Ancient Greek
Homilia 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De prophetiarum obscuritate (homiliae 1-2) 2.2.1
Not analysed yet
Ὁρᾷς ὅτι ἐδεήθησαν τῆς διὰ τῶν πραγμάτων ἐκβάσεως, ἵνα σαφεστέρα γένηται ἡ προφητεία, καὶ ὅτι ἔγκλημα οὐκ εἶχον οἱ Ἰουδαῖοι μὴ συνιέντες τὰς προφητείας ἐκείνας τὰς περὶ Χριστοῦ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας; Τῇ γὰρ παρουσίᾳ δῆλαι ἔμελλον γίνεσθαι καὶ σαφεῖς. Ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Διὰ τί οὐκ εἶχον ἁμαρτίαν, εἰ αἱ προφητεῖαι προέλεγον; Ὅτι προέλεγον μὲν, οὐκ ἦσαν δὲ σαφεῖς, οὐδὲ δῆλαι πρὸ τῆς παρουσίας τοῦ προλεγομένου. Εἰ γὰρ καὶ τότε σαφεῖς ἦσαν αὐτοῖς καὶ δῆλαι, δῆλον ὅτι καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ἁμαρτίαν εἶχον· εἰ δὲ ἁμαρτίαν οὐκ εἶχον, εὔδηλον ὅτι διὰ τὴν ἀσάφειαν αὐτῶν καὶ τὸ συνεσκιάσθαι τὰ λεγόμενα. Οὐδὲ γὰρ ἀπῃτοῦντο τὴν εἰς τὸν Χριστὸν πίστιν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας. Τίνος οὖν ἕνεκεν προελέγετο τότε; Ἵν', ὅταν παραγένηται, οἴκοθεν ἔχωσι τοὺς διδασκάλους ἐνάγοντας αὐτοὺς, καὶ εἰδῶσιν ὅτι οὐ καινοτομία τὰ γινόμενα, οὐδὲ πρόσφατος ἡ οἰκονομία, ἀλλ' ἄνωθεν ταῦτα καὶ πρὸ πολλῶν προανεκηρύττετο χρόνων· οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ ἐπισπάσασθαι πρὸς τὴν πίστιν αὐτούς. Μία μὲν οὖν αὕτη τῆς ἀσαφείας αἰτία, ἣν καὶ διὰ πλειόνων ἀπεδείξαμεν μαρτυριῶν ἐν τῇ προτέρᾳ διαλέξει. Ἵν' οὖν μὴ πάλιν ὑμᾶς ἐνοχλῶμεν τὰ αὐτὰ λέγοντες, ἀναγκαῖον μὲν ταύτης ἀποστῆναι, ἑτέραν δὲ εἰπεῖν τὴν οὐκ ἀσαφῆ καὶ ἄγνωστον, ἀλλὰ δυσκολωτέραν ἡμῖν ποιοῦσαν τὴν Παλαιὰν Διαθήκην. Ἄλλο γάρ ἐστι μηδὲν ὅλως εἰδέναι τῶν ἐγκειμένων, καὶ ὁρᾷν κάλυμμα ἐπικείμενον, ἄλλο δὲ εὑρεῖν μὲν τὰ λεγόμενα, μετὰ πόνου δὲ εὑρεῖν. Τίς οὖν ἐστιν ἡ δευτέρα αἰτία, δι' ἣν δυσκολωτέρα ἡ Παλαιὰ Διαθήκη τῆς Νέας ἐστίν; Οὐχὶ τῇ ἐγχωρίῳ φωνῇ ἔχομεν τὴν Παλαιὰν Διαθήκην παρ' ἡμῖν γεγραμμένην· ἀλλ' ἑτέρᾳ μὲν συνετέθη γλώττῃ, ἑτέρᾳ δὲ ἔχομεν αὐτὴν ἀναγινωσκομένην ἡμεῖς. Τῇ γὰρ Ἑβραίων φωνῇ παρὰ τὴν ἀρχὴν συνεγράφη, ἡμεῖς δὲ αὐτὴν τῇ Ἑλλήνων παρελάβομεν γλώττῃ· ὅταν δὲ γλῶττα ἑρμηνευθῇ εἰς ἑτέραν γλῶτταν, πολλὴν ἔχει τὴν δυσκολίαν. Καὶ ἴσασιν ἀκριβῶς, ὅσοι πολλῶν γλωσσῶν εἰσιν ἔμπειροι, πῶς οὐ δυνατὸν πᾶσαν τὴν σαφήνειαν τῆς φωνῆς τῆς ἐν τῇ οἰκείᾳ φύσει κειμένης μετενεγκεῖν εἰς τὴν ἑτέραν μεταβάλλοντας γλῶσσαν. Τοῦτο οὖν αἴτιον τῆς δυσκολίας τῆς ἐν τῇ Παλαιᾷ Διαθήκῃ γέγονε. Πρὸ γὰρ τριακοσίων ἐτῶν τῆς τοῦ Χριστοῦ παρουσίας, ἐπὶ Πτολεμαίου τοῦ βασιλέως τῶν Αἰγυπτίων, πρὸς τὴν Ἑλλάδα μετηνέχθη γλῶσσαν ἡ Παλαιὰ Διαθήκη, χρησίμως σφόδρα καὶ ἀναγκαίως. Ἕως μὲν γὰρ ἑνὶ ἔθνει τῶν Ἰουδαίων διελέγετο, ἔμενεν ἐν τῇ Ἑβραΐδι φωνῇ. Οὐδεὶς γὰρ τότε ἔμελλεν αὐτῇ προσέχειν, τοῦ λοιποῦ τῶν ἀνθρώπων γένους εἰς θηριωδίαν ἐσχάτην ἐληλακότος. Ἐπειδὴ δὲ ἔμελλεν ὁ Χριστὸς παραγίνεσθαι, καὶ τὴν οἰκουμένην πᾶσαν πρὸς ἑαυτὸν καλεῖν, οὐχὶ διὰ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν προφητῶν (καὶ γὰρ κἀκεῖνοι πρὸς τὴν πίστιν ἡμᾶς χειραγωγοῦσι τῆς τοῦ Χριστοῦ γνώσεως), τηνικαῦτα λοιπὸν ὡσπερεί τινας εἰσόδους καὶ ὁδοὺς τὰς προφητείας, πρότερον ἀποκεκλεισμένας τῇ τῆς γλώττης ἀσαφείᾳ, πάντοθεν ἀνοιγῆναι παρεσκεύασε διὰ τῆς ἑρμηνείας, ἵνα πάντες οἱ ἐκ τῶν ἐθνῶν πανταχόθεν συῤῥέοντες, καὶ μετὰ πολλῆς τῆς εὐκολίας ταύτας ὁδεύοντες τὰς ὁδοὺς, δι' αὐτῶν δυνηθῶσι πρὸς τὸν βασιλέα τῶν προφητῶν ἐλθεῖν, καὶ προσκυνῆσαι τῷ μονογενεῖ τοῦ Θεοῦ Υἱῷ. Διὰ τοῦτο πρό γε τοῦ χρόνου τῆς παρουσίας τοῦ Χριστοῦ ἡρμηνεύθησαν ἅπασαι· ἐπεὶ εἰ ἔμενον ἐν τῇ Ἑβραΐδι διαλέκτῳ μόνον, ἔλεγε δὲ ὁ Δαυῒδ, Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, πόθεν ἔμελλεν εἰδέναι τὸ λεγόμενον ὁ Σύρος, ἢ ὁ Γαλάτης, ἢ ὁ Μακεδὼν, ἢ ὁ Ἀθηναῖος, ἐν ἀσαφείᾳ μενούσης τῆς Γραφῆς; Πάλιν ὁ Ἡσαΐας ἐβόα· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καὶ πάλιν· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. Καὶ πάλιν· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Καὶ ὁ Δαυῒδ πάλιν ἔλεγεν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος· καὶ πάλιν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.