# De profectu evangelii 2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De profectu evangelii, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-profectu-evangelii/2

Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, κἂν εἰς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν ἀνέλθωμεν, πάντων ἑαυτοὺς ἐσχάτους νομίζωμεν, μαθόντες ὅτι καὶ ἐξ αὐτῶν τῶν οὐρανῶν ἀπόνοια δύναται κατενεγκεῖν τὸν μὴ προσέχοντα, καὶ ἐξ αὐτῆς τῆς ἀβύσσου τῶν ἁμαρτημάτων ἀνενεγκεῖν εἰς ὕψος ταπεινοφροσύνη τὸν μετριάζειν εἰδότα. Αὕτη γὰρ πρὸ τοῦ Φαρισαίου τὸν τελώνην ἔστησεν· ἐκείνη δὲ, ἡ ἀπόνοια λέγω, καὶ ἡ ὑπερηφανία, καὶ ἀσωμάτου περιεγένετο δυνάμεως τοῦ διαβόλου· ἡ δὲ ταπεινοφροσύνη καὶ τῶν οἰκείων ἁμαρτημάτων ἡ ἐπίγνωσις εἰς παράδεισον τὸν λῃστὴν εἰσήγαγε πρὸ τῶν ἀποστόλων. Εἰ δὲ οἱ τὰ οἰκεῖα ὁμολογοῦντες ἁμαρτήματα, τοσαύτην ἑαυτοῖς προξενοῦσι τὴν παῤῥησίαν, οἱ πολλὰ μὲν ἑαυτοῖς συνειδότες ἀγαθὰ, ταπεινοῦντες δὲ ἑαυτῶν τὴν ψυχὴν, πόσων οὐκ ἐπιτεύξονται στεφάνων; Ὅταν γὰρ ἁμαρτία συμβεβλημένη ᾖ τῇ ταπεινοφροσύνῃ, οὕτω τρέχει μετ' εὐκολίας, ὡς δικαιοσύνην μετ' ἀπονοίας οὖσαν ὑπερβῆναι καὶ προλαβεῖν. Ἂν τοίνυν μετὰ δικαιοσύνης αὐτὴν συνάψῃς, ποῦ οὐκ ἀφίξεται; πόσους οὐ διαβήσεται οὐρανούς; Παρ' αὐτὸν πάντως στήσεται τοῦ Θεοῦ τὸν θρόνον ἀνὰ μέσον τῶν ἀγγέλων μετὰ παῤῥησίας πολλῆς. Πάλιν εἰ μετὰ δικαιοσύνης ἡ ἀπόνοια ζευχθεῖσα, τῇ τῆς οἰκείας κακίας ὑπερβολῇ καὶ βαρύτητι καθελκύσαι τὴν ἐκείνης παῤῥησίαν ἴσχυσεν, ἂν μετὰ ἁμαρτίας ᾖ συμβεβλημένη, εἰς πόσην οὐ κατακρημνίσαι δυνήσεται τὸν ἔχοντα αὐτὴν γέενναν; Ταῦτα λέγω, οὐχ ἵνα ἀμελῶμεν δικαιοσύνης, ἀλλ' ἵνα φύγωμεν ἀπόνοιαν· οὐχ ἵνα ἁμαρτάνωμεν ἀλλ' ἵνα μετριάζωμεν. Θεμέλιος γάρ ἐστι τῆς καθ' ἡμᾶς φιλοσοφίας ἡ ταπεινοφροσύνη. Κἂν μυρία ἄνωθεν οἰκοδομήσῃς, κἂν ἐλεημοσύνην, κἂν εὐχὰς, κἂν νηστείαν, κἂν πᾶσαν ἀρετὴν, ταύτης μὴ προκαταβληθείσης, πάντα εἰκῆ καὶ μάτην ἐποικοδομηθήσεται, καὶ καταπεσεῖται ῥᾳδίως κατὰ τὴν οἰκοδομὴν ἐκείνην τὴν ἐπὶ τῆς ψάμμου τεθεῖσαν. Οὐδὲν γάρ ἐστιν, οὐδὲν τῶν ἡμετέρων κατορθωμάτων, ὃ οὐ ταύτης δεῖται· οὐδέν ἐστιν, ὃ χωρὶς ταύτης στῆναι δυνήσεται. Ἀλλὰ κἂν σωφροσύνην εἴπῃς, κἂν παρθενίαν, κἂν χρημάτων ὑπεροψίαν, κἂν ὁτιοῦν, πάντα ἀκάθαρτα καὶ ἐναγῆ καὶ βδελυρὰ ταπεινοφροσύνης ἀπούσης. Πανταχοῦ τοίνυν αὐτὴν παραλαμβάνωμεν, ἐν ῥήμασιν, ἐν πράγμασιν, ἐν ἐνθυμήμασι, καὶ μετὰ ταύτης ταῦτα οἰκοδομῶμεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De profectu evangelii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg078.local001/.
