Ancient Greek · ~15 min
Ἀπόδειξις τοῦ χρησίμως τὰς περὶ Χριστοῦ καὶ ἐθνῶν καὶ τῆς ἐκπτώσεως Ἰουδαίων προφητείας ἀσαφεῖς εἶναι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De prophetiarum obscuritate (homiliae 1-2) 1.1
Not analysed yet
Προφητικὴν σήμερον ὑμῖν παραθεῖναι βούλομαι τράπεζαν καὶ πρὸς τὸ πέλαγος τῆς Ἡσαΐου σοφίας ἐπαφεῖναι τὸν λόγον παρασκευάζομαι. Ἀλλὰ τί πάθω; Ὀκνῶ καὶ δέδοικα, μή ποτε τὸν λιμένα ἐξελθόντες, καὶ πρὸς τὸ βάθος καταντήσαντες τῶν προφητικῶν νοημάτων, ἰλιγγιάσωμεν· ὅπερ πάσχουσιν οἱ τῶν πλωτήρων ἀήθεις. Καὶ γὰρ ἐκεῖνοι, ἐπειδὰν τὴν γῆν ἀφέντες ἐξ ἑκατέρου μέρους τῆς νηὸς πέλαγος ἴδωσι, καὶ οὐδὲν ἕτερον, ἀλλ' ἢ θάλατταν καὶ οὐρανὸν, σκοτοδίνῳ κατέχονται, καὶ περιφέρεσθαι τὸ πλοῖον αὐτοῖς κύκλῳ νομίζουσι μετὰ τῆς θαλάττης. Ἀλλ' οὐ παρὰ τὴν φύσιν τῆς θαλάττης, ἀλλὰ παρὰ τὴν ἀπειρίαν τῶν πλεόντων οἱ ἴλιγγοι γίνονται· ἕτεροι γοῦν τῶν ναυτῶν γυμνοῖς τοῖς σώμασι κυβιστῶσι κατὰ τῶν κυμάτων, καὶ οὐδὲν πάσχουσι τοιοῦτον, ἀλλὰ πρὸς τὸ βάθος καταβάντες αὐτὸ, τῶν ἐν ἐδάφει διαιτωμένων ἀσφαλέστερον διατρίβουσι, καὶ τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς, καὶ παντὶ τῷ σώματι δεχόμενοι τὴν ἅλμην, οὐ δυσχεραίνουσι. Τοσοῦτόν ἐστι μελέτη καλὸν, τοιοῦτόν ἐστιν ἀπειρία κακόν· οὕτως αὕτη καὶ τῶν φοβερῶν καταφρονεῖν πείθει, ἐκείνη δὲ καὶ τὰ ἀσφαλῆ ὑποπτεύειν καὶ δεδοικέναι παρασκευάζει. Οἱ μὲν γὰρ ἐφ' ὑψηλῶν τῶν ἰκρίων καθήμενοι τῆς νηὸς, καὶ πρὸς τὴν θέαν ἰλιγγιῶσιν· οἱ δὲ οὐδὲ ἐν μέσοις θορυβοῦνται τοῖς κύμασι. Τοῦτο καὶ ἐπὶ τῆς διανοίας γίνεται τῆς ἡμετέρας· καὶ γὰρ καὶ ταύτην πολλάκις καταλαμβάνει κύματα παθῶν τῶν θαλαττίων ἀγριώτερα, οἷον ζάλη θυμοῦ κάτωθεν στρέφουσα τὴν καρδίαν, πνεύματα ἐπιθυμίας πονηρᾶς πολλὴν ἐμποιοῦντα τῇ διανοίᾳ τὴν σύγχυσιν. Ἀλλ' ὁ μὲν ἄπειρος καὶ ἀμελέτητος, ἀρχομένου τοῦ χειμῶνος τῆς ὀργῆς, εὐθέως θορυβεῖται, ταράττεται, κλονεῖται, περιορᾷ γινομένην ὑποβρύχιον τὴν ψυχὴν ὑπὸ τῶν παθῶν, καὶ ναυάγιον ὑπομένουσαν· ὁ δὲ ἔμπειρος καὶ μεμελετηκὼς τὰ τοιαῦτα φέρειν γενναίως, καθάπερ κυβερνήτην ἐπὶ τῶν οἰάκων, οὕτω τὸν λογισμὸν ἐπάνω τῶν παθῶν καθίσας, οὐ πρότερον ἀφίσταται πάντα ποιῶν, ἕως ἂν κατευθύνῃ τὸ σκάφος πρὸς τὸν εὔδιον τῆς φιλοσοφίας λιμένα. Ὅπερ οὖν ἐπὶ τῆς θαλάττης γίνεται, καὶ ἐπὶ τῆς διανοίας συμβαίνει, τοῦτο καὶ ἐν τῇ ἐξηγήσει τῶν Γραφῶν συμπίπτει· ἀνάγκη θορυβεῖσθαι, ταράττεσθαι, ἐπειδὰν ἐξέλθωμεν εἰς τὸ πέλαγος, οὐκ ἐπειδὴ τὸ πέλαγος φοβερὸν, ἀλλ' ἐπειδὴ ἡμεῖς οἱ πλέοντες ἄπειροι. Ὅτι γὰρ ἔστιν, εὔκολον φύσει λόγον ὄντα, δύσκολον γενέσθαι παρὰ τὴν ἀπειρίαν τῶν ἀκουόντων, Παῦλον ὑμῖν παραστήσομαι μάρτυρα. Εἰπὼν γὰρ ὅτι Χριστὸς ἐγένετο ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ ζητῶν τίς ἐστιν ὁ Μελχισεδὲκ, ἐπήγαγε· Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος. Τί λέγεις, ὦ μακάριε Παῦλε; Δυσερμήνευτός σοι τῷ πνευματικὴν ἔχοντι σοφίαν, τῷ τὰ ἀπόῤῥητα ῥήματα ἀκούσαντι, τῷ πρὸς τρίτον ἁρπαγέντι οὐρανόν; Εἰ σοὶ δυσερμήνευτος, τίνι καταληπτός; Ἐμοὶ, φησὶ, δυσερμήνευτος, οὐ παρὰ τὴν οἰκείαν δυσκολίαν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων. Εἰπὼν γὰρ, Δυσερμήνευτος, ἐπήγαγεν· Ἐπειδὴ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ὁρᾷς ὅτι οὐχ ἡ φύσις τοῦ λόγου, ἀλλ' ἡ ἀπειρία τῶν ἀκουόντων δύσκολον τὸν οὐ δύσκολον ἐποίησεν; Οὐ μόνον δὲ δύσκολον, ἀλλὰ καὶ πολὺν ποιεῖ τὸν βραχὺν ἡ αὐτὴ αἰτία· διόπερ οὐχὶ δυσερμήνευτον ἔφησεν εἶναι μόνον, ἀλλὰ καὶ πολὺν, καὶ τοῦ μήκους, καὶ τῆς δυσκολίας ἀναθεὶς τὴν αἰτίαν τῇ νωθρότητι τῆς ἀκοῆς. Καθάπερ γὰρ ἐπὶ τῶν ἀῤῥωστούντων οὐκ ἀναγκαῖον σύντομον καὶ ἐσχεδιασμένην παραθεῖναι τράπεζαν, ἀλλὰ δεῖ παρασκευάσαι τὰ σιτία διάφορα, ἵνα ἂν τοῦτο ὁ κάμνων μὴ βουληθῇ μεταλαβεῖν, τὸ ἕτερον λάβῃ· κἂν ἐκεῖνο μὴ προσίηται, τὸ ἄλλο δέξηται· κἂν τοῦτο διακρούσηται, ἐπιλάβηται θατέρου, καὶ τῇ ποικιλίᾳ τῶν βρωμάτων τὴν δυσκολίαν νικήσωμεν, καὶ τῷ πολυτρόπῳ τῆς τραπέζης τὸ δυσάρεστον τῆς γνώμης θεραπεύσωμεν· οὕτω πολλάκις καὶ ἐπὶ τῆς πνευματικῆς ἑστιάσεως χρὴ ποιεῖν. Ὅταν ἀσθενεῖς ὦμεν, πολὺν παρασκευάσασθαι χρὴ τὸν λόγον καὶ ποικίλον, παραβολὰς καὶ παραδείγματα ἔχοντα, κατασκευὰς, καὶ περιόδους, καὶ ἕτερα πολλὰ τοιαῦτα, ἵνα ἐκ πάντων ῥᾳδία γένηται ἡμῖν τῶν συμφερόντων ἡ αἵρεσις. Πλὴν ἀλλ' εἰ καὶ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, οὐκ ἀπεστέρησεν αὐτοὺς τῆς διδασκαλίας τοῦ Μελχισεδέκ· τῷ μὲν γὰρ εἰπεῖν, Πολὺς καὶ Δυσερμήνευτος, ἀναστήσας αὐτῶν τὴν σπουδὴν, ἵνα προθυμότεροι γένωνται περὶ τὴν ἀκρόασιν· τῷ δὲ παρασχεῖν τὴν τράπεζαν, χαρισάμενος αὐτῶν τῇ ἐπιθυμίᾳ.