Ancient Greek · ~22 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De resurrectione mortuorum 3.1
Not analysed yet
Ἐπεὶ οὖν τοσαύτη ἦν ἡ δυσκολία τοῖς ἀγωνιζομένοις τότε, παραμυθούμενος αὐτῶν τὸν πόνον συνεχῶς τὸν περὶ ἀναστάσεως ἐκίνει λόγον. Καὶ οὐ ταύτῃ προτρέπει μόνον καὶ ἀλείφει τοὺς ἀθλητὰς, ἀλλὰ καὶ τῇ διηγήσει τῶν οἰκείων παθῶν. Διόπερ πρὶν ἐμπεσεῖν εἰς τοὺς περὶ ἀναστάσεως λόγους, τὰ αὑτοῦ πάθη διηγεῖται, λέγων οὕτως· Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι· διὰ τούτων τοὺς καθημερινοὺς θανάτους δηλῶν, ὅτι καθάπερ ἔμψυχοι νεκροὶ περιῄεσαν εἰς θάνατον παραδιδόμενοι καθ' ἡμέραν. Ὅτε τοίνυν ἃ πρὸς αὐτοὺς ἐπήγοντο, τότε τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον· Πιστεύομεν γὰρ, φησὶν, ὅτι ὁ ἐγείρας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Διὸ οὐκ ἐκκακοῦμεν, μεγίστην παράκλησιν ἔχοντες ἐν τοῖς ἀγῶσι, τὴν τῶν μελλόντων ἐλπίδα. Καὶ οὐκ εἶπε πρὸς αὐτούς· Διὸ μὴ ἐκκακεῖτε· ἀλλὰ τί; Διὸ οὐκ ἐκκακοῦμεν, δεικνὺς καὶ αὑτὸν ἐν τοῖς ἀγῶσιν ὄντα διηνεκῶς. Ἐπὶ μὲν γὰρ τῶν Ὀλυμπιακῶν ἀγώνων, ὁ μὲν ἀθλητὴς ἔνδον ἀγωνίζεται, ὁ δὲ παιδοτρίβης πόῤῥω καθήμενος, τὴν ἀπὸ τῶν λόγων εἰσάγει βοήθειαν, τοσοῦτον συντελῶν τῷ παλαίοντι μόνον, ὅσον βοῆσαι καὶ φθέγξασθαι· παραστῆναι δὲ ἐγγὺς, καὶ τὴν ἀπὸ τῶν χειρῶν συμμαχίαν εἰσενεγκεῖν οὐδεὶς ἐπιτρέπει νόμος αὐτῷ. Ἐπὶ δὲ τῶν τῆς εὐσεβείας ἀγώνων οὐχ οὕτως, ἀλλ' ὁμοῦ καὶ παιδοτρίβης ἐστὶ καὶ ἀθλητὴς ὁ αὐτός. Διὰ τοῦτο οὐκ ἔξω τοῦ σκάμματος καθήμενος, ἀλλ' εἰς αὐτοὺς ἐμβεβληκὼς τοὺς ἀγῶνας, ἀλείφει τοὺς μετ' αὐτοῦ πυκτεύοντας, λέγων· Διὸ οὐκ ἐκκακοῦμεν. Καὶ οὐκ εἶπε, Διὸ οὐκ ἐκκακῶ, ἀλλὰ, Διὸ οὐκ ἐκκακοῦμεν, τοῖς ἐγκωμίοις αὐτοὺς ἀναστῆσαι βουλόμενος. Ἀλλ' εἰ καὶ ὁ ἔξω ἄνθρωπος ἡμῶν διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Ὅρα σύνεσιν ἀποστολικήν. Προέτρεψεν αὐτοὺς ἀφ' ὧν ἔπασχον, ὅτι Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· προέτρεψεν ἀπὸ τῆς ἀναστάσεως τοῦ Ἰησοῦ, εἰπὼν, Ὅτι ὁ ἐγείρας τὸν Ἰησοῦν καὶ ἡμᾶς ἐγερεῖ. Εἶτα καὶ ἕτερόν τινα κινεῖ παρακλήσεως τρόπον. Ἐπειδὴ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων μικρόψυχοί τινες ὄντες καὶ ἀσθενεῖς καὶ ταλαίπωροι, κἂν πεπεισμένοι περὶ τῆς ἀναστάσεως ὦσιν, ὀλιγωροῦσι πρὸς τὸ μῆκος τοῦ χρόνου καὶ ἰλιγγιῶσι καὶ ἀναπίπτουσι, καὶ ἕτερον αὐτοῖς πρὸ τῆς ἀναστάσεως δίδωσι μισθὸν καὶ ἀμοιβήν. Ποίαν δὴ ταύτην; Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· ἔξω ἄνθρωπον τὸ σῶμα καλῶν, ἔσω ἄνθρωπον τὴν ψυχὴν λέγων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Καὶ πρὶν ἀναστῆναι, καὶ πρὶν ἀπολαῦσαι τῆς δόξης τῆς μελλούσης, ἐντεῦθεν ἤδη τῶν πόνων οὐ μικρὰν ἀπείληφας τὴν ἀμοιβὴν, ἐν αὐτῷ τῷ θλίβεσθαι τῆς ψυχῆς ἡμῖν ἀνανεουμένης, σοφωτέρας γινομένης καὶ εὐλαβεστέρας, πλείονα κτωμένης ὑπομονὴν, εὐτονωτέρας καθισταμένης καὶ δυνατωτέρας. Καθάπερ γὰρ οἱ τὴν σωματικὴν ἀθλοῦντες ἄθλησιν, καὶ πρὸ τῶν στεφάνων, καὶ πρὸ τῶν βραβείων ἀπ' αὐτῆς τῆς γυμνασίας καὶ τοῦ παλαίειν μέγαν λαμβάνουσι τὸν μισθὸν, ὑγιεινότερα καὶ δυνατώτερα αὑτῶν τὰ σώματα διὰ τῆς γυμνασίας κατασκευάζοντες, καὶ πᾶσαν διαφεύγοντες ἀῤῥωστίαν· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀγώνων τῆς ἀρετῆς, καὶ πρὶν ἢ τὸν οὐρανὸν ἀνοιγῆναι, καὶ πρὶν ἢ τὸν Υἱὸν τοῦ Θεοῦ παραγενέσθαι, καὶ πρὶν ἢ τὰς ἀμοιβὰς ἡμᾶς ἀπολαβεῖν, μέγαν ἐντεῦθεν καρπούμεθα τὸν μισθὸν, τῆς ψυχῆς ἡμῖν φιλοσοφωτέρας καθισταμένης. Καὶ γὰρ οἱ πολλὴν πλεύσαντες θάλασσαν, καὶ μυρίων ἀνασχόμενοι κυμάτων, καὶ πολλοῖς θηρίοις πυκτεύσαντες, καὶ πολλοὺς χειμῶνας ἐνεγκόντες, καὶ πρὸ τῆς ἐμπορίας αὐτῆς οὐ μικρὸν ἀπὸ τῆς μακρᾶς ἀποδημίας ταύτης καρποῦνται τὸ κέρδος τῷ θαῤῥεῖν καὶ κατατολμᾷν τοῦ πελάγους, καὶ ἀδεῶς καὶ μεθ' ἡδονῆς τὰς διαποντίους ταύτας ποιεῖσθαι ἀποδημίας· οὕτω δὴ καὶ ἐπὶ τοῦ παρόντος βίου, ὁ πολλὰς ἐνεγκὼν θλίψεις διὰ τὸν Χριστὸν, ὁ πολλὰ δεινὰ παθὼν, καὶ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν μεγάλην ἔλαβεν ἀμοιβὴν, παῤῥησίαν κτησάμενος πρὸς τὸν Θεὸν ἐντεῦθεν ἤδη, καὶ ὑψηλοτέραν τὴν ἑαυτοῦ κατασκευάσας ψυχὴν, ὡς ἁπάντων λοιπὸν καταγελᾷν τῶν δεινῶν. Ἵνα δὲ καὶ σαφέστερον γένηται τὸ λεγόμενον, ἐπὶ παραδείγματος αὐτὸ βούλομαι ποιῆσαι φανερόν. Αὐτὸς γὰρ οὗτος ὁ Παῦλος μυρίων ἀνασχόμενος δεινῶν, οὐ μικρὰς καὶ ἐντεῦθεν ἔλαβε τὰς ἀμοιβὰς, καταγελῶν τυράννων, κατεξανιστάμενος μαινομένων δήμων, πάσης ὑπερορῶν τιμωρίας, καὶ πρὸς θηρία, καὶ πρὸς σίδηρον, καὶ πρὸς πελάγη, καὶ πρὸς κρημνοὺς, καὶ πρὸς ἐπαναστάσεις, καὶ πρὸς ἐπιβουλὰς, καὶ πρὸς ἅπαντα τὰ δεινὰ ἀκατάπληκτος μένων, οὗ τί γένοιτ' ἂν ἴσον; Τὸν μὲν γὰρ ἀγύμναστον καὶ μηδὲν παθόντα δεινὸν καὶ τὰ τυχόντα θορυβεῖν εἴωθε· μᾶλλον δὲ οὐκ αὐτὰ τὰ πράγματα μόνον, ἀλλὰ καὶ προσδοκίαι ψιλαί· καὶ τί λέγω προσδοκίαι ψιλαί; αἱ σκιαὶ φοβοῦσι καὶ δεδίττουσι τὸν τοιοῦτον· ὁ δὲ ἀποδυσάμενος πάντα, καὶ εἰς τοὺς ἀγῶνας ἐμβὰς, καὶ μυρία δεινὰ παθὼν, ἁπάντων λοιπόν ἐστιν ἀνώτερος, ὥσπερ κολοιῶν κραζόντων, οὕτω τῶν ἀπειλούντων καταγελῶν. Οὐ μικρὸς δὲ οὗτος ὁ στέφανος, οὐδὲ ὁ τυχὼν μισθὸς, ὅταν μηδὲν αὐτὸν τῶν ἀνθρωπίνων δυνήσηται λυπεῖν, ὅταν τὰ τοῖς ἄλλοις φοβερὰ τούτῳ εὐκαταφρόνητα γίνηται, ὅταν ὑπὲρ ὧν ἄλλοι φρίττουσι καὶ ἐξίστανται, ὑπὲρ τούτων μέλλῃ γελᾷν αὐτὸς, τῇ τῆς ὑπομονῆς ὑπερβολῇ εἰς τὴν τῶν ἀγγελικῶν δυνάμεων φιλοσοφίαν ἑαυτὸν μεταστήσας. Εἰ γὰρ δὴ σῶμα μακαρίζομεν τὸ δυνάμενον καὶ ψῦχος καὶ καῦμα ἀλύπως φέρειν, καὶ λιμὸν, καὶ ἔνδειαν, καὶ ὁδοιπορίαν, καὶ ταλαιπωρίας ἑτέρας· πολλῷ μᾶλλον ψυχὴν μακαρίζειν δεῖ τὴν δυναμένην καρτερῶς καὶ γενναίως ἁπάσας τῶν δεινῶν φέρειν τὰς προσβολὰς, καὶ διατηρεῖν ἀδούλωτον αὑτῆς διὰ πάντων τὸ φρόνημα. Ὁ τοιοῦτος τῶν βασιλέων αὐτῶν ἐστι βασιλικώτερος. Ἐκεῖνον μὲν γὰρ καὶ δορυφόροι καὶ φίλοι καὶ ἐχθροὶ πολλὰ δύναιντ' ἂν ἀδικῆσαι ἐπιβουλεύοντες καὶ κακουργοῦντες τὸν δὲ τοιαύτην ἔχοντα ψυχὴν, οἵαν εἶπον νῦν, οὐ βασιλεὺς, οὐ δορυφόρος, οὐκ οἰκέτης, οὐ φίλος, οὐκ ἐχθρὸς, οὐκ αὐτὸς ὁ διάβολος παραβλάψαι δυνήσεται. Πῶς γὰρ, τὸν μελετήσαντα μηδὲν τῶν νομιζομένων εἶναι δεινῶν ἡγεῖσθαι δεινόν;