# De pseudoprophetis [Sp.] 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De pseudoprophetis [Sp.], Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-pseudoprophetis-sp/2.1

Θαρσεῖτε οὖν· οὐ γὰρ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων. Περὶ τούτου τοῦ λιμοῦ λέγει ὁ Κύριος διὰ τοῦ προφήτου· Καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν· οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Θεοῦ. Καὶ περιδραμοῦνται ἀπὸ ἀνατολῶν ἕως δυσμῶν, ζητοῦντες τὸν λόγον Κυρίου. Ὁρᾷς, ὅτι οὐ περὶ ἄρτου λέγει; Θεὸς γὰρ οὐ περὶ τοῦ ἄρτου ἔλεγεν. Ὢ λιμοῦ δεινοῦ, καὶ ψυχοφθόρου, καὶ βλαβεροῦ. ὢ λιμοῦ τῆς αἰωνίου κολάσεως προξένου. Οὗτος ὁ λιμός ἐστιν ὁ χορηγὸς παντὸς πονηροῦ πράγματος· οὗτος ὁ λιμὸς, ὁ αἴτιος παντὸς κακοῦ. Τοῦτον τὸν λιμὸν προθεωρήσας ὁ προφήτης Δαυῒδ ἐρχόμενον παρεκάλει τὸν Θεὸν, λέγων· Ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ. Καὶ περὶ τῶν σπουδαίων πιστῶν προεφήτευσε λέγων· Ῥύσασθαι ἐκ τοῦ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. Καὶ ἀλλαχοῦ λέγει· Καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται· καὶ πάλιν, Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος τροφὴν ἔδωκεν τοῖς φοβοῦσιν αὐτόν. Ταῦτα εἶπεν ὁ Δαυῒδ περὶ τῶν ἐρευνώντων τὰς Γραφὰς, ὅτι οὐ πεινάσουσιν. Ἐρευνήσωμεν τὰς Γραφὰς, ἀδελφοὶ, ἵνα μὴ πεινάσωμεν ἐλθόντος τοῦ ψυχοφθόρου λιμοῦ· ἐρευνήσωμεν, ἵνα μὴ πλανηθῶμεν, καὶ περιφερώμεθα παντὶ ἀνέμῳ. Διό φησιν ὁ Κύριος πρὸς τοὺς ἀμελοῦντας· Πλανᾶσθε, μὴ νοοῦντες τὰς Γραφάς. Ἀληθῶς γὰρ οἱ τοιοῦτοι πλανῶνται. Πόθεν γὰρ ὁ ψυχοκτόνος ἐπῆλθεν λιμός; οὐχὶ ἐκ τοῦ μὴ ἐρευνᾷν τὰς Γραφάς; Ὢ πόσων ἀγαθῶν ἑαυτοὺς ἀπεστερήσαμεν, καταλιπόντες τὰς θείας Γραφάς. δεσποτικὸν γὰρ τὸ πρόσταγμα. Ἐρεύνησον ἐμπόνως, ἐρεύνησον καὶ ζήτησον, καὶ εὑρήσεις πολὺν τὸν ἀνείκαστον πλοῦτον, καὶ θησαυρὸν κεκρυμμένον ἐν τῷ ἀγρῷ· νοήσεις τὴν θείαν Γραφήν. Ἐρεύνησον, καὶ εὑρήσεις, καὶ εὑρὼν, πάντα ὅσα ἔχεις πώλησον, καὶ ἀγόρασον τὸν ἀγρὸν ἐκεῖνον, τὴν καλὴν γνῶσιν τῶν ἁγίων Γραφῶν, ἐν αἷς κέκρυπται ὁ Υἱὸς, ἡ ἀληθινὴ Σοφία τοῦ Πατρός· ὃν εὑρὼν, μακάριος ἔσῃ, καθὼς γέγραπται, ὅτι Μακάριος ἄνθρωπος, ὃς εὗρεν σοφίαν. Ἐρεύνησον, ἀγαπητὲ, κἂν πλούσιος τυγχάνῃς ἢ πένης, εἴτε δοῦλος, εἴτε ἐλεύθερος, εἴτε ἄῤῥην, εἴτε θῆλυ. Ἐρευνᾶτε τὰς Γραφάς. Ἡ γὰρ θεία Γραφὴ ταμιεῖόν ἐστι παντὸς ἀγαθοῦ. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν· περὶ γὰρ συντελείας ὁ λόγος, καὶ περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ περὶ ἀθέων αἱρετικῶν, χειμάῤῥων δίκην ἐπικλυσάντων πανταχοῦ, καὶ πλανώντων πολλούς. Καὶ πόθεν τοῦτο συμβέβηκεν; Δῆλον ὅτι ἐκ τῆς ἀγνωσίας καὶ ἀπειρίας τῶν προϊσταμένων· ὅπου γὰρ ἀπειρία ποιμένων, ἐκεῖ προβάτων ἀπώλεια. Τί οὖν εἴπω πρῶτον; περὶ τῆς συντελείας ἡμῶν; ἢ τῶν ἀθέων αἱρετικῶν στηλιτεύσω τὰ βέβηλα δόγματα; Εἰ καιρὸς ἦν, εἶχον ἂν θριαμβεῦσαι καὶ δημοσιεῦσαι αὐτῶν τὰ βέβηλα δόγματα, καὶ τὰ ἄθεσμα πράγματα· ἀλλὰ μέγας ἐστὶν ὁ ἀγὼν, καὶ πολὺς ὁ λόγος, τὰ τούτων γυμνῶσαι καὶ θριαμβεῦσαι ἀκάθαρτα δόγματα. Πλὴν πρὸς τὸ παρὸν ἀναγκαῖόν ἐστι παραστῆσαι ἐκ τῶν ἁγίων Γραφῶν τούτους ὡς ἐχθροὺς τοῦ Χριστοῦ, καὶ λύκους τῆς αὐτοῦ ποίμνης, πανταχοῦ ἐλαυνομένους, καὶ ἐκβαλλομένους τῶν Χριστοῦ προβάτων. Διὸ καὶ λύκοι δικαίως ἐκλήθησαν ὑπὸ τῶν προφητῶν, καὶ αὐτοῦ τοῦ Δεσπότου, καὶ τῶν μακαρίων ἀποστόλων· καὶ οὐ μόνον λύκοι, ἀλλὰ καὶ λοιμοὶ, καὶ ἀσεβεῖς, καὶ ἀντίδικοι, καὶ ἐχθροὶ, καὶ ἐπίβουλοι, καὶ βλάσφημοι, καὶ ὑποκριταὶ, καὶ κλέπται, καὶ λῃσταὶ, καὶ βδελυκτοὶ, καὶ ψευδοπροφῆται, καὶ ψευδοδιδάσκαλοι, καὶ ὁδηγοὶ τυφλοὶ, καὶ πλανῆται, καὶ πονηροὶ, καὶ ἀντίχριστοι, καὶ σκάνδαλα, καὶ υἱοὶ τοῦ πονηροῦ, καὶ ζιζάνια, καὶ ἄθεοι, καὶ πνευματομάχοι, οἱ βλασφημήσαντες τὸ Πνεῦμα τῆς χάριτος· οἷς οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι· Δι' οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται. Πρὸς δὲ τούτοις καὶ τέκνα τοῦ πονηροῦ διαβόλου, καθώς φησιν ὁ θεολόγος· Φανερά ἐστι τὰ τέκνα τοῦ διαβόλου. Δεῖ οὖν πρῶτον περὶ τούτων ἀσχοληθῆναι, καὶ τότε περὶ τῆς συντελείας λαλῆσαι. Ἐπεὶ οὖν εἰς ἡμᾶς τὰ τέλη τῶν αἰώνων ἔφθασεν, ὡς λέγει ὁ Ἀπόστολος, καὶ ἀνέστησαν οἱ χαλεποὶ καιροὶ, καὶ ἡ ἀνομία ἐπληθύνθη, καὶ ἡ ἀγάπη τῶν πολλῶν ἐψύγη, καὶ οἱ πλανῶντες πολλοὶ, καὶ οἱ πλανώμενοι πλείονες· φέρε οὖν ἀναπτύξωμεν τὰς ἱερὰς βίβλους, ἐν αἷς εὑρόντες τὴν ὁδὸν τῆς ἀληθείας, βαδίζωμεν, ἀνατρέχοντες ἐπὶ τὰ ἅγια ὄρη, προφήτας λέγω καὶ ἀποστόλους, ὅπως μὴ πλανηθῶμεν, καὶ Περιφερώμεθα ἐν παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. Μὴ κάτω μείνωμεν, ἀλλὰ συνανέλθωμεν τοῖς ἁγίοις μαθηταῖς ἐπὶ τὸ ὄρος τὸ μακάριον, καὶ ἀκούσωμεν τοῦ ἡμετέρου ποιμένος λέγοντος· Βλέπετε μὴ πλανηθῆτε· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πανταχοῦ βλέπετε. Καὶ Ἰωάννης ὅμοια λέγει· Ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε· καὶ Παῦλος, Βλέπετε τοὺς κύνας· Βλέπετε πῶς περιπατεῖτε. Τὸ δὲ, Βλέπετε, καὶ Βλέπετε, οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ πρὸς ὑμετέραν ἀσφάλειαν εἰρημένον περὶ τῶν πλανώντων τῷ κωδίῳ, καὶ τὸν λύκον ὑποκρυπτόντων καὶ ἀπατώντων τοὺς ἀμελεστέρους. Πάνυ δὲ ἀναγκαίως πανταχοῦ εἴρηται ἐν ταῖς Γραφαῖς, τὸ, Βλέπετε, καὶ Ὁρᾶτε, καὶ Γρηγορεῖτε, καὶ Προσέχετε, οὐ μόνον ἑαυτοῖς, ἀλλὰ καὶ παντὶ τῷ ποιμνίῳ. Οὐδὲν γὰρ παρεσιώπησε τῶν ἡμῖν συμφερόντων ἡ θεία Γραφή.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De pseudoprophetis [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg237.local001/.
