Ancient Greek
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De perfecta caritate [Sp.] 6.1
Not analysed yet
Τοῦτο δὲ ἡλίκον ἐστὶν, ἐντεῦθεν εἰσόμεθα· μᾶλλον σὲ σαφῶς μὲν οὐδαμόθεν εἰσόμεθα· ὥστε δὲ ἀπὸ τῶν παρ' ἡμῖν ἀγαθῶν ἀναχθέντες, μικρὰν γοῦν τινα λάβωμεν ἔννοιαν, ὡς ἂν οἷός τε ὦ, παραστῆσαι πειράσομαι τὸ λεχθέν. Εἰπὲ γάρ μοι, εἴ τίς σε γεγηρακότα, καὶ ἐν πενίᾳ ζῶντα ἐπηγγέλλετο ποιήσειν ἐξαίφνης νέον, καὶ εἰς αὐτὴν ἄξειν τῆς ἡλικίας τὴν ἀκμὴν, καὶ σφόδρα ἰσχυρὸν καὶ ὡραῖον ὑπὲρ πάντας κατασκευάσειν, καὶ βασιλείαν δώσειν τῆς γῆς ἁπάσης ἐπὶ ἔτεσι χιλίοις, βασιλείαν εἰρήνην ἔχουσαν βαθυτάτην, τί οὐκ ἂν ὑπὲρ ταύτης εἵλου τῆς ὑποθέσεως καὶ ποιῆσαι καὶ παθεῖν; Ἰδοὺ τοίνυν, ὁ Χριστὸς οὐχὶ ταῦτα, ἀλλὰ πολλῷ μείζονα τούτων ἐπαγγέλλεται. Οὐ γὰρ ὅσον γήρως καὶ νεότητος τὸ μέσον, τοσοῦτον φθορᾶς καὶ ἀφθαρσίας τὸ διάφορον· οὐδὲ ὅσον βασιλείας καὶ πενίας, τοσοῦτον τῆς δόξης τῆς παρούσης καὶ τῆς μελλούσης· ἀλλ' ὅσον ὀνειράτων καὶ ἀληθείας. Μᾶλλον δὲ οὐδὲν οὐδέπω εἴρηκα· οὐδὲ γάρ ἐστι λόγος ἱκανὸς παραστῆσαι τὸ μέγεθος τῆς διαφορᾶς τῶν ἐσομένων πρὸς τὰ παρόντα. Χρόνου δὲ ἕνεκεν, οὐδὲ ἐννοῆσαι ὅλως ἔστι διαφοράν. Πῶς γὰρ ἄν τις παραβάλοι τοῖς παροῦσι ζωὴν πέρας οὐκ ἔχουσαν; Τῆς δὲ εἰρήνης τοσοῦτο τὸ μέσον, ὅσον εἰρήνης καὶ πολέμου τὸ διάφορον· καὶ τῆς φθορᾶς καὶ τῆς ἀφθαρσίας, ὅσον βώλου πηλίνης ὁ καθαρὸς μαργαρίτης ἀμείνων. Μᾶλλον δὲ, ὅσα ἂν εἴπῃ τις, οὐδὲν παραστῆσαι δυνήσεται. Κἂν γὰρ τῷ τῆς ἀκτῖνος παραβάλω φωτὶ τὸ κάλλος τῶν τότε σωμάτων, κἂν ἀστραπῇ τῇ φανοτάτῃ, οὐδὲν οὐδέπω τῆς λαμπρότητος ἐκείνης ἄξιον ἐρῶ. Ὑπὲρ δὴ τούτων πόσα οὐκ ἄξιον προέσθαι χρήματα καὶ σώματα; μᾶλλον δὲ πόσας οὐκ ἄξιον προέσθαι ψυχάς; Νῦν δὲ, εἰ μέν τίς σε εἰς βασίλεια εἰσήγαγε, καὶ πάντων παρόντων διαλεχθῆναί σοι τὸν βασιλέα παρεσκεύασε, καὶ ὁμοτράπεζον αὐτῷ καὶ ὁμοδίαιτον ἐποίησε, πάντων ἂν ἔφης σαυτὸν εἶναι μακαριώτερον· εἰς δὲ τὸν οὐρανὸν μέλλων ἀναβῆναι, καὶ παρ' αὐτὸν ἑστάναι τὸν βασιλέα τῶν ὅλων, καὶ τοῖς ἀγγέλοις ἀντιλάμπειν, καὶ τῆς ἀπροσίτου δόξης ἀπολαύειν ἐκείνης, ἀμφιβάλλεις εἰ δέοι προέσθαι χρήματα, δέον, εἰ καὶ τὴν ζωὴν αὐτὴν ἀποδύσασθαι ἔδει, σκιρτᾷν καὶ ἀγάλλεσθαι καὶ πτεροῦσθαι ὑπὸ τῆς ἡδονῆς; Σὺ δὲ, ἵνα μὲν ἀρχὴν λάβῃς τὴν παρέχουσάν σοι κλοπῶν ἀφορμὰς (οὐ γὰρ κέρδος τὸ τοιοῦτον ἐγὼ καλῶ), καὶ τὰ ὄντα ἐκβάλλεις, καὶ τὰ ἑτέρων δανεισάμενος, εἰ δέοι, καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα ὑποθέσθαι οὐ κατοκνεῖς, τῆς δὲ βασιλείας τῶν οὐρανῶν προκειμένης, τῆς οὐδένα διάδοχον ἐχούσης ἀρχῆς, ὀκνεῖς καὶ ἀναδύῃ καὶ πρὸς χρήματα κέχηνας; καὶ οὐκ ἐννοεῖς, ὅτι εἰ τὰ πρὸς ἡμᾶς τοῦ οὐρανοῦ μέρη οὕτω καλὰ καὶ τερπνὰ, ἡλίκα τὰ ἀνώτατα, καὶ ὁ τοῦ οὐρανοῦ οὐρανός; Ἀλλ' ἐπειδὴ σωματικοῖς ὀφθαλμοῖς ταῦτα ἰδεῖν οὐκ ἔστιν, ἀνάβηθι τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ ἀπρόσιτον, εἰς τοὺς δήμους τῶν ἀγγέλων, εἰς τὰς τάξεις τῶν ἀρχαγγέλων, εἰς τὰς ἄλλας δυνάμεις τὰς ἀσωμάτους· καὶ πάλιν ἐπιλαβοῦ τῆς παρ' ἡμῖν εἰκόνος, καταβὰς ἄνωθεν, καὶ ὑπόγραψόν μοι τὰ περὶ τὸν βασιλέα τὸν ἐπὶ γῆς, οἷον, ἄνδρας χρυσοφοροῦντας, καὶ ζεῦγος λευκῶν ἡμιόνων χρυσῷ καλλωπιζομένων καὶ ὄχημα λιθοκόλλητον, καὶ πέταλα τούτῳ περισειόμενα, καὶ δράκοντας ἐν ἱματίοις σχηματιζομένους σηρικοῖς, καὶ ἀσπίδας χρυσοῦς ἐχούσας ὀφθαλμοὺς, καὶ ἵππους χρυσοφοροῦντας, καὶ χαλινοὺς χρυσοῦς. Ἀλλ' ὅταν τὸν βασιλέα ἴδωμεν, οὐδὲν τούτων ὁρῶμεν λοιπόν· ἐκεῖνος γὰρ ἡμᾶς ἐπιστρέφει μόνος, καὶ τὰ πορφυρᾶ μάτια, καὶ τὸ διάδημα, καὶ ἡ καθέδρα, καὶ ἡ περόνη, καὶ τὰ ὑποδήματα, καὶ ἡ τῆς ὄψεως λαμπηδών. Ταῦτα οὖν ἅπαντα συναγαγὼν ἀκριβῶς, ἀπὸ τούτων μετάθες πάλιν ἐπὶ τὰ ἄνω τὸν λογισμὸν, καὶ τὴν ἡμέραν ἐννόησον τὴν φοβερὰν, καθ' ἣν ὁ Χριστὸς παραγίνεται. Οὐ γὰρ ζεῦγος ἡμιόνων ὄψει τότε, οὐδὲ ὀχήματα χρυσᾶ, οὐδὲ δράκοντας καὶ ἀσπίδας, ἀλλ' ὃ πολλῆς γέμει φρίκης, καὶ τοσαύτην ἐμποιεῖ τὴν ἔκστασιν, ὡς καὶ αὐτὰς ἐκπλαγῆναι τὰς οὐρανίους δυνάμεις· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν, φησὶ, σαλευθήσονται. Τότε ἀνοίγεται μὲν ἅπας ὁ οὐρανὸς, κάτεισι δὲ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, οὐκ εἴκοσι, οὐδὲ ἑκατὸν δορυφορούντων αὐτὸν, ἀλλὰ χιλιάδων καὶ μυριάδων ἀγγέλων τε καὶ ἀρχαγγέλων, καὶ πάντα ἔσται φόβου καὶ τρόμου μεστὰ, τῆς γῆς ἀναῤῥηγνυμένης, καὶ τῶν πώποτε γενομένων ἀνθρώπων, ἐξ οὗ γέγονεν ὁ Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης, ἀπὸ γῆς ἀνισταμένων, καὶ ἁρπαζομένων, αὐτοῦ μετὰ τοσαύτης φαινομένου δόξης, ὥστε τὸν ἥλιον καὶ τὴν σελήνην ἅπαν κρύψαι τὸ φῶς, ὑπὸ τῆς αὐγῆς ἐκείνης ὑπερλαμπόμενον. Ἀλλ', οἴμοι τῆς πολλῆς ἀναισθησίας, ὅτι, τοιούτων προσδοκωμένων ἀγαθῶν, ἔτι πρὸς τὰ παρόντα κεχήναμεν, καὶ οὐκ ἐννοοῦμεν τοῦ διαβόλου τὴν κακουργίαν, ὃς διὰ τῶν μικρῶν τὰ μεγάλα ἡμᾶς ἀφαιρεῖται, καὶ δίδωσι πηλὸν, ἵνα ἁρπάσῃ οὐρανὸν, καὶ δείκνυσι σκιὰν, ἵνα ἐκβάλῃ τῆς ἀληθείας, καὶ ἐν ὀνείροις φαντάζει (τοῦτο γὰρ ὁ παρὼν πλοῦτος), ἵν', ἡμέρας γενομένης, δείξῃ πάντων πενεστέρους. Ἅπερ μαθόντες, ἀγαπητοὶ, φύγωμεν τὸν ἐκείνου δόλον, φύγωμεν τὴν μετ' ἐκείνου κατάκρισιν, ἵνα μὴ καὶ πρὸς ἡμᾶς ὁ κριτὴς εἴπῃ· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.