Ancient Greek · ~18 min
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De petitione matris filiorum Zebedaei (+ Contra Anomoeos, homilia 8) 6.1
Not analysed yet
Ὁρᾷς, πῶς οὐ μάτην ἔλεγον, ὅτι οὔτε αὐτοῦ ἐστιν, οὔτε τοῦ Πατρὸς, ἀλλὰ τῶν ἀγωνιζομένων καὶ πονούντων καὶ ταλαιπωρουμένων; Διὰ δὴ τοῦτο καὶ τῇ Ἱερουσαλὴμ ἔλεγε· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, ὃν τρόπον ὄρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε; ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ὁρᾷς ὅτι τῶν ῥᾳθυμούντων καὶ ἀναπεπτωκότων καὶ ὑπτίων κειμένων οὐκ ἔνι τινὰ σωθῆναί ποτε; Ἐκ τούτου καὶ ἕτερόν τι μανθάνομεν ἀπόῤῥητον, ὅτι οὐκ ἀρκεῖ οὐδὲ μαρτύριον τὴν ἀνωτάτω δοῦναι τιμὴν καὶ τὴν ὑψηλοτάτην προεδρίαν. Ἰδοὺ γοῦν τούτοις προεῖπεν, ὅτι μαρτυρήσουσι μὲν, οὐ πάντως δὲ τῶν πρωτείων τεύξονται· εἰσὶ γάρ τινες οἱ καὶ μείζονα δυνάμενοι ἐπιδείξασθαι. Καὶ τοῦτο δηλῶν ἔλεγε· Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ ἐκ δεξιῶν καθίσαι, καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι· οὐχ ὅτι καθίζει, ἀλλὰ τὸ μείζονος ἀπολαῦσαι τιμῆς, τὸ τῶν πρωτείων ἐπιτυχεῖν, τὸ ἀνωτέρω πάντων γενέσθαι, τοῦτό ἐστι, φησίν· τὸ τοίνυν καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, συγκαταβαίνων αὐτοῖς ἐπὶ τῇ ὑπονοίᾳ φησίν. Ἐκεῖνοι γὰρ τὰ πρῶτα ἐζήτουν, καὶ τὸ τῶν ἄλλων ἁπάντων μείζους φανῆναι. Τοῦτο οὖν αὐτὸ, φησὶ, τὸ τῶν ἄλλων ὑμᾶς μείζους φανῆναι, καὶ πάντων ἀνωτέρους, οὐκ ἔστιν ἀπὸ τούτου μόνου λαβεῖν· ἀποθανεῖσθε μὲν γάρ· τὸ δὲ τῆς ἀνωτάτω τιμῆς ἀπολαῦσαι οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' ἐκείνοις οἷς ἡτοίμασται. Καὶ τίσιν ἡτοίμασται; εἰπέ μοι. Ἴδωμεν τίνες οὗτοι οἱ μακάριοι, καὶ τρισμακάριοι, καὶ τῶν λαμπρῶν ἐκείνων ἀπολαύοντες στεφάνων. Τίνες οὖν εἰσιν οὗτοι, καὶ τί ποιήσαντες οὕτω φανοῦνται λαμπροί; Ἄκουσον αὐτοῦ λέγοντος· ἐπειδὴ γὰρ ἠγανάκτησαν οἱ δέκα περὶ τῶν δύο, ὅτι δὴ ἀποῤῥαγέντες τοῦ χοροῦ, τὴν ἀνωτάτω τιμὴν εἰς ἑαυτοὺς περιστῆσαι ἐβούλοντο, ὅρα πῶς καὶ ἐκείνων διορθοῦται τὸ πάθος καὶ τούτων. Καλέσας γὰρ αὐτούς φησιν· Οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν· παρὰ δὲ ὑμῖν οὐκ ἔσται οὕτως, ἀλλ' ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, γενέσθω πάντων ἔσχατος. Ὁρᾷς ὅτι τοῦτο ἐβούλοντο, τὸ πρῶτοι γενέσθαι καὶ μείζους καὶ ἀνώτεροι, καὶ, ὡς ἂν εἴποι τις, ἄρχοντες αὐτῶν; Διὰ δὴ τοῦτο πρὸς τοῦτο ἱστάμενος, καὶ τὰ ἀπόῤῥητα αὐτῶν εἰς μέσον ἐξάγων ἔλεγεν· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων διάκονος. Εἰ προεδρίας ἐρᾶτε, φησὶ, καὶ τῆς ἀνωτάτω τιμῆς, τὰ ἔσχατα διώκετε, τὸ πάντων εὐτελέστεροι εἶναι, τὸ πάντων ταπεινότεροι, τὸ πάντων μικρότεροι, τὸ μετὰ τοὺς ἄλλους ἑαυτοὺς τάττειν. Αὕτη γὰρ ἡ ἀρετὴ ἐκείνην δίδωσι τὴν τιμήν. Καὶ τὸ παράδειγμα ἐγγύθεν, καὶ μετὰ πολλῆς τῆς περιουσίας. Οὐ γὰρ ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου διακο νηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Ὅτι γὰρ τοῦτο ποιεῖ λαμπροὺς καὶ ἐπισήμους, ὁρᾶτε ἐπ' ἐμοῦ, φησὶ, τὸ πρᾶγμα συμβαῖνον, τῷ μὴ δεομένῳ τιμῆς μηδὲ δόξης· ἀλλ' ὅμως καὶ ἐγὼ τὰ μυρία ἀγαθὰ διὰ τούτου κατορθῶ. Πρὶν ἢ μὲν γὰρ λαβεῖν αὐτὸν τὴν σάρκα, καὶ ταπεινῶσαι ἑαυτὸν, πάντα ἀπολώλει καὶ διέφθαρτο· ἐπειδὴ δὲ καὶ ἐταπείνωσεν ἑαυτὸν, πάντα εἰς ὕψος ἀνήγαγε, κατάραν ἠφάνισε, θάνατον ἔσβεσε, παράδεισον ἤνοιξεν, ἁμαρτίαν ἐνέκρωσεν, οὐρανοῦ ἁψῖδας ἀνεπέτασε, τὴν ἀπαρχὴν ἡμῶν εἰς οὐρανὸν ἀνήγαγε, τὴν οἰκουμένην εὐσεβείας ἐπλήρωσε, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν ἀπαρχὴν ἡμῶν εἰς θρόνον ἀνεβίβασε βασιλικὸν, τὰ μυρία ἀγαθὰ εἰργάσατο, ἃ μήτε ἐγὼ, μήτε πάντες ἄνθρωποι δύναιντ' ἂν τῷ λόγῳ παραστῆσαι. Καὶ πρὶν ἢ μὲν ταπεινῶσαι ἑαυτὸν, ἄγγελοι μόνον αὐτὸν ἐγίνωσκον· ἐπειδὴ δὲ ἐταπείνωσεν ἑαυτὸν, ἅπασα ἡ τῶν ἀνθρώπων φύσις ἐπέγνω αὐτόν. Ὅρα πῶς ἡ ταπείνωσις οὐκ ἐλάττωσιν εἰργάσατο, ἀλλὰ μυρία κέρδη, μυρία κατορθώματα, καὶ μεῖζον αὐτοῦ τὴν δόξαν διαλάμψαι ἐποίησεν. Εἰ δ' ἐπὶ τοῦ Θεοῦ τοῦ ἀνενδεοῦς καὶ μηδενὸς προσδεομένου τὸ ταπεινωθῆναι τοσοῦτον ἀγαθὸν, καὶ πλείους αὐτῷ τοὺς οἰκέτας προσήγαγε, καὶ τὴν βασιλείαν ἐπέτεινε, τί δέδοικας αὐτὸς, μὴ ἀπὸ τοῦ ταπεινωθῆναι ἐλαττωθῇς; Τότε ὑψηλότερος ἔσῃ, τότε μέγας, τότε λαμπρὸς, τότε περιφανὴς, ὅταν σεαυτὸν ἐξευτελίσῃς ὅταν μὴ τῶν πρωτείων ἐρᾷς, ὅταν ἐλαττωθῆναι καταδέξῃ καὶ σφαγῆναι καὶ κινδυνεῦσαι· ὅταν τὴν διακονίαν τῶν πολλῶν μεταδιώξῃς καὶ τὴν θεραπείαν καὶ τὴν κηδεμονίαν, καὶ ὑπὲρ τούτου πάντα καὶ ποιῆσαι καὶ παθεῖν ᾖς παρεσκευασμένος. Ταῦτα οὖν ἐννοοῦντες, ἀγαπητοὶ, διώκωμεν ταπεινοφροσύνην μετὰ πολλῆς τῆς προθυμίας, καὶ ὅταν ὑβριζώμεθα καὶ καταπτυώμεθα, καὶ τὰ ἔσχατα πάντα ὑπομένωμεν, καὶ ἀτιμαζώμεθα καὶ καταφρονώμεθα, πάντα μεθ' ἡδονῆς φέρωμεν. Οὐδὲν γὰρ οὕτω ποιεῖν ὕψος εἴωθε καὶ δόξαν καὶ τιμὴν, καὶ μέγαν δεικνύναι, ὡς ἡ τῆς ταπεινοφροσύνης ἀρετή· ἣν γένοιτο μετὰ ἀκριβείας κατορθοῦντας ἡμᾶς τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ δόξα καὶ τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.