# De perfecta caritate [Sp.] 7.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De perfecta caritate [Sp.], Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-perfecta-caritate-sp/7.1

Ἀλλὰ φιλάνθρωπός ἐστιν ὁ Θεός· οὐκ ἔσται τοῦτο, φησίν. Οὐκοῦν εἰκῆ γέγραπται; Οὐχὶ, φησὶν, ἀλλὰ πρὸς ἀπειλὴν μόνον, ἵνα σωφρονῶμεν. Ἂν οὖν μὴ σωφρονῶμεν, ἀλλὰ μένωμεν κακοὶ, οὐκ ἐπάξει τὴν κόλασιν; εἰπέ μοι. Οὐκοῦν οὐδὲ τοῖς ἀγαθοῖς ἀποδώσει τὰς ἀμοιβάς; Ναὶ, φησί· τοῦτο γὰρ πρέπον αὐτῷ καὶ ὑπὲρ τὴν ἀξίαν εὐεργετεῖν. Ὥστε ἐκεῖνα ἀληθῆ καὶ πάντως ἔσται, τὰ δὲ τῶν κολάσεων οὐ πάντως; Ὢ τῆς πολλῆς τοῦ διαβόλου κακοτεχνίας, ὢ τῆς ἀπανθρώπου ταύτης φιλανθρωπίας. Ἐκείνου γάρ ἐστιν οὗτος ὁ λογισμὸς χάριν ἀνόνητον χαριζόμενος καὶ ῥᾳθύμους ποιῶν. Ἐπειδὴ γὰρ οἶδεν, ὅτι τῆς κολάσεως ὁ φόβος, καθάπερ τις χαλινὸς, τὴν ἡμετέραν ἄγχει ψυχὴν, καὶ τῶν κακῶν ἀναστέλλει, πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε πρόῤῥιζον ἀνασπάσαι τοῦτον, ἵνα λοιπὸν ἀδεῶς κατὰ κρημνῶν φερώμεθα. Πῶς οὖν αὐτοῦ περιγενώμεθα; Ὅσα ἂν εἴπωμεν ἀπὸ τῶν Γραφῶν, ἐροῦσιν οἱ ἀντιλέγοντες, ὅτι ἀπειλῆς ἕνεκεν γέγραπται. Ἀλλὰ περὶ μὲν τῶν μελλόντων ἔχοιεν ἂν τοῦτο λέγειν, εἰ καὶ λίαν ἀσεβῶς· περὶ δὲ τῶν ἐκβεβηκότων οὐκ ἔτι, καὶ τέλος ἐσχηκότων. Ἐρώμεθα τοίνυν αὐτούς· Ἠκούσατε περὶ τοῦ κατακλυσμοῦ καὶ τῆς πανωλεθρίας ἐκείνης; μὴ κἀκεῖνο ἀπειλῆς ἕνεκεν εἴρητο; οὐχὶ γέγονε, καὶ εἰς ἔργον ἐξέβη; οὐχὶ καὶ τὰ ὄρη μαρτυρεῖ τῆς Ἀρμενίας, ἔνθα ἡ κιβωτὸς ἱδρύθη; οὐχὶ καὶ τὰ λείψανα αὐτῆς ἕως νῦν ἐκεῖ σώζεται πρὸς ἡμετέραν ὑπόμνησιν; Τοιαῦτα καὶ τότε πολλοὶ ἔλεγον, καὶ ἐν ἑκατὸν ἔτεσι τῆς κιβωτοῦ τεκταινομένης, καὶ τῶν ξύλων κατασκευαζομένων, καὶ τοῦ δικαίου βοῶντος, οὐδεὶς ὁ πιστεύων ἦν· ἀλλ' ἐπειδὴ οὐκ ἐπίστευσαν τῇ διὰ τῶν ῥημάτων ἀπειλῇ, τὴν διὰ τῶν πραγμάτων ὑπέστησαν τιμωρίαν ἀθρόον. Εἶτα ὁ τοιαύτην κόλασιν ἐπαγαγὼν ἐκείνοις, οὐ πολλῷ μᾶλλον ἐπάξει ἡμῖν; οὐ γὰρ ἐλάττονα τῶν τότε κακῶν τὰ νῦν γινόμενα. Τότε μὲν γὰρ ἐπιμιξίας ἐποίουν ἀθέσμους· Εἰσῆλθον γὰρ, φησὶν, οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων· νῦν δὲ οὐκ ἔστιν εἶδος ἁμαρτίας ἄπρακτον, ὃ καταλιμπάνεται. Ἀλλ', εἰ δοκεῖ, καὶ ἐφ' ἕτερα κολάσεως εἴδη τὸν λόγον ἀγάγωμεν, ἵνα ἐκ τῶν γενομένων καὶ τὰ μέλλοντα πιστευθῇ. Ἐπεδήμησέ τις ὑμῶν τῇ Παλαιστίνῃ ποτέ; Ἔγωγε οἶμαι. Οὐκοῦν ὑμεῖς μαρτυρήσατε τῇ ἀληθείᾳ τῶν λεγομένων. Ἀσκάλωνος γὰρ καὶ Γάζης ἀνώτερον εἰς αὐτὸ τοῦ Ἰορδάνου ποταμοῦ τὸ τέλος ἦν τις χώρα πολλή τε καὶ εὔφορος, καὶ τῷ παραδείσῳ τοῦ Θεοῦ ἁμιλλωμένη· Εἶδε γὰρ, φησὶ, Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, καὶ ἦν ποτιζομένη ὡς ὁ παράδεισος τοῦ Θεοῦ. Ἀλλὰ νῦν αὕτη πασῶν τῶν ἐρήμων ἐστὶν ἐρημοτέρα, Ἕστηκε μὲν γὰρ δένδρα, καὶ καρπὸν ἔχει, ὁ δὲ καρπὸς τῆς τοῦ Θεοῦ ὀργῆς ἐστιν ὑπόμνημα. Ἑστήκασι γὰρ ῥοιαὶ λαμπρὰν μὲν ἔχουσαι τὴν ἐπιφάνειαν, καὶ χρηστὰς παρέχουσαι τοῖς ἀγνοοῦσιν ἐλπίδας, εἰς δὲ χεῖρας ληφθεῖσαι καὶ διακλασθεῖσαι, καρπὸν μὲν οὐδένα, κόνιν δὲ καὶ τέφραν ἐπιδείκνυνται πολλὴν ἔνδον ἀποκειμένην. Τοιαύτη ἐστὶ καὶ ἡ γῆ, τοιοῦτοι καὶ οἱ λίθοι, τοιοῦτος καὶ ὁ ἀὴρ αὐτός. Πάντα ἐμπέπρησται, πάντα τετέφρωται, τῆς προλαβούσης ὀργῆς ὑπομνήματα ὄντα, τῆς μελλούσης κολάσεως προμηνύματα. Μὴ καὶ ταῦτα ἀπειλαὶ ῥημάτων; μὴ καὶ ταῦτα ψόφοι ῥημάτων; Εἴ τις ἀπιστεῖ τῇ γεέννῃ, τὰ Σόδομα λογιζέσθω, τὰ Γόμοῤῥα ἐννοείτω, τὴν τιμωρίαν τὴν ἤδη γεγενημένην καὶ μέχρι νῦν μένουσαν. Ὅπερ καὶ ἡ θεία Γραφὴ διηγουμένη περὶ τῆς σοφίας φησίν· Αὕτη δίκαιον, ἐξαπολλυμένων ἀσεβῶν, ἐῤῥύσατο φυγόντα καταβάσιον πῦρ Πενταπόλεως. Αὕτη καὶ νῦν ἔτι εἰς Μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος, καὶ ἀτελέσιν ὥραις καρποφοροῦσα τὰ φυτά. Ἀναγκαῖον δὲ καὶ τὴν αἰτίαν εἰπεῖν, δι' ἣν ταῦτα πεπόνθασιν. Ἓν ἦν τὸ πταῖσμα αὐτῶν, χαλεπὸν μὲν καὶ ἐπάρατον· πλὴν ἕν. Παισὶν ἐπεμαίνοντο, καὶ διὰ τοῦτο πυρίνῳ κατεκαύθησαν ὑετῷ· νῦν δὲ μυρία καὶ ἴσα καὶ χαλεπώτερα γίνεται, καὶ τοιοῦτος ἐμπρησμὸς οὐ γίνεται. Τίνος ἕνεκεν; Ὅτι πῦρ ἕτερον ἡτοίμασται, μηδέποτε σβεννύμενον. Πῶς γὰρ ὁ ὑπὲρ ἑνὸς ἁμαρτήματος τοσαύτην ὀργὴν ἐπαγαγὼν, καὶ μήτε τοῦ Ἀβραὰμ τὴν ἱκετηρίαν δεξάμενος, μήτε τὸν ἔνοικον δυσωπηθεὶς Λὼτ, τοσούτων κακῶν γινομένων φείσεται ἡμῶν; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De perfecta caritate [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg211.local001/.
