Ancient Greek
ΕΙΣ ΤΗΝ ΠΡΟΔΟΣΙΑΝ ΤΟΥ ΙΟΥΔΑ, Καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν. Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De proditione Judae (homiliae 1-2) 2.1
Not analysed yet
Ἀλλὰ τὰ μὲν περὶ τῆς εὐχῆς τῆς ὑπὲρ τῶν ἐχθρῶν ἱκανῶς εἴρηται· ἐπὶ δὲ τὸν τῆς προδοσίας, εἰ δοκεῖ, ἐπανέλθωμεν λόγον, καὶ ἴδωμεν πῶς παρεδόθη ἡμῶν ὁ Δεσπότης. Τότε πορευθεὶς εἷς τῶν δώδεκα, Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Καὶ δοκεῖ μὲν σαφὲς εἶναι τὸ λεγόμενον, καὶ μηδὲν πλέον αἰνίττεσθαι· εἰ δέ τις ἀκριβῶς ἐξετάσῃ ἓν ἕκαστον τῶν λεγομένων, πολλὴν ἔχει τὴν θεωρίαν, καὶ πολὺ τὸ βάθος τῶν νοημάτων. Καὶ πρῶτον, ὁ καιρός. Οὐ γὰρ ἁπλῶς αὐτὸν ἐπισημαίνεται ὁ εὐαγγελιστής· οὐ γὰρ εἶπε πορευθεὶς ἁπλῶς. ἀλλὰ προσέθηκε τὸ Τότε πορευθείς. Τότε; εἰπέ μοι, πότε; καὶ τίνος ἕνεκεν ἐπισημαίνει τὸν χρόνον; τί με βούλεται διδάξαι; Οὐ γὰρ ἁπλῶς εἴρηται τὸ, Τότε, καὶ γὰρ Πνεύματι φθεγγόμενος οὐδὲ ἁπλῶς οὐδὲ εἰκῆ φθέγγεται. Τί οὖν ἐστι τὸ, Τότε; Πρὸ αὐτοῦ τοῦ χρόνου, πρὸ αὐτῆς τῆς ὥρας προσῆλθε πόρνη, ἀλάβαστρον μύρου ἔχουσα, καὶ κατέχεε τὸ ἔλαιον ἐκεῖνο ἐπὶ τὴν κεφαλὴν τοῦ Κυρίου. Ἐπεδείξατο πολλὴν θεραπείαν, ἐπεδείξατο πολλὴν πίστιν, πολλὴν ὑπακοὴν καὶ εὐλάβειαν· μετεβλήθη ἀπὸ τοῦ προτέρου βίου, ἐγένετο βελτίων καὶ σωφρονεστέρα. Καὶ ὅτε ἡ πόρνη μετενόησεν, ὅτε τὸν Δεσπότην ἐπεσπάσατο, τότε ὁ μαθητὴς τὸν διδάσκαλον προέδωκε. Διὰ τοῦτο εἶπε, Τότε, ἵνα μὴ κατηγορήσῃς τοῦ διδασκάλου ἀσθένειαν, ὅταν ἴδῃς τὸν μαθητὴν προδιδόντα τὸν διδάσκαλον. Τοσαύτη γὰρ ἦν ἡ δύναμις τοῦ διδασκάλου, ὡς καὶ πόρνας ἐπισπᾶσθαι εἰς τὴν οἰκείαν ὑπακοήν. Τί οὖν, φησὶν, ὁ πόρνας ἐπισπώμενος, μαθητὴν οὐκ ἴσχυσεν ἐπισπάσασθαι; Ἴσχυεν ἐπισπάσασθαι τὸν μαθητὴν, ἀλλ' οὐκ ἠβούλετο ἀνάγκῃ ποιῆσαι καλὸν, οὐδὲ βίᾳ ἑλκύσαι πρὸς ἑαυτόν. Τότε πορευθείς. Ἔχει τι καὶ τοῦτο οὐ μικρὸν θεώρημα, τὸ, Πορευθείς· οὐ γὰρ μετακληθεὶς ὑπὸ τῶν ἀρχιερέων, οὐκ ἀναγκασθεὶς οὐδὲ βιασθεὶς, ἀλλ' αὐτὸς ἀφ' ἑαυτοῦ καὶ οἴκοθεν ἔτεκε τὸν δόλον, καὶ τὴν γνώμην ἐξήγαγε ταύτην, οὐδένα ἔχων σύμβουλον τῆς πονηρίας ταύτης. Τότε πορευθεὶς εἷς τῶν δώδεκα. Τί ἐστιν, Εἷς τῶν δώδεκα; Καὶ τοῦτο μεγίστην αὐτῷ δείκνυσιν οὖσαν τὴν κατηγορίαν τῷ εἰπεῖν, Εἷς τῶν δώδεκα. Καὶ γὰρ ἦσαν ἕτεροι μαθηταὶ τῷ Ἰησοῦ ἑβδομήκοντα τὸν ἀριθμόν· ἀλλ' ἐκεῖνοι τὰ δευτερεῖα εἶχον, ἐκεῖνοι οὐ τοσαύτης ἀπέλαυον τῆς τιμῆς, οὐδὲ τοσαύτης μετεῖχον τῆς παῤῥησίας, οὐκ ἐκοινώνησαν ἀποῤῥήτων τοσοῦτον, ὡς οἱ δώδεκα. Οὗτοι μάλιστα ἦσαν δόκιμοι, καὶ ὁ περὶ τὸν βασιλέα χορὸς οὗτος ἦν· αὕτη ἡ συμμορία ἡ περὶ τὸν διδάσκαλον, καὶ ἀπὸ ταύτης ἐξεπήδησεν ὁ Ἰούδας. Ἵν' οὖν μάθῃς ὅτι οὐ μαθητὴς ἁπλῶς αὐτὸν προὔδωκεν, ἀλλὰ τῆς δοκιμωτάτης τάξεως εἷς, διὰ τοῦτό φησιν· Εἷς τῶν δώδεκα. Καὶ οὐκ αἰσχύνεται ὁ ταῦτα γράψας Ματθαῖος. Τίνος ἕνεκεν οὐκ αἰσχύνεται; Ἵνα μάθῃς, ὅτι πανταχοῦ μετὰ ἀληθείας πάντα φθέγγονται, καὶ οὐδὲν ἀποκρύπτονται, οὐδὲ τὰ δοκοῦντα εἶναι ἐπονείδιστα. Ταῦτα γὰρ τὰ δοκοῦντα εἶναι ἐπονείδιστα, ταῦτα δείκνυσι τοῦ Δεσπότου τὴν φιλανθρωπίαν· ὅτι τὸν προδότην, τὸν λῃστὴν, τὸν κλέπτην, τοσούτων ἠξίωσεν ἀγαθῶν, καὶ μέχρι τῆς ἐσχάτης διαβαστάζων αὐτὸν διετέλει τῆς ὥρας· καὶ γὰρ ἐνουθέτει καὶ παρῄνει καὶ πάντα τρόπον ἐπεμελεῖτο. Εἰ δὲ μὴ προσεῖχεν ἐκεῖνος, οὐχ ὁ Κύριος αἴτιος· καὶ μάρτυς ἡ πόρνη· αὕτη γὰρ προσέχουσα ἑαυτῇ ἐσώθη. Μὴ τοίνυν ἀπογνῷς σεαυτοῦ, πρὸς τὴν πόρνην ἀπιδών· μηδὲ θαῤῥήσῃς σεαυτῷ, πρὸς τὸν Ἰούδαν ἰδών. Ἀμφότερα γὰρ ταῦτα ὀλέθρια, καὶ τὸ θαῤῥεῖν, καὶ τὸ ἀπογινώσκειν· τὸ μὲν γὰρ θαῤῥεῖν τὸν ἑστηκότα ποιεῖ πεσεῖν, τὸ δὲ ἀπογινώσκειν τὸν κείμενον οὐκ ἀφίησιν ἀναστῆναι. Διὰ τοῦτο ὁ Παῦλος παρῄνει λέγων· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Ἔχεις ἀμφοτέρων τὰ παραδείγματα, πῶς ὁ μαθητὴς δοκῶν ἑστάναι, ἔπεσε· καὶ πῶς ἡ πόρνη κειμένη, ἀνέστη. Εὐόλισθον ἡμῶν ἡ γνώμη, εὐπερίτρεπτον ἡ προαίρεσις· διὰ τοῦτο ἑαυτοὺς πανταχόθεν ἀσφαλίζεσθαι καὶ τειχίζεσθαι χρή. Τότε πορευθεὶς εἷς τῶν δώδεκα, Ἰούδας Ἰσκαριώτης. Ὁρᾷς ἀπὸ ποίου χοροῦ ἐξέπεσεν; ὁρᾷς ποίας διδασκαλίας κατεφρόνησεν; ὁρᾷς ὅσον κακόν ἐστιν ἡ ῥᾳθυμία καὶ ἡ ὀλιγωρία; Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης. Τί μοι λέγεις αὐτοῦ τὴν πόλιν; Εἴθε μὴ τοῦτον ἐγίνωσκον. Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης. Τίνος ἕνεκεν τὴν πόλιν αὐτοῦ λέγεις; Ἦν ἕτερος Ἰούδας μαθητὴς, ζηλωτὴς ἐπικαλούμενος. Ἵν' οὖν διὰ τῆς ὁμωνυμίας μὴ γένηταί τις πλάνη, διεῖλε τοῦτον ἀπ' ἐκείνου, καὶ ἐκεῖνον μὲν ἀπὸ τῆς ἀρετῆς ὠνόμασεν, Ἰούδας ὁ ζηλωτής· τοῦτον δὲ οὐκ ὠνόμασεν ἀπὸ τῆς κακίας· οὐ γὰρ εἶπεν, Ἰούδας ὁ προδότης. Καίτοι ἐχρῆν, ὥσπερ ἐκεῖνον ἀπὸ τῆς ἀρετῆς ἐκάλεσεν, οὕτω καὶ τοῦτον ἀπὸ τῆς κακίας προσαγορεῦσαι, καὶ εἰπεῖν, Ἰούδας ὁ προδότης· ἀλλ' ἵνα σε παιδεύσῃ καθαρὰν ἔχειν κατηγορίας τὴν γλῶτταν, καὶ αὐτοῦ τοῦ προδότου φείδεται. Πορευθεὶς γὰρ, φησὶν, εἷς τῶν δώδεκα, Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν αὐτοῖς· Τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Ὢ τῆς μιαρᾶς ἐκείνης φωνῆς. Καὶ πῶς ἐξεπήδησε τοῦ στόματος; πῶς ἐκίνησε τὴν γλῶσσαν; πῶς οὐκ ἐνάρκησεν ἅπαν τὸ σῶμα; πῶς οὐκ ἐξέστη ἡ διάνοια;