Ancient Greek · ~4 min
Chapter 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 1.1
Not analysed yet
αʹ. Ἀπόδειξις τῆς εὐνοίας τοῦ μεγάλου Βασιλείου περὶ ἡμᾶς Ἐμοὶ πολλοὶ μὲν ἐγένοντο φίλοι γνήσιοί τε καὶ ἀληθεῖς, καὶ τοὺς τῆς φιλίας νόμους καὶ εἰδότες καὶ φυλάττοντες ἀκριβῶς· εἷς δέ τις τουτωνὶ τῶν πολλῶν, ἅπαντας αὐτοὺς ὑπερβαλλόμενος τῇ πρὸς ἡμᾶς φιλίᾳ, τοσοῦτον ἐφιλονείκησεν ἀφεῖναι κατόπιν ἐκείνους ὅσον ἐκεῖνοι τοὺς ἁπλῶς πρὸς ἡμᾶς διακειμένους. Οὗτος τῶν τὸν ἅπαντά μοι χρόνον παρηκολουθηκότων ἦν· καὶ γὰρ μαθημάτων ἡψάμεθα τῶν αὐτῶν καὶ διδασκάλοις ἐχρησάμεθα τοῖς αὐτοῖς, ἦν δὲ ἡμῖν καὶ προθυμία καὶ σπουδὴ περὶ τοὺς λόγους οὓς ἐπονούμεθα μία, ἐπιθυμία τε ἴση καὶ ἐκ τῶν αὐτῶν τικτομένη πραγμάτων· οὐ γὰρ ὅτε εἰς διδασκάλους μόνον ἐφοιτῶμεν, ἀλλὰ καὶ ἡνίκα ἐκεῖθεν ἐξελθόντας βουλεύεσθαι ἐχρῆν ὁποίαν ἑλέσθαι τοῦ βίου βέλτιον ἡμῖν ὁδόν, καὶ ἐνταῦθα ὁμογνωμονοῦντες ἐφαινόμεθα. Καὶ ἕτερα δὲ πρὸς τούτοις ἡμῖν τὴν ὁμόνοιαν ταύτην ἐφύλαττεν ἀρραγῆ καὶ βεβαίαν· οὔτε γὰρ ἐπὶ πατρίδος μεγέθει μᾶλλον ἕτερος ἑτέρου φρονεῖν εἶχεν, οὔτε ἐμοὶ μὲν πλοῦτος ὑπέρογκος ἦν, ἐκεῖνος δὲ ἐσχάτῃ συνέζη πενίᾳ, ἀλλὰ καὶ τὸ τῆς οὐσίας μέτρον τὸ τῆς προαιρέσεως ἰσοστάσιον ἐμιμεῖτο καὶ γένος δὲ ἡμῖν ὁμότιμον ἦν καὶ πάντα τῇ γνώμῃ συνέτρεχεν.