# De proditione Judae (homiliae 1-2) 5.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De proditione Judae (homiliae 1-2), Εἰς τὸ θεῖον καὶ μυστικὸν δεῖπνον τοῦ Σωτῆρος, καὶ περὶ τῆς τοῦ Ἰούδα προδοσίας, καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν θείων μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν. Λεχθεὶς τῇ ἁγίᾳ καὶ μεγάλῃ Πεντάδι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-proditione-judae-homiliae-1-2/5.1

Ταῦτα πρὸς Ἰουδαίους λέγω, ἵνα μὴ ἀπατῶντες ἑαυτοὺς, δοκῶσι Πάσχα ἐπιτελεῖν, ἐπειδὴ γνώμῃ ἀναισχύντῳ τὰ ἄζυμα προλαμβάνουσι, καὶ προβάλλονται ἑορτὴν, οἱ ἀεὶ ἀπερίτμητοι τῇ καρδίᾳ, καὶ τοῖς ὠσὶ βαρέως ἀκούοντες. Πῶς, εἰπέ μοι, Πάσχα ἐπιτελεῖς, ὦ Ἰουδαῖε; Ὁ ναὸς κατέσκαπται· ὁ βωμὸς ἀνῄρηται, τὰ Ἅγια τῶν ἁγίων πεπάτηται, πᾶσα θυσία καταλέλυται· τίνος οὖν ἕνεκεν τολμᾷς παρανομεῖν; Ἀπῆλθές ποτε εἰς Βαβυλῶνα, ἤκουσας τῶν αἰχμαλωτευσάντων ὑμᾶς λεγόντων, ᾌσατε τὴν ᾠδὴν ἡμῖν τοῦ Κυρίου· καὶ οὐκ ἠνέσχου. Καὶ διὰ τί ἔξωθεν Ἱεροσολύμων ποιεῖς τὸ Πάσχα; Σὺ εἶπας· Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Καὶ ταῦτα δηλῶν ὁ μακάριος Δαυῒδ ἔλεγεν· Ἐπὶ τὸν ποταμὸν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν· ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν, τουτέστι, τὸ ψαλτήριον, τὴν κιθάραν, τὴν λύραν· τούτοις γὰρ τὸ παλαιὸν ἐκέχρηντο, καὶ διὰ τούτων τοὺς ψαλμοὺς ᾖδον. Ἐκεῖ γὰρ, φησὶν, ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν· καὶ εἴπαμεν· Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Τί λέγεις, εἰπέ μοι; τὴν ᾠδὴν Κυρίου οὐκ ᾄδεις ἐπὶ γῆς ἀλλοτρίας, καὶ τὸ Πάσχα ἐπιτελεῖς ἐπὶ γῆς ἀλλοτρίας; Εἶδες ἀναισθησίαν Ἰουδαίων; Ὅτε πολέμιοι ἦσαν οἱ καταναγκάζοντες, οὔτε ψαλμὸν εἵλοντο εἰπεῖν ἐπὶ γῆς ἀλλοτρίας· καὶ νῦν ἀφ' ἑαυτῶν, οὐδενὸς ἀναγκάζοντος, πόλεμον εἰσάγουσι πρὸς τὸν Θεόν. Διὸ καὶ ὁ μακάριος Στέφανος ἔλεγε πρὸς αὐτούς· Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε. Ὁρᾷς ὡς ἀκάθαρτα τὰ ἄζυμα; πῶς παράνομος ἡ ἑορτὴ ἡ Ἰουδαϊκή; Ἦν Πάσχα Ἰουδαϊκόν ποτε, ἀλλ' ἐλύθη. Τότε, φησὶν, Ὁ Ἰησοῦς, ἐσθιόντων αὐτῶν καὶ πινόντων, λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίων καὶ ἀχράντων αὐτοῦ χειρῶν, εὐχαριστήσας καὶ κλάσας εἶπε τοῖς ἑαυτοῦ μαθηταῖς· Λάβετε, φάγετε· τοῦτό μου ἐστὶ τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν κλώμενον εἰς ἄφεσιν ἀμαρτιῶν. Καὶ τὸ ποτήριον πάλιν λαβὼν, ἐδίδου αὐτοῖς λέγων· Τοῦτό ἐστι τὸ αἷμά μου τὸ ὑπὲρ ὑμῶν ἐκχεόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ παρῆν καὶ Ἰούδας τοῦτο λέγοντος τοῦ Κυρίου. Τοῦτό ἐστι τὸ αἷμα, ὦ Ἰούδα, ὅπερ ἐπώλησας τριάκοντα ἀργυρίων· τοῦτό ἐστι τὸ αἷμα, ὑπὲρ οὗ πρὸ μικροῦ τὰ ἀναιδῆ σύμφωνα ἐποίου πρὸς τοὺς ἀγνώμονας Φαρισαίους. Ὢ πόση ἡ τοῦ Χριστοῦ φιλανθρωπία. ὢ τῆς τοῦ Ἰούδα ἀγνωμοσύνης. ὁ Δεσπότης ἔτρεφε, καὶ ὁ δοῦλος ἐπίπρασκεν· ὁ μὲν γὰρ ἐπώλησεν αὐτὸν λαβὼν τριάκοντα ἀργύρια, ὁ δὲ Χριστὸς λυτρὸν ὑπὲρ ἡμῶν τὸ ἴδιον αἷμα ἐξέχεε, καὶ τῷ πεπρακότι δέδωκεν, εἴπερ ἠθέλησε. Καὶ γὰρ παρῆν καὶ Ἰούδας πρὸ τῆς προδοσίας, καὶ τῆς ἱερᾶς τραπέζης μετέσχε, καὶ τοῦ μυστικοῦ δείπνου ἀπήλαυσεν. Ὥσπερ γὰρ τοὺς πόδας τῶν μαθητῶν ἔνιψεν, οὕτω καὶ τῆς ἱερᾶς τραπέζης μετέσχεν Ἰούδας, ἵνα μηδεμίαν ἔχῃ ἀπολογίαν, ἀλλὰ κρῖμα λήψηται. Ἐπέμενε γὰρ τῇ πονηρᾷ γνώμῃ, καὶ ἐξελθὼν ἀντὶ φιλήματος προδοσίαν εἰργάσατο, μὴ μνησθεὶς τῶν εὐεργεσιῶν αὐτοῦ, καὶ μετὰ τὴν προδοσίαν ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια, λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Ὢ τύφλωσις. τοῦ δείπνου μετέσχες, καὶ τὸν εὐεργέτην παρέδωκας; Καὶ ὁ μὲν Κύριος ἑκὼν τὸ γεγραμμένον ἐπλήρου· Οὐαὶ δὲ δι' οὗ τὸ σκάνδαλον ἦλθεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De proditione Judae (homiliae 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg030.local001/.
