# De proditione Judae (homiliae 1-2) 4.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De proditione Judae (homiliae 1-2), Εἰς τὸ θεῖον καὶ μυστικὸν δεῖπνον τοῦ Σωτῆρος, καὶ περὶ τῆς τοῦ Ἰούδα προδοσίας, καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν θείων μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν. Λεχθεὶς τῇ ἁγίᾳ καὶ μεγάλῃ Πεντάδι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-proditione-judae-homiliae-1-2/4.1-2

Ἀλλ' ἵνα μάθωμεν τὴν διαφορὰν τοῦ προδότου καὶ τῶν μαθητῶν, ἀκούσωμεν· ἅπαντα γὰρ μετὰ ἀκριβείας ἡμῖν διηγεῖται ὁ εὐαγγελιστής. Ὅτε ταῦτα, φησὶν, ἐγένετο, ὅτε ἡ προδοσία προεχώρησεν, ὅτε ἀπώλεσεν ἑαυτὸν ὁ Ἰούδας, ὅτε τὰς παρανόμους ἐκείνας συνθήκας ἐποιήσατο, καὶ ἐζήτει, φησὶν, εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ· Τότε προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Εἶδες μαθητὰς, εἶδες μαθητήν; Ἐκεῖνος περὶ τὴν προδοσίαν ἠσχολεῖτο, οὗτοι περὶ τὴν διακονίαν· ἐκεῖνος σύμφωνα ἐποίει, καὶ τοῦ αἵματος τοῦ Δεσποτικοῦ τὴν τιμὴν λαμβάνειν ἐπεχείρει, οὗτοι περὶ τὴν ὑπηρεσίαν παρασκευάζονται. Τῶν αὐτῶν θαυμάτων ἀπήλαυσαν καὶ οὗτος κἀκεῖνοι, τῶν αὐτῶν διδαγμάτων· πόθεν οὖν ἡ διαφορά; Ἀπὸ τῆς προαιρέσεως. Αὕτη αἰτία τῶν κακῶν καὶ τῶν ἀγαθῶν γίνεται. Ἡ ἑσπέρα αὕτη ἦν, καθ' ἣν οἱ μαθηταὶ ταῦτα ἔλεγον. Τί ἐστι, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Διδασκόμεθα ἐντεῦθεν, ὅτι οὐκ εἶχεν οἰκίαν ἀφωρισμένην ὁ Χριστός. Ἀκουέτωσαν οἱ τὰς λαμπρὰς οἰκίας οἰκοδομοῦντες καὶ τοὺς μακροὺς περιβόλους, ὅτι ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Διά τοι τοῦτο λέγουσιν αὐτῷ οἱ μαθηταί· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ποῖον Πάσχα; Τὸ Ἰουδαϊκὸν, τὸ ἀπ' Αἰγύπτου τὴν ἀρχὴν ἐσχηκός· ἐκεῖ γὰρ τὴν ἀρχὴν ἐπετέλεσαν. Καὶ τίνος ἕνεκεν ἐπιτελεῖ αὐτὸ ὁ Χριστός; Ὥσπερ πάντα τὰ ἄλλα νόμιμα ἐπλήρωσεν, οὕτω καὶ τοῦτο. Διὰ τοῦτο καὶ πρὸς τὸν Ἰωάννην ἔλεγεν· Οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. Οὐ τοίνυν τὸ ἡμέτερον Πάσχα, ἀλλὰ τὸ Ἰουδαϊκὸν ἑτοιμάσαι ἐβούλοντο οἱ μαθηταί. Τοῦτο μὲν γὰρ αὐτοὶ ἡτοίμασαν, τὸ δὲ ἡμέτερον αὐτὸς παρεσκεύασεν, ἀλλὰ καὶ αὐτὸς Πάσχα ἐγένετο διὰ τοῦ τιμίου πάθους. Τίνος οὖν ἕκενεν ἐπὶ τὸ πάθος ἔρχεται; Ἵνα ἡμᾶς λυτρώσηται ἐκ τῆς κατάρας τοῦ νόμου. Διὸ καὶ Παῦλος ἐβόα· Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ. Ἵνα οὖν μή τις λέγῃ, ὅτι διὰ τοῦτο ἔπαυσεν, ἐπειδὴ πληρῶσαι αὐτὸν οὐκ ἠδύνατο, ὡς φορτικὸν καὶ ἐπαχθῆ καὶ δυσκατόρθωτον, διὰ τοῦτο αὐτὸν πληρώσας ἅπαντα, τότε αὐτὸν ἔλυσε. Διὰ τοῦτο καὶ Πάσχα ἐποίησε· νόμου γὰρ ἐπίταγμα αὐτοῖς ἦν ἡ τοῦ Πάσχα ἑορτή. Ἄκουσον· Ἀγνώμονες ἦσαν περὶ τὸν εὐεργέτην οἱ Ἰουδαῖοι, καὶ παραυτὰ ἐπελανθάνοντο τοῦ εὐεργέτου. Καὶ ἵνα μάθῃς ἀκριβῶς, ἐξῆλθον ἐξ Αἰγύπτου, διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, εἶδον αὐτὴν διαιρεθεῖσαν, καὶ πάλιν συναπτομένην· καὶ μετ' οὐ πολὺ λέγουσι τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν. Τί λέγεις, ὦ ἀγνῶμον Ἰουδαῖε; εἶδες τοιαῦτα θαύματα, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε, καὶ οὔτε μνήμην ποιεῖς τοῦ εὐεργέτου; Ἐπεὶ οὖν ἐπελανθάνοντο τῶν εὐεργεσιῶν αὐτοῦ, τῇ ὑποθέσει τῶν ἑορτῶν ἐγκατέδησε τῶν δωρεῶν τὰ ὑπομνήματα ὁ Θεὸς, ἵνα καὶ ἑκόντες καὶ ἄκοντες ἔναυλον ἔχωσι τὴν μνήμην. Καὶ ἐκεῖνοι μὲν οὕτω· διὰ τί; Ἵν', ὅταν ἐπερωτήσῃ σε ὁ υἱός σου, Τί ἐστι τοῦτο, εἴπῃς, ὅτι τοῦτο τοῦ προβάτου τὸ αἷμα ἐπέχρισαν ταῖς φλιαῖς τῶν θυρῶν, καὶ διέφυγον τὸν θάνατον ὃν ὁ ὀλοθρεύων ἐπήγαγε τοῖς κατὰ τὴν Αἴγυπτον ἅπασι· καὶ διὰ τὸ αἷμα τοῦτο οὐκ ἴσχυσεν εἰσπηδῆσαι καὶ τὴν πληγὴν ἐπαγαγεῖν. Ἐκεῖνοι οὖν ἄκοντες, ὧδε δὲ ἑκὼν θύεται Χριστός. Διὰ τί; Ἐπειδὴ τύπος ἦν ἐκεῖνο τοῦ πνευματικοῦ. Καὶ ἵνα μάθῃς, ὅρα ὅση ἡ συγγένεια· Ἀμνὸς καὶ ἀμνὸς, ἀλλ' ὁ μὲν ἄλογος, ὁ δὲ λογικός· πρόβατον καὶ πρόβατον, σκιὰ καὶ ἀλήθεια· ἀλλ' ἐπέφανεν ὁ τῆς δικαιοσύνης ἥλιος, καὶ ἡ σκιὰ πέπαυται· ἡλίου γὰρ ὄντος κρύπτεται ἡ σκιά. Διὰ τοῦτο ἀμνὸς καὶ ἐν τῇ τραπέζῃ τῇ μυστικῇ, ἵνα τῷ αἵματι αὐτοῦ ἁγιαζώμεθα. Διὰ τοῦ ἡλίου ἐλθόντος λύχνος μηκέτι φαινέτω· τύποι γὰρ ἦσαν τῶν μελλόντων τὰ γεγονότα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De proditione Judae (homiliae 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg030.local001/.
