# De sacerdotio (lib. 1-6) 3.11.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6), Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-sacerdotio-lib-1-6/3.11.1

ιαʹ. Ὅτι τὴν ἐπιθυμίαν τῆς φιλαρχίας ἐκβεβλῆσθαι δεῖ τῆς τοῦ ἱερέως ψυχῆς Βούλει σοι καὶ ἕτερον ἐπιδείξω ταύτης τῆς μάχης εἶδος, μυρίων ἐμπεπλησμένον κινδύνων; Ἴθι δὴ καὶ διάκυψον εἰς τὰς δημοτελεῖς ἑορτὰς ἐν αἷς μάλιστα τῶν ἐκκλησιαστικῶν ἀρχῶν τὰς αἱρέσεις ποιεῖσθαι νόμος καὶ τοσαύταις ὄψει κατηγορίαις τὸν ἱερέα βαλλόμενον ὅσον τῶν ἀρχομένων τὸ πλῆθός ἐστι. Πάντες γὰρ οἱ δοῦναι κύριοι τὴν τιμὴν εἰς πολλὰ τότε σχίζονται μέρη καὶ οὔτε πρὸς ἀλλήλους, οὔτε πρὸς αὐτὸν τὸν λαχόντα τὴν ἐπισκοπὴν τὸ τῶν πρεσβυτέρων συνέδριον ὁμογνωμονοῦν ἴδοι τις ἄν, ἀλλ' ἕκαστος καθ' ἑαυτὸν ἑστήκασιν, ὁ μὲν τοῦτον, ὁ δὲ ἐκεῖνον αἱρούμενος. Τὸ δὲ αἴτιον, οὐκ εἰς ἓν πάντες ὁρῶσιν εἰς ὃ μόνον ὁρᾶν ἐχρῆν, τῆς ψυχῆς τὴν ἀρετήν, ἀλλ' εἰσὶ καὶ ἕτεραι προφάσεις αἱ ταύτης πρόξενοι τῆς τιμῆς· οἷον, ὁ μὲν ὅτι γένους ἐστὶ λαμπροῦ, ἐγκρινέσθω, φησίν, ὁ δὲ ὅτι πλοῦτον περιβέβληται πολὺν καὶ οὐκ ἂν δέοιτο τρέφεσθαι ἐκ τῶν τῆς Ἐκκλησίας προσόδων, ὁ δὲ ὅτι παρὰ τῶν ἐχθρῶν ηὐτομόλησε. Καὶ ὁ μὲν τὸν οἰκείως πρὸς αὐτὸν διακείμενον, ὁ δὲ τὸν γένει προσήκοντα, ὁ δὲ τὸν κολακεύοντα μᾶλλον τῶν ἄλλων προτιμᾶν σπουδάζουσιν· εἰς δὲ τὸν ἐπιτήδειον οὐδεὶς ὁρᾶν βούλεται, οὐδὲ ψυχῆς τινα ποιεῖσθαι βάσανον. Ἐγὼ δὲ τοσούτου δέω ταύτας ἡγεῖσθαι τὰς αἰτίας ἀξιοπίστους εἶναι πρὸς τὴν τῶν ἱερέων δοκιμασίαν ὡς μηδὲ εἴ τις πολλὴν εὐλάβειαν ἐπιδείξαιτο, τὴν οὐ μικρὸν ἡμῖν πρὸς τὴν ἀρχὴν συντελοῦσαν ἐκείνην, μηδὲ τοῦτον ἀπὸ ταύτης εὐθέως ἐγκρίνειν τολμᾶν, εἰ μὴ μετὰ τῆς εὐλαβείας πολλὴν καὶ τὴν σύνεσιν ἔχων τύχοι. Καὶ γὰρ οἶδα πολλοὺς ἐγὼ τῶν ἅπαντα τὸν χρόνον καθειρξάντων ἑαυτοὺς καὶ νηστείαις δαπανηθέντων, ὅτι ἕως μὲν αὐτοῖς μόνοις εἶναι ἐξῆν καὶ τὰ αὐτῶν μεριμνᾶν, εὐδοκίμουν παρὰ Θεῷ καὶ καθ' ἑκάστην ἡμέραν ἐκείνῃ προσετίθεσαν τῇ φιλοσοφίᾳ μέρος οὐ μικρόν· ἐπειδὴ δὲ εἰς τὸ πλῆθος ἦλθον καὶ τὰς τῶν πολλῶν ἀμαθίας ἐπανορθοῦν ἠναγκάσθησαν, οἱ μὲν οὐδὲ τὴν ἀρχὴν ἤρκεσαν πρὸς τὴν τοσαύτην πραγματείαν, οἱ δὲ βιασθέντες ἐπιμεῖναι, τὴν προτέραν ἀκρίβειαν ῥίψαντες, ἑαυτούς τε ἐζημίωσαν τὰ μέγιστα καὶ ἑτέρους ὤνησαν οὐδέν. Ἀλλ' οὐδὲ εἴ τις τὸν ἅπαντα χρόνον ἀνήλωσεν ἐν τῇ ἐσχάτῃ τῆς λειτουργίας τάξει μένων καὶ εἰς ἔσχατον ἤλασε γῆρας, τοῦτον ἁπλῶς διὰ τὴν ἡλικίαν αἰδεσθέντες ἐπὶ τὴν ἀρχὴν οἴσομεν τὴν ἀνωτέρω. Τί γάρ, εἰ καὶ μετὰ τὴν ἡλικίαν ἐκείνην ἀνεπιτήδειος ὢν μένοι; Καὶ οὐ τὴν πολιὰν ἀτιμάσαι βουλόμενος, οὐδὲ νομοθετῶν τοὺς ἀπὸ χοροῦ μοναζόντων ἥκοντας πάντως ἀπείργεσθαι τῆς τοιαύτης ἐπιστασίας ταῦτα εἶπον νῦν—συνέβη γὰρ πολλοὺς καὶ ἐξ ἐκείνης ἐλθόντας τῆς ἀγέλης εἰς ταύτην διαλάμψαι τὴν ἀρχήν—, ἀλλ' ἐκεῖνο δεῖξαι σπουδάζων ὅτι εἰ μήτε εὐλάβεια καθ' ἑαυτήν, μήτε γῆρας μακρὸν ἱκανὰ γένοιτ' ἂν δεῖξαι τὸν κεκτημένον ἱερωσύνης ἄξιον ὄντα, σχολῇ γ' ἂν αἱ προειρημέναι προφάσεις τοῦτο ἐργάσαιντο. Οἱ δὲ καὶ ἑτέρας προστιθέασιν ἀτοπωτέρας· καὶ γὰρ οἱ μὲν ἵνα μὴ μετὰ τῶν ἐναντίων τάξωσιν ἑαυτοὺς εἰς τὴν τοῦ κλήρου καταλέγονται τάξιν, οἱ δὲ διὰ πονηρίαν καὶ ἵνα μὴ παροφθέντες μεγάλα ἐργάσωνται κακά. Ἆρα γένοιτ' ἄν τι τούτου παρανομώτερον, ὅταν ἄνθρωποι μοχθηροὶ καὶ μυρίων γέμοντες κακῶν διὰ ταῦτα θεραπεύονται δι' ἃ κολάζεσθαι ἔδει καὶ ὧν ἕνεκεν μηδὲ τὸν οὐδὸν τῆς ἐκκλησίας ὑπερβαίνειν ἐχρῆν, ὑπὲρ τούτων καὶ εἰς τὴν ἱερατικὴν ἀναβαίνωσιν ἀξίαν; Ἔτι οὖν ζητήσομεν, εἰπέ μοι, τοῦ Θεοῦ τῆς ὀργῆς τὴν αἰτίαν, πράγματα οὕτως ἅγια καὶ φρικωδέστατα ἀνθρώποις τοῖς μὲν πονηροῖς, τοῖς δὲ οὐδενὸς ἀξίοις λυμαίνεσθαι παρέχοντες; Ὅταν γὰρ οἱ μὲν τῶν μηδὲν αὐτοῖς προσηκόντων, οἱ δὲ τῶν πολλῷ μειζόνων τῆς οἰκείας δυνάμεως προστασίαν ἐμπιστευθῶσιν, οὐδὲν Εὐρίπου τὴν Ἐκκλησίαν διαφέρειν ποιοῦσιν. Ἐγὼ δὲ πρότερον τῶν ἔξωθεν ἀρχόντων κατεγέλων ὅτι τὰς τῶν τιμῶν διανομὰς οὐκ ἀπὸ τῆς ἀρετῆς τῆς ἐν ταῖς ψυχαῖς, ἀλλ' ἀπὸ χρημάτων καὶ πλήθους ἐτῶν καὶ ἀνθρωπίνης ποιοῦνται προστασίας· ἐπεὶ δὲ ἤκουσα ὅτι αὕτη ἡ ἀλογία καὶ εἰς τὰ ἡμέτερα εἰσεκώμασεν, οὐκέτι ὁμοίως ἐποιούμην τὸ πρᾶγμα δεινόν. Τί γὰρ θαυμαστὸν ἀνθρώπους βιωτικοὺς καὶ δόξης τῆς παρὰ τῶν πολλῶν ἐρῶντας καὶ χρημάτων ἕνεκα πάντα πράττοντας ἁμαρτάνειν τοιαῦτα, ὅπου γε οἱ πάντων ἀπηλλάχθαι προσποιούμενοι τούτων οὐδὲν ἄμεινον ἐκείνων διάκεινται, ἀλλ' ὑπὲρ τῶν οὐρανίων τὸν ἀγῶνα ἔχοντες ὡς περὶ πλέθρων γῆς ἢ ἑτέρου τινὸς τοιούτου τῆς βουλῆς αὐτοῖς προκειμένης, ἁπλῶς ἀνθρώπους ἀγελαίους λαβόντες ἐφιστᾶσι πράγμασι τοιούτοις ὑπὲρ ὧν καὶ τὴν ἑαυτοῦ κενῶσαι δόξαν καὶ ἄνθρωπος γενέσθαι καὶ δούλου μορφὴν λαβεῖν καὶ ἐμπτυσθῆναι καὶ ῥαπισθῆναι καὶ θάνατον τὸν ἐπονείδιστον ἀποθανεῖν διὰ τῆς σαρκὸς οὐ παρῃτήσατο ὁ μονογενὴς τοῦ Θεοῦ παῖς; Καὶ οὐδὲ μέχρι τούτων ἵστανται μόνον, ἀλλὰ καὶ ἕτερα προστιθέασιν ἀτοπώτερα· οὐ γὰρ τοὺς ἀναξίους ἐγκρίνουσι μόνον, ἀλλὰ καὶ τοὺς ἐπιτηδείους ἐκβάλλουσιν. Ὥσπερ γὰρ δέον ἀμφοτέρωθεν λυμήνασθαι τῆς Ἐκκλησίας τὴν ἀσφάλειαν ἢ ὥσπερ οὐκ ἀρκούσης τῆς προτέρας προφάσεως ἐκκαῦσαι τοῦ Θεοῦ τὴν ὀργήν, οὕτω τὴν δευτέραν συνῆψαν, οὐχ ἧττον οὖσαν χαλεπήν· καὶ γὰρ ἐξ ἴσης οἶμαι εἶναι δεινὸν τό τε τοὺς χρησίμους ἀπείργειν καὶ τὸ τοὺς ἀχρείους εἰσωθεῖν· καὶ τοῦτο δὲ γίνεται ἵνα μηδαμόθεν παραμυθίαν εὑρεῖν μηδὲ ἀναπνεῦσαι δυνηθῇ τοῦ Χριστοῦ τὸ ποίμνιον. Ταῦτα οὐ μυρίων ἄξια σκηπτῶν; ταῦτα οὐ γεέννης σφοδροτέρας, οὐ ταύτης μόνον τῆς ἠπειλημένης ἡμῖν; Ἀλλ' ὅμως ἀνέχεται καὶ φέρει τὰ τοσαῦτα κακὰ ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆν. Πῶς ἄν τις αὐτοῦ τὴν φιλανθρωπίαν θαυμάσειε; πῶς ἂν ἐκπλαγείη τὸν ἔλεον; Οἱ τοῦ Χριστοῦ τὰ τοῦ Χριστοῦ διαφθείρουσιν ἐχθρῶν καὶ πολεμίων μᾶλλον, ὁ δὲ ἀγαθὸς ἔτι χρηστεύεται καὶ εἰς μετάνοιαν καλεῖ. Δόξα σοι, Κύριε, δόξα σοι. Πόσης φιλανθρωπίας ἄβυσσος παρὰ σοί; πόσης ἀνεξικακίας πλοῦτος; Οἱ διὰ τὸ ὄνομα τὸ σὸν ἐξ εὐτελῶν καὶ ἀτίμων ἔντιμοι καὶ περίβλεπτοι γεγονότες τῇ τιμῇ κατὰ τοῦ τετιμηκότος κέχρηνται καὶ τολμῶσι τὰ ἀτόλμητα καὶ ἐνυβρίζουσιν εἰς τὰ ἅγια, τοὺς σπουδαίους ἀπωθούμενοι καὶ ἐκβάλλοντες ἵνα ἐν ἠρεμίᾳ πολλῇ καὶ μετὰ ἀδείας τῆς ἐσχάτης οἱ πονηροὶ πάντα ὅσαπερ ἂν ἐθέλωσιν ἀνατρέπωσι. Καὶ τούτου δὲ τοῦ δεινοῦ τὰς αἰτίας εἰ θέλεις μαθεῖν, ὁμοίας ταῖς προτέραις εὑρήσεις· τὴν μὲν γὰρ ῥίζαν καί, ὡς ἄν τις εἴποι, μητέρα μίαν ἔχουσι, τὴν βασκανίαν· αὐταὶ δὲ οὐ μιᾶς εἰσιν ἰδέας, ἀλλὰ διεστήκασιν. Ὁ μὲν γάρ, ἐπειδὴ νέος ἐστίν, ἐκβαλλέσθω, φησίν, ὁ δέ, ἐπειδὴ κολακεύειν οὐκ οἶδεν, ὁ δέ, ἐπειδὴ τῷ δεῖνι προσέκρουσεν· καὶ ὁ μέν, ἵνα μὴ ὁ δεῖνα λυπῆται, τὸν μὲν ὑπ' αὐτοῦ δοθέντα ἀποδοκιμασθέντα, τοῦτον δὲ ἐγκεκριμένον ὁρῶν, ὁ δέ, ἐπειδὴ χρηστός ἐστι καὶ ἐπιεικής, ὁ δέ, ἐπειδὴ τοῖς ἁμαρτάνουσι φοβερός, ὁ δέ, δι' ἄλλην αἰτίαν τοιαύτην· οὐδὲ γὰρ ἀποροῦσι προφάσεων ὅσων ἂν ἐθέλωσιν. Ἀλλὰ καὶ τὸ πλῆθος τῶν ὄντων ἐστὶν αὐτοῖς αἰτιᾶσθαι, ὅταν μηδὲν ἔχωσιν ἕτερον, καὶ τὸ μὴ δεῖν ἀθρόως εἰς ταύτην ἄγεσθαι τὴν τιμήν, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν· καὶ ἑτέρας ὅσας ἂν βούλωνται δύναιντ' ἂν αἰτίας εὑρεῖν. Ἐγὼ δέ σε ἡδέως ἐνταῦθα ἐρήσομαι τί οὖν δεῖ τὸν ἐπίσκοπον ποιεῖν τοσούτοις μαχόμενον πνεύμασι; πῶς πρὸς τοσαῦτα στήσεται κύματα; πῶς πάσας ταύτας ἀπώσεται τὰς προσβολάς; Ἂν μὲν γὰρ ὀρθῷ λογισμῷ τὸ πρᾶγμα διαθῇ, ἐχθροὶ καὶ πολέμιοι καὶ αὐτῷ καὶ τοῖς αἱρεθεῖσιν ἅπαντες καὶ πρὸς φιλονεικίαν τὴν ἐκείνου ἅπαντα πράττουσιν, στάσεις καθ' ἑκάστην ἐμβάλλοντες τὴν ἡμέραν καὶ σκώμματα μυρία τοῖς αἱρεθεῖσιν ἐπιτιθέντες, ἕως ἂν ἢ τούτους ἐκβάλωσιν ἢ τοὺς αὑτῶν εἰσαγάγωσιν, καὶ γίνεται παραπλήσιον οἷον ἂν εἴ τις κυβερνήτης ἔνδον ἐν τῇ νηῒ τῇ πλεούσῃ πειρατὰς ἔχοι συμπλέοντας καὶ αὐτῷ καὶ τοῖς ναύταις καὶ τοῖς ἐπιβάταις συνεχῶς καὶ καθ' ἑκάστην ἐπιβουλεύοντας ὥραν. Ἂν δὲ τὴν πρὸς ἐκείνους χάριν προτιμήσῃ τῆς αὑτοῦ σωτηρίας, δεξάμενος οὓς οὐκ ἔδει, ἕξει μὲν τὸν Θεὸν ἀντ' ἐκείνων ἐχθρόν, οὗ τί γένοιτ' ἂν χαλεπώτερον; Καὶ τὰ πρὸς ἐκείνους δὲ αὐτῷ δυσκολώτερον ἢ πρότερον διακείσεται, πάντων συμπραττόντων ἀλλήλοις καὶ τούτων μᾶλλον ἰσχυρῶν γινομένων· ὥσπερ γὰρ ἀγρίων ἀνέμων ἐξ ἐναντίας προσπεσόντων ἀλλήλοις, τὸ τέως ἡσυχάζον πέλαγος μαίνεται ἐξαίφνης καὶ κορυφοῦται καὶ τοὺς ἐμπλέοντας ἀπόλλυσιν, οὕτω καὶ ἡ τῆς Ἐκκλησίας γαλήνη, δεξαμένη φθόρους ἀνθρώπους, ζάλης καὶ ναυαγίων πληροῦται πολλῶν. Ἐννόησον οὖν ὁποῖόν τινα εἶναι χρὴ τὸν πρὸς τοσοῦτον μέλλοντα ἀνθέξειν χειμῶνα καὶ τοσαῦτα κωλύματα τῶν κοινῇ συμφερόντων διαθήσειν καλῶς. Καὶ γὰρ καὶ σεμνὸν καὶ ἄτυφον καὶ φοβερὸν καὶ προσηνῆ καὶ ἀρχικὸν καὶ κοινωνικὸν καὶ ἀδέκαστον καὶ θεραπευτικὸν καὶ ταπεινὸν καὶ ἀδούλωτον καὶ σφοδρὸν καὶ ἥμερον εἶναι δεῖ, ἵνα πρὸς ἅπαντα ταῦτα εὐκόλως μάχεσθαι δύνηται καὶ τὸν ἐπιτήδειον μετὰ πολλῆς τῆς ἐξουσίας, κἂν ἅπαντες ἀντιπίπτωσι, παράγειν καὶ τὸν οὐ τοιοῦτον μετὰ τῆς αὐτῆς ἐξουσίας, κἂν ἅπαντες συμπνέωσι, μὴ προσίεσθαι, ἀλλ' εἰς ἓν μόνον ὁρᾶν, τὴν ἐκκλησιαστικὴν οἰκοδομὴν καὶ μηδὲν πρὸς ἀπέχθειαν ἢ χάριν ποιεῖν. Ἆρά σοι δοκοῦμεν εἰκότως παρῃτῆσθαι τοῦ πράγματος τούτου τὴν διακονίαν; Καίτοι γε οὔπω πάντα διῆλθον πρὸς σέ· ἔχω γὰρ καὶ ἕτερα λέγειν. Ἀλλὰ μὴ ἀποκάμῃς ἀνδρὸς φίλου καὶ γνησίου βουλομένου σε πείθειν ὑπὲρ ὧν ἐγκαλεῖς ἀνεχόμενος· οὐδὲ γὰρ πρὸς τὴν ἀπολογίαν σοι τὴν ὑπὲρ ἡμῶν ταῦτα χρήσιμά ἐστι μόνον, ἀλλὰ καὶ πρὸς αὐτὴν τοῦ πράγματος τὴν διοίκησιν τάχα οὐ μικρὸν συμβαλεῖται κέρδος. Καὶ γὰρ ἀναγκαῖον τὸν μέλλοντα ἐπὶ ταύτην ἔρχεσθαι τοῦ βίου τὴν ὁδὸν πρότερον ἅπαντα διερευνησάμενον καλῶς, οὕτως ἅψασθαι τῆς διακονίας. Τί δήποτε; Ὅτι εἰ καὶ μηδὲν ἄλλο τὸ γοῦν μὴ ξενοπαθεῖν, ἡνίκα ἂν ταῦτα προσπίπτῃ, περιέσται τῷ πάντα εἰδότι σαφῶς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg085.local001/.
