Ancient Greek · ~23 min
Section 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De resurrectione mortuorum 8.1
Not analysed yet
Ἐπεὶ οὖν καθολικὴ πᾶσίν ἐστιν ἡ ἀνάστασις, καὶ κοινὴ καὶ εὐσεβῶν καὶ ἀσεβῶν, καὶ πονηρῶν καὶ χρηστῶν ἀνθρώπων, ἵνα μὴ ἀπὸ τούτου νομίσῃς ἄδικόν τινα γίνεσθαι κρίσιν, μηδὲ λέγῃς πρὸς σεαυτόν· Τί ποτε τοῦτό ἐστιν; ἐγὼ ὁ σπουδαῖος καὶ τοσαῦτα πονέσας καὶ ταλαιπωρηθεὶς ἀνίσταμαι, καὶ ὁ Ἕλλην, καὶ ὁ ἀσεβήσας, καὶ προσκυνήσας εἰδώλοις, καὶ τὸν Χριστὸν ἀγνοήσας, καὶ αὐτὸς ἀνίσταται ὁμοίως, καὶ τῆς αὐτῆς ἀπολαύει τιμῆς; ἵνα μὴ ταῦτα λέγων θορυβηθῇς, ἄκουσον τί φησιν· Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Καὶ πῶς ἐστι, φησὶν, ἐνδυσάμενον ἀφθαρσίαν καὶ ἀθανασίαν γυμνὸν εὑρεθῆναι; πῶς; Ὅταν δόξης ὦμεν ἔρημοι, καὶ τῆς πρὸς τὸν Θεὸν παῤῥησίας ἀπεστερημένοι. Καὶ γὰρ τὰ σώματα τῶν ἁμαρτωλῶν ἄφθαρτα ἀνίστανται καὶ ἀθάνατα· ἀλλ' ἡ τιμὴ αὕτη ἐφόδιον αὐτοῖς κολάσεως γίνεται καὶ τιμωρίας· ἄφθαρτα γὰρ ἀνίσταται, ἵνα διαπαντὸς καίηται. Ἐπειδὴ γὰρ τὸ πῦρ ἄσβεστόν ἐστιν ἐκεῖνο, τοιούτων αὐτῷ δεῖ καὶ σωμάτων μηδέποτε δαπανωμένων. Διὰ τοῦτό φησιν· Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Οὐ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον μόνον, ἵνα ἀναστῶμεν καὶ ἐνδυσώμεθα ἀθανασίαν, ἀλλ' ἵνα ἀναστάντες καὶ ἐνδυσάμενοι τὴν ἀθανασίαν, μὴ γυμνοὶ δόξης εὑρεθῶμεν, καὶ τῆς πρὸς τὸν Θεὸν παῤῥησίας· ἵνα μὴ τῷ πυρὶ παραδοθῶμεν. Διὰ τοῦτό φησιν· Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Εἶτα πάλιν ἀξιοπιστότερον ποιῶν τὸν περὶ τῆς ἀναστάσεως λόγον, εἰπὼν, ὅτι μέλλει καταπίνεσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, ἐπήγαγεν· Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Ἐξ ἀρχῆς διὰ τοῦτο τὸν ἄνθρωπον ἔπλασεν, οὐχ ἵνα ἀπόληται, ἀλλ' ἵνα πρὸς ἀφθαρσίαν ὁδεύῃ. Ὥστε καὶ ἡνίκα τὸν θάνατον συνεχώρησε, μετὰ τοιαύτης αὐτὸν συνεχώρησε γνώμης, ἵνα σωφρονισθῇς ἀπὸ τῆς κολάσεως, καὶ βελτίων γενόμενος, δυνηθῇς πρὸς τὴν ἀθανασίαν ἀχθῆναι πάλιν. Καὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς αὕτη παρὰ τῷ Θεῷ ἐκράτει ἡ βουλὴ καὶ ἡ γνώμη, καὶ μετὰ ταύτης τῆς ψήφου τὸν πρῶτον διέπλασεν ἄνθρωπον· τοῦτο εὐθέως καὶ ἐξ αὐτῶν ἡμῖν ᾐνίξατο τῶν προοιμίων. Εἰ γὰρ μὴ ἐβούλετο τὰς θύρας ἡμῖν ἐξ ἀρχῆς τῆς ἀναστάσεως ἀνοῖξαι, οὐκ ἂν ἀφῆκε τὸν Ἄβελ πᾶσαν ἀρετὴν ἐπιδειξάμενον, καὶ φίλον αὐτῷ γεγενημένον, παθεῖν ἅπερ ἔπαθε. Νυνὶ δὲ ἡμῖν ἐνδεικνύμενος, ὅτι πρὸς ἑτέραν ζωὴν ὁδεύομεν, καί τις αἰὼν ἕτερος ὑπολέλειπται τῶν δικαίων, ἔχων τὰς ἀμοιβὰς καὶ τοὺς στεφάνους ἀποκειμένους, τὸν πρῶτον γενόμενον δίκαιον μὴ λαβόντα ἐνταῦθα τοὺς μισθοὺς, ὧν ἐπόνεσεν, ἀφῆκεν ἀπελθεῖν βοῶντα, δι' ὧν ἔπαθε, πᾶσι καὶ λέγοντα, ὅτι μετὰ τὴν ἐντεῦθεν ζωὴν ἔστιν ἀνταπόδοσίς τις καὶ μισθὸς καὶ ἀμοιβή. Διὰ τοῦτο καὶ τὸν Ἐνὼχ μετέθηκε, καὶ τὸν Ἠλίαν ἀνήρπασεν, αἰνιττόμενος ἡμῖν τὸ περὶ τῆς ἀναστάσεως δόγμα. Ἀρκεῖ μὲν οὖν εἰς πληροφορίαν ἡ τοῦ ποιοῦντος δύναμις· εἰ δὲ ἀσθενέστερός τίς ἐστι, καὶ βούλεται ἀπόδειξιν ἑτέραν λαβεῖν καὶ ἐνέχυρον τῆς μελλούσης ἀναστάσεως, καὶ τοῦτο μετὰ πολλῆς τῆς δαψιλείας ἔδωκεν ὁ Θεὸς, τὴν τοῦ Πνεύματος χάριν μετὰ πολλῆς ἐπαφεὶς τῆς ἀφθονίας. Διὰ τοῦτο καὶ ὁ Παῦλος ποιήσας ἀξιόπιστον τὸν περὶ τῆς ἀναστάσεως λόγον ἀπὸ τῆς τοῦ Χριστοῦ ἀναστάσεως, ἀπὸ τοῦ Θεὸν εἶναι τὸν δημιουργοῦντα, ἐπάγει καὶ τοῦτο τὸ ῥητὸν, λέγων, ὅτι καὶ ἀῤῥαβῶνα ἡμῖν ἔδωκεν, οὐ χρημάτων οὐδὲ χρυσοῦ καὶ ἀργύρου, ἀλλ' ἀῤῥαβῶνα Πνεύματος· ὁ δὲ ἀῤῥαβὼν μέρος ἐστὶ τοῦ παντὸς, καὶ ὑπὲρ τοῦ παντὸς πιστός. Καθάπερ γὰρ ἐπὶ τῶν συμβολαίων ὁ τὸν ἀῤῥαβῶνα δεξάμενος ὑπὲρ τοῦ παντὸς θαῤῥεῖ λοιπὸν καὶ πεπίστευκεν, οὕτω καὶ σὺ λαβὼν ἀῤῥαβῶνα, τοῦ Πνεύματος τὰ χαρίσματα λέγω, μηκέτι ἀμφίβαλε περὶ τῶν ἀποκειμένων ἀγαθῶν. Ὁ γὰρ νεκροὺς ἀνιστὰς, ὁ τυφλοὺς θεραπεύων, ὁ δαίμονας ἀπελαύνων, ὁ λεπροὺς καθαίρων, ὁ νοσήματα διορθούμενος, ὁ θάνατον λύων, ὁ τοσαῦτα καὶ τηλικαῦτα δυνάμενος ἐν ἐπικήρῳ καὶ θνητῷ σώματι, ποίας τεύξῃ συγγνώμης ἀμφιβάλλων περὶ τῆς ἀναστάσεως; Εἰ γὰρ μηδέπω τοῦ καιροῦ τῆς ἀντιδόσεως παραγενομένου, ἀλλ' ἔτι τῶν παλαισμάτων ἑστώτων, τοσούτοις ἡμᾶς ἠμείψατο στεφάνοις ὁ Θεὸς, ἐννόησον ὅσα σοι κατὰ τὸν καιρὸν τὸν τῶν βραβείων δώσει τὰ ἀγαθά. Εἰ δὲ λέγοι τις· Ἀλλ' οὐχ ὁρῶμεν ταῦτα νῦν γινόμενα τὰ σημεῖα, οὐδὲ ἡμεῖς τοσαύτην ἔχομεν δύναμιν· ἐκεῖνο ἂν εἴποιμι, ὅτι οὐδὲν διαφέρει, εἴτε νῦν, εἴτε πρότερον ταῦτα γεγένηται. Ὅτι γὰρ ἔμπροσθεν ἐγένετο παρὰ τῶν ἀποστόλων, μαρτυροῦσιν αἱ πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίαι, καὶ δῆμοι, καὶ πόλεις, καὶ ἔθνη προσδραμόντα τοῖς ἰδιώταις καὶ ἁλιεῦσιν. Οὐ γὰρ ἂν τῆς οἰκουμένης ἐκράτησαν οἱ ἀγράμματοι καὶ πτωχοὶ καὶ πένητες καὶ εὐτελεῖς, εἰ μὴ τὴν τῶν σημείων εἶχον βοήθειαν. Πλὴν ἀλλ' οὔτε σὺ τῆς τοῦ Πνεύματος ἔρημος γέγονας χάριτος, ἀλλὰ πολλὰ ἔτι καὶ νῦν μένει τῆς δωρεᾶς ἐκείνης σύμβολα, αὐτῶν τούτων τῶν ἀπηριθμημένων πολλῷ μείζονα καὶ θαυμαστότερα· οὐ γάρ ἐστιν ἴσον σῶμα τελευτῆσαν ἀναστῆσαι, καὶ ψυχὴν νεκρωθεῖσαν ὑπὸ τῶν ἁμαρτημάτων ἀπαλλάξαι τῆς ἀπωλείας ἐκείνης, ὃ διὰ τοῦ βαπτίσματος γίνεται· οὐκ ἔστιν ἴσον νοσήματα ἀπελάσαι σαρκὸς, καὶ ἁμαρτιῶν φορτίον ἀποθέσθαι· οὐκ ἔστιν ἴσον ὄμμα πεπηρωμένον διορθῶσαι, καὶ ψυχὴν ἐσκοτισμένην φωτὶ καταλάμψαι. Εἰ γὰρ μὴ ἦν ἀῤῥαβὼν τοῦ Πνεύματος καὶ νῦν, οὐκ ἂν συνέστη τὸ βάπτισμα, οὐκ ἂν ἁμαρτημάτων ἄφεσις ἐγένετο. οὐκ ἂν δικαιοσύνη καὶ ἁγιασμὸς, οὐκ ἂν υἱοθεσίαν ἐλάβομεν, οὐκ ἂν μυστηρίων ἀπελαύσαμεν· σῶμα γὰρ καὶ αἷμα μυστικὸν οὐκ ἄν ποτε γένοιτο τῆς τοῦ Πνεύματος χάριτος χωρίς· οὐκ ἂν ἱερέας ἐσχήκαμεν· οὐδὲ γὰρ ταύτας δυνατὸν τὰς χειροτονίας ἄνευ ἐκείνης τῆς ἐπιφοιτήσεως γίνεσθαι. Καὶ ἄλλα δὲ πολλὰ ἔχοι τις ἂν εἰπεῖν τῆς τοῦ Πνεύματος χάριτος σύμβολα. Ὥστε καὶ σὺ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἔχεις, καὶ νέκρωσιν ἀπέθου ψυχῆς, καὶ πήρωσιν λογισμῶν, καὶ τὸν ἀκάθαρτον ἀπεδύσω βίον. Μὴ τοίνυν ἀσχάλλωμεν περὶ τῶν μελλόντων, τοιαῦτα λαβόντες ἐνέχυρα· ἀλλὰ πανταχόθεν τὸν περὶ τῆς ἀναστάσεως συλλέξαντες λόγον, καὶ βίον ἄξιον τῶν δογμάτων ἐπιδειξώμεθα τούτων, ἵνα καὶ τῶν ἀκινήτων ἀγαθῶν ἐπιτύχωμεν, τῶν πάντα λόγον ὑπερβαινόντων καὶ νοῦν ἀνθρώπινον· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ ἡ δόξα τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.