Ancient Greek · ~21 min
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De resurrectione mortuorum 6.1
Not analysed yet
Ὅρα πάλιν καὶ ἐνταῦθα πῶς ταῖς λέξεσιν κέχρηται κυρίως, δι' αὐτῶν τῶν ὀνομάτων τὴν δύναμιν ἐμφαίνων τῶν νοημάτων. Οὐ γὰρ ἁπλῶς σκῆνος τὸ σῶμα ἐκάλεσεν, ἀλλὰ τὸ πρόσκαιρον τῆς παρούσης ζωῆς ἡμῖν ἐνδεικνύμενος, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν δηλῶν, μονονουχὶ λέγων· Τί στενάζεις καὶ δακρύεις, ἀγαπητὲ, ὅτι τύπτῃ καὶ ἐλαύνῃ καὶ εἰς δεσμωτήριον ἐμπίπτεις; τί θρηνεῖς τὰς κατὰ μέρος ταύτας κακώσεις, ὀφείλων τὴν ὁλόκληρον δέξασθαι κατάλυσιν τοῦ σώματος· μᾶλλον δὲ οὐχ ἁπλῶς τοῦ σώματος, ἀλλὰ τῆς ἐν τῷ σώματι φθορᾶς; Ἵνα γὰρ δείξῃ, ὅτι αἱ κατὰ μέρος αὗται κακώσεις οὐ μόνον ἡμᾶς λυπεῖν οὐκ ὀφείλουσιν, ἀλλὰ καὶ εὐφραίνειν, δείκνυσιν ὅτι ἡ καθολικὴ καὶ τελευταία καθαίρεσις, εὐχῆς ἔργον ἐστὶν ἡμῖν, τὴν διὰ τοῦ θανάτου κατάλυσιν οὕτω λέγων. Καὶ πάλιν· Καὶ γὰρ ἐν τούτῳ στενάζομεν τῷ σκήνει, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες. Οἰκίαν δὲ σκήνους ἤτοι τὸ σῶμα δι' ἀμφοτέρων καλεῖ τῶν ὀνομάτων· ἢ οἰκίαν σκήνους τὰς οἰκίας ἐν αἷς κατοικοῦμεν, τὰς πόλεις, τὸ σχῆμα τοῦ παρόντος βίου. Καὶ οὐχ ἁπλῶς εἶπεν, Οἶδα, ἀλλ', Οἴδαμεν, καὶ τὴν τῶν ἀκουόντων προσλαμβάνων γνώμην. Οὐ περὶ πραγμάτων ἀμφιβαλλομένων διαλέγομαι, φησὶν, οὐδὲ περὶ τῶν ἀγνοουμένων, ἀλλ' ὑπὲρ ὧν ἤδη τὴν πίστιν ἐδέξασθε, εἰς τὴν τοῦ Κυρίου πιστεύσαντες ἀνάστασιν. Διὰ τοῦτο καὶ σκηνώματα καλοῦμεν τῶν ἀπελθόντων τὰ σώματα. Καὶ ὅρα πῶς καὶ τῇ λέξει κυρίως κέχρηται. Οὐκ εἶπεν, Ἀνῃρέθη καὶ ἠφανίσθη, ἀλλὰ, Κατελύθη, δεικνὺς ὅτι καταλύεται, ἵνα φαιδρότερον, ἵνα λαμπρότερον ἀναστῇ. Εἶτα ὥσπερ ἐπὶ τῶν πόνων καὶ τῶν ἐπάθλων ἐποιήσατο σύγκρισιν, ἀπὸ τῆς ποιότητος, ἀπὸ τοῦ χρόνου καὶ τῆς ποσότητος· οὕτω δὴ καὶ ἐνταῦθα ποιεῖ, τὸ μὲν πῖπτον σῶμα σκῆνος καλῶν, τὸ δὲ ἀνιστάμενον οἰκίαν· καὶ οὐχ ἁπλῶς, οἰκίαν, ἀλλ' αἰώνιον· καὶ οὐχ ἁπλῶς, αἰώνιον, ἀλλ' οὐράνιον, καὶ ἀπὸ τοῦ χρόνου, καὶ ἀπὸ τοῦ τόπου δεικνὺς τὴν ὑπεροχήν. Αὕτη μὲν γὰρ ἐπίγειος, ἐκείνη δὲ οὐράνιος· αὕτη πρόσκαιρος, ἐκείνη αἰώνιος. Καὶ νῦν μὲν καὶ σώματος δεῖ καὶ οἰκημάτων ἡμῖν διὰ τὴν ἀσθένειαν τῆς σαρκός· τότε δὲ τὸ αὐτὸ καὶ σῶμα ἔσται καὶ οἴκημα, οὐ δεόμενον στέγης, οὐδὲ καλυμμάτων τινῶν, ἀντὶ πάντων ἀρκούσης αὐτῷ τῆς ἀφθαρσίας. Εἶτα δεικνὺς τὴν ὑπεροχὴν τῶν ἐναποκειμένων αὐτῷ ἀγαθῶν, φησί· Καὶ γὰρ ἐν τούτῳ στενάζομεν τῷ σκήνει. Οὐκ εἶπε, Στενάζω, ἀλλὰ κοινὴν ποιεῖται τὴν γνώμην. Καὶ γὰρ ἐν τούτῳ, φησὶ, στενάζομεν, βουλόμενος αὐτοὺς εἰς τὴν οἰκείαν ἑλκύσαι φιλοσοφίαν, καὶ τῆς αὑτοῦ κρίσεως ποιῆσαι κοινωνούς. Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανῶν ἐπενδύσασθαι ἐπιποθοῦντες. Οὐκ εἶπεν ἁπλῶς, Ἐνδύσασθαι, ἀλλ' Ἐπενδύσασθαι· καὶ ἐπάγει· Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Καὶ δοκεῖ μὲν ἀσαφὲς εἶναι τὸ εἰρημένον, γίνεται δὲ σαφέστερον διὰ τῶν ἑξῆς ἐπαγομένων· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι. Ὁρᾷς πῶς ἑαυτοῦ οὐκ ἐπιλανθάνεται, οὐδὲ καλεῖ οἰκίαν τὸ σῶμα τοῦτο, ἀλλὰ σκῆνος πάλιν· Ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι; Ἐνταῦθα τοῖς τοῦ σώματος διαβάλλουσι τὴν φύσιν, καὶ τῆς σαρκὸς τῆς ἡμετέρας κατηγοροῦσι καιρίαν ἔδωκε πληγήν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι στενάζομεν καὶ ἐκδύσασθαι οὐ βουλόμεθα, ἵνα μὴ νομίσῃς, ὅτι ὡς κακὸν φεύγει τὸ σῶμα καὶ πονηρίας αἴτιον καὶ ἐχθρὸν καὶ πολέμιον, ἄκουσον πῶς διορθοῦται τὴν ὑπόνοιαν· πρῶτον μὲν τῷ εἰπεῖν, ὅτι Στενάζομεν τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες· ὁ γὰρ ἐπενδυόμενος τῷ ὄντι ἕτερον ἐπενδύεται· ἔπειτα τῷ εἰπεῖν, Στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι ἐπιποθοῦντες. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐ τὴν σάρκα ἀποθέσθαι βουλόμεθα, φησὶν, ἀλλὰ τὴν φθοράν· οὐ τὸ σῶμα, ἀλλὰ τὸν θάνατον. Ἄλλο σῶμα, καὶ ἄλλο θάνατος· ἄλλο σῶμα, καὶ ἄλλο φθορά· οὔτε τὸ σῶμα φθορὰ, οὔτε ἡ φθορὰ σῶμα. Καὶ φθαρτὸν μὲν τὸ σῶμα, οὐ φθορὰ δὲ τὸ σῶμα· καὶ θνητὸν μὲν τὸ σῶμα, οὐ θάνατος δὲ τὸ σῶμα· ἀλλὰ τὸ μὲν σῶμα ἔργον ἐγένετο τοῦ Θεοῦ, ἡ δὲ φθορὰ καὶ ὁ θάνατος ὑπὸ τῆς ἁμαρτίας εἰσήχθη. Τὸ γοῦν ἀλλότριον ἀποδύσασθαι βούλομαι, φησὶν, οὐ τὸ οἰκεῖον· ἀλλότριον δὲ, οὐ τὸ σῶμα, ἀλλ' ἡ φθορά. Διὰ τοῦτό φησιν· Ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, τουτέστι, τὸ σῶμα, ἀλλ' ἐπενδύσασθαι τῷ σώματι τὴν ἀφθαρσίαν. Μέσον ἐστὶ τὸ σῶμα φθορᾶς καὶ ἀφθαρσίας. Ἀποδύεται τοίνυν φθορὰν, καὶ ἐπενδύεται ἀφθαρσίαν· ἀποβάλλει ὅπερ ἔλαβεν ἀπὸ τῆς ἁμαρτίας, καὶ κτᾶται ὅπερ ἔδωκεν ἡ τοῦ Θεοῦ χάρις. Καὶ ἵνα μάθῃς, ὅτι τὸ ἐκδύσασθαι οὐ περὶ τοῦ σώματός φησιν, ἀλλὰ περὶ τῆς φθορᾶς καὶ τοῦ θανάτου, ἄκουσον τῶν ἐπαγομένων εὐθέως. Εἰπὼν γὰρ, Οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, οὐκ εἶπεν· Ἵνα καταποθῇ τὸ σῶμα ὑπὸ τῆς ἀσωματότητος· ἀλλὰ τί; Ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, τουτέστιν, ἵνα ἀφανισθῆ, ἵνα ἀπόληται· ὥστε ἀπώλειαν οὐχὶ τοῦ σώματος λέγει, ἀλλὰ θανάτου καὶ φθορᾶς. Ἐπερχομένη γὰρ ἡ ζωὴ οὐχὶ τὸ σῶμα ἀφανίζει καὶ δαπανᾷ, ἀλλὰ τὴν ἐπιγινομένην αὐτῷ φθορὰν καὶ τὸν θάνατον. Ὃ τοίνυν στεναγμὸς οὐ διὰ τὸ σῶμα, ἀλλὰ διὰ τὴν ἐπικειμένην φθοράν· καὶ γὰρ τὸ σῶμα βαρύ ἐστι καὶ φορτικὸν καὶ ἐπαχθὲς, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ὕστερον αὐτῷ προσγενομένην θνητότητα. Ἀλλ' οὐχὶ σῶμα φθαρτὸν, ἀλλ' ἄφθαρτόν ἐστι. Τοσαύτη γὰρ αὐτοῦ ἐστιν ἡ εὐγένεια, ὡς καὶ ἐν αὐτῇ τῇ φθορᾷ τὴν ἀξίαν ἐπιδείκνυσθαι τὴν αὑτοῦ. Αἱ γοῦν σκιαὶ τῶν ἀποστόλων τὰς ἀσωμάτους ἀπήλασαν δυνάμεις, καὶ ἡ κόνις καὶ ἡ τέφρα δαιμόνων περιεγένετο, καὶ τὰ ἱμάτια τὰ ὁμιλήσαντα τοῖς σώμασιν αὐτῶν νόσους ἀνεῖλον, καὶ ὑγίειαν ἐπανήγαγον.