Ancient Greek · ~5 min
Chapter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 2.2
Not analysed yet
βʹ. Ὅτι ἡ ταύτης ὑπηρεσία μείζων τῶν ἄλλων Ἐκεῖνα μὲν γὰρ ἃ προεῖπον καὶ τῶν ἀρχομένων πολλοὶ δύναιντ' ἂν ἐπιτελεῖν ῥᾳδίως, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες· ὅταν δὲ Ἐκκλησίας προστῆναι δέῃ καὶ ψυχῶν ἐπιμέλειαν πιστευθῆναι τοσούτων, πᾶσα μὲν ἡ γυναικεία φύσις παραχωρείτω τῷ μεγέθει τοῦ πράγματος, καὶ ἀνδρῶν δὲ τὸ πλέον. Ἀγέσθωσαν δὲ εἰς μέσον οἱ πολλῷ τῷ μέτρῳ πλεονεκτοῦντες ἁπάντων, καὶ τοσοῦτον ὑψηλότεροι τῶν ἄλλων κατὰ τὴν τῆς ψυχῆς ὄντες ἀρετὴν ὅσον τοῦ παντὸς ἔθνους Ἑβραίων κατὰ τὸ τοῦ σώματος μέγεθος ὁ Σαούλ, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Μὴ γάρ μοι μόνον ὑπερωμίας ἐνταῦθα ζητείσθω μέτρον, ἀλλ' ὅση πρὸς τὰ ἄλογα τῶν λογικῶν ἀνθρώπων ἡ διαφορά, τοσοῦτον τοῦ ποιμένος καὶ τῶν ποιμαινομένων ἔστω τὸ μέσον, ἵνα μὴ καὶ πλέον τι εἴπω· καὶ γὰρ περὶ πολλῷ μειζόνων ὁ κίνδυνος. Ὁ μὲν γὰρ πρόβατα ἀπολλὺς ἢ λύκων ἁρπασάντων ἢ λῃστῶν ἐπιστάντων ἢ λοιμοῦ τινος ἢ καὶ ἄλλου συμπτώματος ἐπιπεσόντος, τύχοι μὲν ἄν τινος καὶ συγγνώμης παρὰ τοῦ κυρίου τῆς ποίμνης· εἰ δὲ καὶ δίκην ἀπαιτοῖτο, μέχρι τῶν χρημάτων ἡ ζημία. Ὁ δὲ ἀνθρώπους πιστευθείς, τὸ λογικὸν τοῦ Χριστοῦ ποίμνιον, πρῶτον μὲν οὐκ εἰς χρήματα, ἀλλ' εἰς τὴν ἑαυτοῦ ψυχὴν τὴν ζημίαν ὑφίσταται ὑπὲρ τῆς τῶν προβάτων ἀπωλείας.