Ancient Greek · ~17 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De petitione matris filiorum Zebedaei (+ Contra Anomoeos, homilia 8) 1.1
Not analysed yet
Ἐκ πολέμου χθὲς ἐπανήλθομεν, ἐκ πολέμου καὶ μάχης αἱρετικῆς, ᾑμαγμένα τὰ ὅπλα ἔχοντες, τὸ ξίφος τοῦ λόγου πεφοινιγμένον, οὐ σώματα καταβαλόντες, ἀλλὰ λογισμοὺς ἀνελόντες καὶ Πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, Τοιοῦτον γὰρ τῆς μάχης ταύτης τὸ εἶδος· διὸ καὶ τοιαύτη τῶν ὅπλων ἡ φύσις· ἅπερ ἀμφότερα διδάσκων ὁ μακάριος Παῦλος ἔλεγε· Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ἔδει μὲν οὖν τοῖς ἀπολειφθεῖσιν εἰπεῖν τὰ πτώματα τὰ χθὲς γενόμενα, καὶ διηγήσασθαι τὴν παράταξιν, τὴν συμβολὴν, τὴν νίκην, τὰ τρόπαια· ἀλλ' ἵνα μὴ ῥᾳθυμοτέρους ὑμᾶς ποιήσωμεν, ταῦτα παραδραμόντες, ὥστε τῇ ζημίᾳ τοὺς ἀπολειφθέντας ὑμᾶς δηχθέντας σπουδαιοτέρους γενέσθαι, πάλιν τῶν ἑξῆς ἁψόμεθα σήμερον· εἰ δέ τις σπουδαῖος καὶ διεγηγερμένος ᾖ, παρὰ τῶν παραγενομένων εἴσεται τὰ λεχθέντα ἡμῖν τῇ χθὲς ἡμέρᾳ. Καὶ γὰρ τοσαύτην ἡμῖν οἱ ἀκροαταὶ τὴν προθυμίαν ἐπεδείξαντο, ὡς πάντα λαβόντες οἴκαδε ἀναχωρῆσαι, καὶ μηδὲν ἀφεῖναι διαῤῥυῆναι τῶν εἰρημένων. Ἐκεῖνα μὲν οὖν παρ' ἐκείνων εἴσεσθε· ἃ δὲ σήμερον ἀναγκαῖον εἰπεῖν, ταῦτα ἡμεῖς ἐροῦμεν ὑμῖν, τὴν ἀντίθεσιν, ἣν οἱ τῶν αἱρετικῶν παῖδες ἀντεπήγαγον, εἰς μέσον προθέντες. Τίς οὖν ἐστιν αὕτη; Ἐπειδὴ πρώην περὶ τῆς τοῦ Μονογενοῦς ἐξουσίας διελεγόμεθα, δεικνύντες ἴσην οὖσαν τὴν ἐξουσίαν τοῦ γεγεννηκότος αὐτὸν Πατρὸς, καὶ πολὺν ὑπὲρ τούτων ἀναλώσαμεν λόγον, πληγέντες τοῖς εἰρημένοις ἐκεῖνοι, φωνήν τινα εὐαγγελικὴν, ἑτέρως μὲν εἰρημένην, ἑτέρως δὲ παρ' αὐτῶν ὑποπτευθεῖσαν εἰρῆσθαι, ταύτην ἀντεπήγαγον λέγοντες· καὶ μὴν γέγραπται· Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου. Ἐγὼ δὲ ὅπερ ἀεὶ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, τοῦτο καὶ σήμερον παραινῶ καὶ συμβουλεύω, μὴ ἁπλῶς ἐπιέναι τὰ γράμματα, ἀλλὰ διερευνᾶσθαι τὰ νοήματα· εἰ γάρ τις ἁπλῶς ταῖς λέξεσι παρακάθοιτο, καὶ μηδὲν πλέον τῶν γεγραμμένων ἐπιζητοίη, πολλὰ ἁμαρτήσεται. Καὶ γὰρ καὶ πτέρυγας τὰ γράμματα ἔχειν φησὶ τὸν Θεὸν, τοῦ προφήτου λέγοντος, ὅτι Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με, ἀλλ' οὐ παρὰ τοῦτο πτερωτὴν φήσομεν εἶναι τὴν νοερὰν ἐκείνην καὶ ἀνώλεθρον οὐσίαν. Εἰ γὰρ ἐπ' ἀνθρώπων οὐκ ἔνι τοῦτο εἰπεῖν, πολλῷ μᾶλλον ἐπὶ τῆς ἀκηράτου καὶ ἀοράτου καὶ ἀκαταλήπτου φύσεως ἐκείνης. Τί οὖν ἐστιν ἀπὸ τῶν πτερύγων νοητέον ἡμῖν; Τὴν βοήθειαν, τὴν ἀσφάλειαν, τὴν σκέπην, τὴν συμμαχίαν, τὸ ἀχείρωτον τῆς βοηθείας. Πάλιν ὑπνοῦν αὐτόν φασιν αἱ Γραφαὶ οὕτω λέγουσαι· Ἀνάστηθι, ἱνατί ὑπνοῖς, Κύριε; οὐχ ἵνα τὸν Θεὸν καθεύδειν ὑποπτεύωμεν· τοῦτο γὰρ ἐσχάτης ἀνοίας· ἀλλὰ τῷ ὀνόματι τοῦ ὕπνου τὴν μακροθυμίαν καὶ τὴν ἀνεξικακίαν ἡμῖν ἐμφαίνουσαι. Ἕτερος δὲ προφήτης φησί· Μὴ ἔσῃ ὡς ἄνθρωπος ὑπνῶν; Ὁρᾷς ὅτι πολλῆς ἡμῖν τῆς συνέσεως χρεία τὸν θησαυρὸν διερευνωμένοις τῶν θείων Γραφῶν; ὡς ἐὰν ἁπλῶς καὶ εἰκῆ καὶ ὡς ἔτυχεν ἀκούωμεν τῶν λεγομένων, οὐ μόνον τὰ ἄτοπα ἐκεῖνα ἕψεται, ἀλλὰ καὶ πολλὴ μάχη ἐν τοῖς εἰρημένοις φανεῖται. Ὁ μὲν γὰρ ὑπνοῦν αὐτόν φησιν, ὁ δὲ μὴ ὑπνοῦν· ἀλλ' ἀμφότερα ἀληθῆ, ἂν τὴν προσήκουσαν ἔννοιαν ἐκλάβῃς. Ὁ μὲν γὰρ λέγων αὐτὸν ὑπνοῦν τὴν ἐπίτασιν τῆς μακροθυμίας ἐνδείκνυται, ὁ δὲ λέγων μὴ ὑπνοῦν, τὸ ἀκήρατον τῆς φύσεως ἡμῖν ἐμφαίνει. Ἐπεὶ οὖν πολλῆς συνέσεως ἡμῖν χρεία, μηδὲ τοῦτο ἁπλῶς ἐκλάβωμεν τὸ εἰρημένον, τὸ Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου. Οὐ γὰρ ἐξουσίας ἀναίρεσις τοῦτο, οὐδὲ αὐθεντίας ἀκρωτηριασμὸς, ἀλλὰ κηδεμονίας πολλῆς ἀπόδειξις καὶ σοφίας καὶ προνοίας τῆς ὑπὲρ τοῦ γένους τοῦ ἡμετέρου. Ὅτι γὰρ κύριός ἐστι καὶ κολάζειν καὶ τιμᾷν, ἄκουσον τί φησιν αὐτὸς ὁ ταῦτα λέγων· Ὅταν ἔλθῃ, φησὶν, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, στήσει τὰ πρόβατα ἐκ δεξιῶν, καὶ τὰ ἐρίφια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με. Τοῖς δὲ ἐξ εὐωνύμων ἐρεῖ· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με. Εἶδες κρίσιν ἀπηρτισμένην, καὶ πῶς καὶ τιμᾷ καὶ κολάζει, καὶ στεφανοῖ καὶ τιμωρεῖται, καὶ τοὺς μὲν εἰς τὴν βασιλείαν εἰσάγει, τοὺς δὲ εἰς τὴν γέενναν ἀποπέμπει;