Ancient Greek · ~18 min
Chapter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 2.5.1
Not analysed yet
εʹ. Ὅτι τῆς εἰς τὸν Χριστὸν ἀγάπης ἕνεκεν τὸ πρᾶγμα ἐφύγομεν ΒΑΣ. Σὺ δέ, φησίν, οὐ φιλεῖς τὸν Χριστόν; ΙΩ. Καὶ φιλῶ καὶ φιλῶν οὐ παύσομαί ποτε· δέδοικα δὲ μὴ παροξύνω τὸν φιλούμενον ὑπ' ἐμοῦ. ΒΑΣ. Καὶ τί τούτου γένοιτ' ἂν αἴνιγμα, φησίν, ἀσαφέστερον, εἰ ὁ μὲν Χριστὸς τὸν φιλοῦντα αὐτὸν ποιμαίνειν προσέταξεν αὐτοῦ τὰ πρόβατα, σὺ δὲ διὰ τοῦτο φῇς οὐ ποιμαίνειν ἐπειδὴ τὸν τοῦτο προστάξαντα φιλεῖς; ΙΩ. Οὐκ ἔστιν αἴνιγμα, ἔφην, ὁ λόγος, ἀλλὰ καὶ λίαν σαφὴς καὶ ἁπλοῦς. Εἰ μὲν γὰρ ἱκανῶς ἔχων διοικῆσαι τὴν ἀρχὴν ταύτην καθὼς ὁ Χριστὸς ἤθελεν, εἶτα ἀπέφυγον, ἔδει πρὸς τὸ παρ' ἐμοῦ λεγόμενον ἀπορεῖν· ἐπειδὴ δὲ ἄχρηστόν με πρὸς τὴν διακονίαν ταύτην ἡ τῆς ψυχῆς ἀσθένεια καθίστησι, ποῦ ζητήσεως ἄξιον τὸ λεγόμενον; Καὶ γὰρ δέδοικα μὴ τὴν ἀγέλην τοῦ Χριστοῦ σφριγῶσαν καὶ εὐτραφῆ παραλαβών, εἶτα αὐτὴν ἐξ ἀπροσεξίας λυμηνάμενος, παροξύνω κατ' ἐμαυτοῦ τὸν οὕτως αὐτὴν ἀγαπήσαντα Θεὸν ὡς ἑαυτὸν ἐκδοῦναι διὰ τὴν ταύτης σωτηρίαν τε καὶ τιμήν. ΒΑΣ. Παίζων λέγεις ταῦτα, φησίν· εἰ γὰρ σπουδάζων, οὐκ οἶδα πῶς ἂν ἑτέρως μᾶλλον ἡμᾶς ἀπέδειξας δικαίως ἀλγοῦντας ἢ διὰ τῶν ῥημάτων τούτων δι' ὧν ἀποκρούσασθαι τὴν ἀθυμίαν ἐσπούδασας. Ἐγὼ γὰρ καὶ πρότερον εἰδὼς ὅτι με ἠπάτησας καὶ προὔδωκας, νῦν δὲ πολλῷ πλέον ὅτε καὶ τὰ ἐγκλήματα ἀποδύσασθαι ἐπεχείρησας, τοῦτο μανθάνω καὶ συνίημι καλῶς οἷ τῶν κακῶν με ἤγαγες. Εἰ γὰρ διὰ τοῦτο σαυτὸν ὑπεξήγαγες τῆς τοιαύτης λειτουργίας ὅτι συνεῖδες οὐκ ἀρκοῦσάν σου τὴν ψυχὴν πρὸς τὸν τοῦ πράγματος ὄγκον, ἐμὲ πρότερον ἐξελέσθαι ἐχρῆν καὶ εἰ πολλὴν πρὸς τοῦτο ἐπιθυμίαν ἔχων ἐτύγχανον, μὴ ὅτι καὶ πᾶσαν τὴν ὑπὲρ τούτων ἐπέτρεψά σοι βουλήν. Νῦν δὲ τὸ σαυτοῦ μόνον ἰδὼν τὸ ἡμέτερον παρεῖδες· εἴθε μὲν οὖν παρεῖδες, καὶ ἀγαπητὸν ἦν, σὺ δὲ καὶ ὅπως εὐχείρωτοι γενώμεθα τοῖς βουλομένοις λαβεῖν ἐπεβούλευσας. Οὐδὲ γὰρ εἰς ἐκεῖνο καταφυγεῖν ἔχοις ἂν ὅτι ἡ τῶν πολλῶν δόξα ἠπάτησέ σε καὶ μεγάλα τινὰ καὶ θαυμαστὰ περὶ ἡμῶν ὑποπτεύειν ἔπεισεν· οὔτε γὰρ τῶν θαυμαζομένων καὶ ἐπισήμων ἡμεῖς, οὔτε, εἰ καὶ τοῦτο οὕτως ἔχον ἐτύγχανε, τὴν τῶν πολλῶν δόξαν τῆς ἀληθείας προτιμῆσαι ἐχρῆν. Εἰ μὲν γὰρ μηδέποτέ σοι πεῖραν τῆς ἡμετέρας ἔδομεν συνουσίας, ἐδόκει τις εἶναί σοι πρόφασις εὔλογος ἀπὸ τῆς τῶν πολλῶν φήμης φέροντι τὴν ψῆφον· εἰ δὲ οὐδεὶς οὕτω τὰ ἡμέτερα οἶδεν, ἀλλὰ καὶ τῶν γεγεννηκότων καὶ θρεψαμένων αὐτῶν τὴν ἡμετέραν μᾶλλον ἐπίστασαι ψυχήν, τίς οὕτως ἔσται σοι λόγος πιθανὸς ὡς δυνηθῆναι πεῖσαι τοὺς ἀκούοντας ὅτι οὐχ ἑκὼν ἡμᾶς εἰς τοῦτον ὦσας τὸν κίνδυνον; Ἀλλὰ γὰρ ταῦτα ἀφείσθω νῦν· οὐδὲ γὰρ ὑπὲρ τούτων ἀναγκάζομέν σε κρίνεσθαι. Τί πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογησόμεθα; λέγε. ΙΩ. Ἀλλ' οὐδὲ αὐτὸς πρότερον, ἔφην, ἐπ' ἐκεῖνα πορεύσομαι ἕως ἂν διαλύσωμαι τὰ πρὸς σέ, κἂν μυριάκις αὐτὸς ἡμᾶς τῶν ἐγκλημάτων ἐθέλῃς ἀπολύειν. Σὺ μὲν γὰρ ἔφης τὴν ἄγνοιαν ἡμῖν φέρειν συγγνώμην καὶ πάσης ἂν ἡμᾶς ἀφεῖναι κατηγορίας, εἰ μηδὲν τῶν σῶν εἰδότες εἶτά σε εἰς τὰ παρόντα ἠγάγομεν· ἐπειδὴ δὲ οὐκ ἀγνοοῦντας προδοῦναι, ἀλλ' ἀκριβῶς ἐπισταμένους τὰ σά, διὰ τοῦτο πᾶσαν ἡμῖν πρόφασιν εὔλογον καὶ ἀπολογίαν ἀνῃρῆσθαι δικαίαν. Ἐγὼ δὲ πᾶν τοὐναντίον φημί, ὅτι τὰ τοιαῦτα πολλῆς δεῖται τῆς ἐξετάσεως. Καὶ τὸν μέλλοντα παραδώσειν τὸν εἰς ἱερωσύνην ἐπιτήδειον οὐ δεῖ τῇ τῶν πολλῶν ἀρκεῖσθαι φήμῃ μόνον, ἀλλὰ μετ' ἐκείνης καὶ αὐτὸν μάλιστα πάντων καὶ πρὸ πάντων ἐξητακέναι τὰ ἐκείνου. Καὶ γὰρ ὁ μακάριος Παῦλος εἰπών· «Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν ἔχειν καλὴν ἀπὸ τῶν ἔξωθεν», οὐκ ἀναιρεῖ τὴν ἀκριβῆ καὶ βεβασανισμένην ἔρευναν, οὐδ' ὡς προηγούμενον τεκμήριον τοῦτο τίθησι τῆς τῶν τοιούτων δοκιμασίας· καὶ γὰρ πολλὰ πρότερον διαλεχθείς, ὕστερον τοῦτο προσέθηκε, δεικνὺς ὡς οὐκ ἂν αὐτῷ μόνον ἀρκεῖσθαι δεῖ πρὸς τὰς τοιαύτας αἱρέσεις, ἀλλὰ μετὰ τῶν ἄλλων καὶ αὐτὸ παραλαμβάνειν χρή. Συμβαίνει γὰρ πολλάκις τὴν τῶν πολλῶν ψεύδεσθαι φήμην· τῆς δὲ ἀκριβοῦς ἐξετάσεως ἡγησαμένης, οὐδένα ἐκ ταύτης κίνδυνόν ἐστιν ὑποπτεῦσαι λοιπόν. Διὰ τοῦτο μετὰ τὰ ἄλλα τὸ «παρὰ τῶν ἔξωθεν» αὐτὸ τίθησιν· οὐ γὰρ ἁπλῶς ἔφησε· «Δεῖ δὲ αὐτὸν μαρτυρίαν ἔχειν καλήν», ἀλλὰ καὶ τὸ «παρὰ τῶν ἔξωθεν» παρενέβαλε, δηλῶσαι βουλόμενος ὅτι πρὸ τῆς τῶν ἔξωθεν φήμης πρὸς ἀκρίβειαν αὐτὸν διερευνήσασθαι δεῖ. Ἐπεὶ οὖν καὶ αὐτὸς ᾔδειν τὰ σὰ τῶν γεγεννηκότων μᾶλλον, ὡς καὶ αὐτὸς ὡμολόγησας, διὰ τοῦτο δίκαιος ἂν εἴην πάσης ἀφεῖσθαι αἰτίας. ΒΑΣ. Δι' αὐτὸ μὲν οὖν τοῦτο, φησίν, οὐκ ἂν ἔφυγες, εἴ τίς σε γράφεσθαι ἤθελεν. Ἢ οὐ μέμνησαι καὶ παρ' ἡμῶν ἀκούσας καὶ πολλάκις καὶ διὰ τῶν ἔργων αὐτῶν διδαχθεὶς τὸ τῆς ψυχῆς ἀγεννὲς τῆς ἐμῆς; οὐ διὰ τοῦτο εἰς μικροψυχίαν ἡμᾶς διετέλεις σκώπτων ἀεὶ ὅτι καὶ ταῖς τυχούσαις φροντίσι καταπίπτομεν εὐκόλως;