Ancient Greek · ~19 min
Ἀπόδειξις τοῦ χρησίμως τὰς περὶ Χριστοῦ καὶ ἐθνῶν καὶ τῆς ἐκπτώσεως Ἰουδαίων προφητείας ἀσαφεῖς εἶναι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De prophetiarum obscuritate (homiliae 1-2) 3.1
Not analysed yet
Πῶς μὲν οὖν ἀπάτωρ καὶ ἀμήτωρ ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ἱκανῶς ἀποδέδεικται, καὶ πῶς ἀγενεαλόγητος ἑκατέραν τὴν γέννησιν· λοιπὸν δὲ πρὸς τὸ ἐπεῖγον ἀπαγάγωμεν, τὸν λόγον τὸν περὶ τοῦ Μελχισεδὲκ εἰς ἑτέραν ἡμέραν ἀναβαλλόμενοι, καὶ διαναστήσωμεν τὴν ἀκοὴν, προφητικῶν μέλλοντες ἀκούειν αἰνιγμάτων. Αἰνίγμασι γὰρ ἔοικε τὰ προφητικὰ, καὶ πολλὴ δυσκολία ἐν τῇ παλαιᾷ Διαθήκῃ, καὶ δυσεπίληπτα τὰ βιβλία· ἡ δὲ Καινὴ σαφεστέρα καὶ εὐκολωτέρα. Καὶ τίνος ἕνεκεν, φησὶ, ταῦτα οὕτω διατετύπωται, καίτοι ἡ Καινὴ περὶ μειζόνων διαλέγεται πραγμάτων, περὶ βασιλείας οὐρανῶν, καὶ σωμάτων ἀναστάσεως, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν, ἃ καὶ ἀνθρώπινον ὑπερβαίνει νοῦν; Τίς οὖν ἡ αἰτία τοῦ τὰς προφητείας ἀσαφεῖς εἶναι; Πολλὰ προλέγουσιν Ἰουδαίοις αὗται κακά· καὶ ὅτι ἐκβληθήσονται μὲν ἐκεῖνοι, ἡμεῖς δὲ εἰσδεχθησόμεθα· καὶ ὅτι καταλυθήσεται μὲν ὁ ναὸς, καὶ οὐκέτι λοιπὸν ἀναστήσεται, πεσεῖται δὲ τὰ Ἱεροσόλυμα, καὶ πᾶσιν ἔσται βατά· Ἰουδαῖοί τε πλανῆται γενόμενοι, πανταχοῦ τῆς οἰκουμένης διασπαρήσονται, καὶ τῆς πόλεως ἐκπεσόντες, οὐδὲ τὴν πολιτείαν ἕξουσι λοιπὸν τὴν ἀρχαίαν, ἀλλὰ πάντα αὐτῶν ἀφαιρεθήσεται τὰ πρότερα, καὶ προφητεῖαι, καὶ θυσίαι, καὶ ἱερωσύνη, καὶ βασιλεία. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ ἄλλα πολλὰ τοιαῦτα προέλεγον οἱ προφῆται, μυρίας τραγῳδίας τοῖς οἰκείοις ἐγκαταμιγνύντες βιβλίοις. Ἵν' οὖν οἱ Ἰουδαῖοι μὴ σαφῶς ἀκούσαντες παρὰ τὴν ἀρχὴν, διαχειρίσωνται τοὺς λέγοντας ταῦτα, τῇ δυσκολίᾳ τῆς ἑρμηνείας ἀπέκρυψαν τὰς προῤῥήσεις, καὶ πολλὴν ἀσάφειαν κατέχεαν τῶν πραγμάτων, τῇ ἀσαφείᾳ τῶν λεγομένων τοῖς λέγουσι παρασκευάζοντες ἀσφάλειαν. Καὶ πόθεν δῆλον τοῦτο; Δεῖ γὰρ καὶ εὐθύνας ἡμᾶς ἀπαιτεῖσθαι, εἰ καὶ ἐν φίλοις λέγομεν· καὶ γὰρ πολλοὶ ἴσως καὶ τῶν οὐ φίλων πάρεισι. Μανθανέτωσαν τοίνυν ταῦτα κἀκεῖνοι, ἵνα καὶ αὐτοὶ φίλοι γένωνται. Εἶπον, ὅτι εἰ ἤκουσαν οἱ Ἰουδαῖοι τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι κακὰ, καὶ ὅτι τὰ Ἱεροσόλυμα ἁλώσεται διὰ τὸν Χριστὸν τὴν ἅλωσιν ταύτην τὴν ἀθάνατον, καὶ οὐκ ἔχουσαν μεταβολὴν, εἰ ἤκουσαν φανερῶς παρὰ τῶν προφητῶν ταῦτα, εὐθέως ἂν τοὺς ταῦτα λέγοντας ἀπέκτειναν. Πόθεν οὖν τοῦτο δῆλον; Πρῶτον μὲν ἀπὸ τῶν τρόπων αὐτῶν· μανικοὶ γὰρ καὶ θηριώδεις ἦσαν. Δῆμός ἐστιν αἱμάτων ἀεὶ διψῶν προφητικῶν, αἱ χεῖρες αὐτῶν ἐμελέτησαν ἐν ταῖς σφαγαῖς τῶν ἁγίων. Ταῦτα ὁ μέγας Ἡλίας αὐτῶν καταβοᾷ λέγων· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν. Ὁ Χριστὸς πάλιν, Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνασα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν. Καὶ ὁ Ἡσαΐας συνῳδὰ τούτοις αὐτῶν κατηγορῶν, ἐβόα· Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις. Καὶ πάλιν ὁ Χριστός· Οἱ πατέρες ὑμῶν ἀπέκτειναν τοὺς προφήτας, ὑμεῖς δὲ οἰκοδομεῖτε τὰ μνήματα αὐτῶν· πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Ὁρᾷς πῶς καὶ ὁ Δεσπότης καὶ οἱ δοῦλοι μιαιφονίαν αὐτῶν μαρτυροῦσι; Τί δέ ἐστι· Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν; Ἀποκτείνατε, φησὶ, κἀμέ· πρόσθετε τοῖς δουλικοῖς αἵμασι τὴν δεσποτικὴν σφαγήν. Εἰ γὰρ μυρίους ἔσφαξαν ἀνθρώπους, ἀλλὰ συνδούλους πάντας· ὅτε δὲ κατὰ τοῦ Δεσπότου τὰς χεῖρας ἐξέτειναν, τότε ἐπληρώθη τὸ μέτρον· καὶ εἰκότως. Ἕως μὲν γὰρ οὐκ ἀπέκτειναν τὸν Δεσπότην, εἶχον ἐλπίδα σωτηρίας, καὶ προσεδόκων ὅτι ὁ ἀμνὸς τοῦ Θεοῦ ἐλθὼν ἀρεῖ τὴν ἁμαρτίαν τοῦ κόσμου· ἐπειδὴ δὲ τὸν ἰατρὸν διεχειρίσαντο, καὶ εἰς αὐτὸ τὸ ἱλαστήριον ὕβρισαν, καὶ τὸν ἐλθόντα ἀφεῖναι τὰ ἁμαρτήματα ἀπεστράφησαν, πάσης λοιπὸν ἐλπίδος ἐξέπεσον. Διὰ τοῦτο λέγει· Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Ναὶ, φησίν· ἀλλ' ὅτι μὲν μιαιφόνοι καὶ ἐναγεῖς, ἀποδέδεικται ἐκ πολλῶν μαρτυριῶν· πόθεν δὲ δῆλον, ὅτι τῶν προφητῶν οὐκ ἂν ἐφείσαντο, εἰ ἤκουσαν ὅτι τὰ Ἱεροσόλυμα καταστραφήσεται, ὅτι ὁ νόμος παυθήσεται, ὅτι ἡ Παλαιὰ ἀλλαγήσεται; Μάλιστα μὲν καὶ ἐκ τῶν εἰρημένων δῆλον· πλὴν ἀλλ' ἐξ αὐτῶν τῶν Γραφῶν πάλιν ποιήσομαι τὴν ἀπόδειξιν σαφεστέραν. Εἰ γάρ ποτε ἤκουσαν προφήτου λέγοντος, ὅτι τὰ Ἱεροσόλυμα καταστραφήσεται καταστροφὴν πρόσκαιρον, δέον αὐτοὺς μεταβάλλεσθαι καὶ ἀποκρούεσθαι τοῦ Θεοῦ τὴν ὀργὴν, εἰς τὸν προφήτην ἠφίεσαν τὸν θυμόν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτῶν ἀκούσατε τῶν ἱστοριῶν. Ἐπολιόρκουν τὴν πόλιν αὐτῶν οἱ Πέρσαι ποτὲ, καὶ βαρβαρικὸν στρατόπεδον ἔξω περιεκάθητο· καὶ τὰ τῶν κινδύνων οὐκ ἦν ἄδηλα, ἀλλ' ἐν μέσῃ παγίδι ἡ πόλις ἦν τότε Ἱερουσαλὴμ, ὡπλισμένων ἁπάντων καὶ περιεστώτων ἔξωθεν· ἀλλ' ὅμως οὕτω φανερῶν ὄντων τῶν δεινῶν, ἐπειδὴ Ἱερεμίας ἐλθὼν εἶπε πρὸς αὐτοὺς, ὅτι ἡ πόλις παραδοθήσεται εἰς χεῖρας Χαλδαίων· καίτοι τοῦτο οὐδὲ προφητεία ἦν· οἱ γὰρ ὀφθαλμοὶ αὐτῶν ἑώρων τὰ συμβησόμενα· ἀλλ' ὅμως ἐπειδὴ τὰ φανερὰ καὶ πρὸ τῶν ὀφθαλμῶν εἶπεν, οἱ μιαροὶ καὶ ἀναίσθητοι καὶ περὶ τοὺς εὐεργέτας ἀγνώμονες οὕτως ἐμάνησαν, ὡς προδότην αὐτὸν καὶ λυμεῶνα τῆς πόλεως νομίσαι, καὶ εἰπεῖν, ὅτι Ἐκλύει τὰς χεῖρας τοῦ λαοῦ τούτου. Καὶ μὴν ἐστερέου, καὶ μὴν διήγειρε τὴν προθυμίαν αὐτῶν, καὶ πρὸς Θεὸν ἦγε, τὸ ἀῤῥαγὲς καὶ ἀκαταμάχητον αὐτοῖς περιτιθεὶς τεῖχος· ἀλλ' οὐδὲν τούτων ἐννοήσαντες ἐκεῖνοι, ἐκέλευον αὐτὸν ἀναιρεῖσθαι. Τοιαύτας γὰρ τοῖς εὐεργέταις ἀεὶ τὰς ἀμοιβὰς ἀπεδίδοσαν, καὶ τοῦ βασιλέως συγγνόντος, οὐδὲ οὕτως ἐνέδωκαν, ἀλλ' ἐπειδὴ ἀνελεῖν οὐκ ἴσχυσαν. εἰς τὸν τοῦ βορβόρου λάκκον ἐνέβαλον.