ φύσεώς ἐστιν, ἀλλὰ γνώμης τὰ κακὰ), ὥστε καθαρὰν αὐτοῖς εἶναι τὴν εὐφροσύνην, καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τοὺς ἀπολαύοντας τῶν ἀγαθῶν ἐκείνων, καὶ ταύτην σβέννυσθαι τότε ἐστὶ, καὶ αὐτοὺς συναγανακτεῖν τῷ Δεσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων. Εἰ γὰρ καὶ νῦν τινες, ὅταν ἴδωσι φαύλους τοὺς αὐτῶν παῖδας, ἀποκηρύττουσι, καὶ τῆς συγγενείας ἀποτέμνουσι, πολλῷ μᾶλλον ἐν τῇ κρίσει τοῦτο γενήσεται. Τοιγαροῦν μηδεὶς ἐλπιζέτω, χρηστὰ μὴ ἐργασάμενος, τὶ χρηστὸν, κἂν μυρίους ἔχῃ προγόνους δικαίους. Ἕκαστος γὰρ κομίσεται, φησὶ, τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Ἀκούσωμεν, παρακαλῶ, καὶ σωφρονῶμεν. Ἂν πῦρ ἔχῃς ἐπιθυμίας πονηρᾶς, ἐννόησον τῆς κολάσεως ἐκείνης τὸ πῦρ, καὶ τοῦτο κατασβεσθὲν οἴχεται. Ἂν βουληθῇς φθέγξασθαί τι τῶν ἀτόπων, ἐννόησον τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ χαλινὸς ἔσται σοι φόβος. Ἂν ἁρπάσαι θελήσῃς, ἄκουσον τοῦ δικαστοῦ λέγοντος, Δήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ βάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ ταύτην ἐκβαλεῖς τὴν ἐπιθυμίαν. Ἂν ὠμὸς καὶ ἀνελεήμων ᾖς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ, τῶν λαμπάδων αὐτῶν σβεσθεισῶν διὰ τὸ μὴ ἔχειν ἔλαιον, τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος. Ἂν μεθύειν καὶ τρυφᾷν ἐπιθυμῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ καταψύξῃ τὴν τηγανιζομένην γλῶσσαν, καὶ οὐ τυγχάνοντος τῆς αἰτήσεως, καὶ ταχέως ἀποστήσῃ τοῦ πάθους. Καὶ τὰ ἄλλα δὲ πάντα τούτῳ κατορθώσεις τῷ τρόπῳ· οὐδὲν γὰρ φορτικὸν ἐπέταξεν ὁ Θεός. Πόθεν οὖν φορτικὰ φαίνεται τὰ ἐπιτάγματα; Ἀπὸ τῆς ῥᾳθυμίας τῆς ἡμετέρας. Ὥσπερ γὰρ, ἐὰν σπουδάζωμεν, καὶ τὰ δοκοῦντα βαρέα κοῦφα ἔσται καὶ ῥᾴδια, οὕτως, ἐὰν ῥᾳθυμῶμεν, καὶ τὰ φορητὰ φανεῖται δύσκολα ἡμῖν. Ἅπερ ἅπαντα λογισάμενοι, μὴ τοὺς τρυφῶντας μακαρίζωμεν, ἀλλὰ τὸ τέλος αὐτῶν ἐννοῶμεν. Ἐνταῦθα μὲν γὰρ κόπρος καὶ πολυσαρκία, ἐκεῖ δὲ σκώληξ καὶ πῦρ. Μὴ τοὺς ἁρπάζοντας, ἀλλὰ τί τὸ τέλος αὐτῶν. Ἐνταῦθα φροντίδες καὶ πόνοι, ἐκεῖ δεσμὰ ἄλυτα καὶ σκότος ἐξώτερον. Μὴ τοὺς δόξης ἐρῶντας, ἀλλὰ τί τὸ τέλος αὐτῶν. Ἐνταῦθα δουλεία καὶ εἰρωνεία, ἐκεῖ ζημία πολλὴ καὶ τὸ διηνεκὲς ἐμπυρίζεσθαι. Ἂν οὕτως ἑαυτοῖς διαλεγώμεθα, καὶ ταῦτα καὶ τὰ τοιαῦτα συνεχῶς ἐπᾴδωμεν ταῖς πονηραῖς ἡμῶν ἐπιθυμίαις, ταχέως καὶ κακίαν ἐκφύγωμεν, καὶ ἀρετὴν κατορθώσομεν, καὶ τὸν τῶν παρόντων ἔρωτα σβέσομεν, καὶ τὸν τῶν μελλόντων ἀνάψομεν. Τί γὰρ ἔχει τὰ παρόντα βέβαιον, ἢ τί ξένον καὶ παράδοξον, ὅτι πᾶσαν τὴν σπουδὴν εἰς αὐτὰ ἀναλίσκωμεν; Οὐχὶ τὰ αὐτὰ διαπαντὸς ὁρῶμεν ἀνακυκλούμενα, οἷον ἡμέρα καὶ νὺξ, νὺξ καὶ ἡμέρα, χειμὼν καὶ θέρος, θέρος καὶ χειμὼν, καὶ πλέον οὐδέν; Ἀνάψωμεν τοίνυν τῶν μελλόντων ἀγαθῶν τὸν πόθον. Μεγάλη γὰρ ἀπόκειται δόξα τοῖς δικαίοις, καὶ ἢν οὐκ ἔνι παραστῆσαι λόγῳ. Τὰ γὰρ σώματα μετὰ τὴν ἀνάστασιν ἀπολαβόντες ἄφθαρτα, συνδοξάζονται καὶ συμβασιλεύουσι τῷ Χριστῷ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De perfecta caritate [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg211.local001/.
