Ancient Greek
Chapter 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 3.13.1
Not analysed yet
ιγʹ. Περὶ παρθένων Ἐπὶ δὲ τῆς τῶν παρθένων ἐπιμελείας τοσούτῳ μείζων ὁ φόβος ὅσῳ καὶ τὸ κτῆμα τιμιώτερον καὶ βασιλικωτέρα αὕτη τῶν ἄλλων ἡ ἀγέλη· ἤδη γὰρ καὶ εἰς τὸν τῶν ἁγίων τούτων χορὸν μυρίαι μυρίων γέμουσαι κακῶν εἰσεκώμασαν, μεῖζον δὲ ἐνταῦθα τὸ πένθος. Καὶ καθάπερ οὐκ ἴσον κόρην τε ἐλευθέραν καὶ τὴν ταύτης θεράπαιναν ἁμαρτεῖν, οὕτως οὐδὲ παρθένον καὶ χήραν. Ταῖς μὲν γὰρ καὶ ληρεῖν καὶ λοιδορεῖσθαι πρὸς ἀλλήλας καὶ κολακεύειν καὶ ἀναισχυντεῖν καὶ πανταχοῦ φαίνεσθαι καὶ τὸ περιϊέναι τὴν ἀγορὰν γέγονεν ἀδιάφορον· ἡ δὲ παρθένος ἐπὶ μείζοσιν ἀπεδύσατο καὶ τὴν ἀνωτάτω φιλοσοφίαν ἐζήλωσε καὶ τὴν τῶν ἀγγέλων πολιτείαν δεῖξαι ἐπὶ γῆς ἐπαγγέλλεται καὶ μετὰ τῆς σαρκὸς ταύτης τὰ τῶν ἀσωμάτων αὐτῇ δυνάμεων κατορθῶσαι πρόκειται. Καὶ οὐ δεῖ οὔτε προόδους περιττὰς ποιεῖσθαι καὶ πολλάς, οὔτε ῥήματα αὐτῇ φθέγγεσθαι εἰκῇ καὶ μάτην ἐφεῖται, λοιδορίας δὲ καὶ κολακείας οὐδὲ τοὔνομα εἰδέναι χρή. Διὰ τοῦτο ἀσφαλεστάτης φυλακῆς καὶ πλείονος δεῖται τῆς συμμαχίας. Ὅτε γὰρ τῆς ἁγιωσύνης ἐχθρὸς ἀεὶ καὶ μᾶλλον αὐταῖς ἐφέστηκε καὶ προσεδρεύει, καταπιεῖν ἕτοιμος, εἴ πού τις ἐξολισθήσειε καὶ καταπέσοι, ἀνθρώπων τε οἱ ἐπιβουλεύοντες πολλοὶ καὶ μετὰ τούτων ἁπάντων ἡ τῆς φύσεως μανία· καὶ πρὸς διπλοῦν τὸν πόλεμον ἡ παράταξις αὐτῇ, τὸν μὲν ἔξωθεν προσβάλλοντα, τὸν δὲ ἔσωθεν ἐνοχλοῦντα. Διὰ ταῦτα τῷ γοῦν ἐπιστατοῦντι πολὺς μὲν ὁ φόβος, μείζων δὲ ὁ κίνδυνος καὶ ἡ ὀδύνη, εἴ τι τῶν ἀβουλήτων—ὃ μὴ γένοιτο— συμβαίη ποτέ. Εἰ γὰρ «πατρὶ θυγάτηρ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον», ὅπου περὶ τοῦ στειρωθῆναι ἢ παρακμάσαι ἢ μισηθῆναι τοσοῦτον δέος, τί πείσεται ὁ τούτων μὲν οὐδέν, ἕτερα δὲ τούτων πολλῷ μείζονα μεριμνῶν; οὐ γὰρ ἀνὴρ ἐνταῦθα ὁ ἀθετούμενος, ἀλλ' αὐτὸς ὁ Χριστός· οὐδὲ μέχρις ὀνειδῶν ἡ στείρωσις, ἀλλ' εἰς ἀπώλειαν ψυχῆς τελευτᾷ τὸ δεινόν. «Πᾶν γὰρ δένδρον, φησί, μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.» Καὶ μισηθείσῃ δὲ παρὰ τοῦ νυμφίου οὐκ ἀρκεῖ λαβεῖν ἀποστασίου βιβλίον καὶ ἀπελθεῖν, ἀλλὰ κόλασιν αἰώνιον τοῦ μίσους δίδωσι τὴν τιμωρίαν. Καὶ ὁ μὲν κατὰ σάρκα πατὴρ πολλὰ ἔχει τὰ ποιοῦντα αὐτῷ τὴν φυλακὴν εὔκολον τῆς θυγατρός· καὶ γὰρ καὶ μήτηρ καὶ τροφὸς καὶ θεραπαινῶν πλῆθος καὶ οἰκίας ἀσφάλεια συναντιλαμβάνεται τῷ γεννησαμένῳ πρὸς τὴν τῆς παρθένου τήρησιν· οὔτε γὰρ εἰς ἀγορὰν αὐτὴν ἐμβάλλειν ἐφίεται συνεχῶς, οὔτε, ἡνίκα ἂν ἐμβάλλῃ, φαίνεσθαί τινι τῶν ἐντυγχανόντων ἀναγκάζεται, τοῦ σκότους τῆς ἑσπέρας οὐχ ἧττον τῶν τῆς οἰκίας τοίχων καλύπτοντος τὴν φανῆναι μὴ βουλομένην. Χωρὶς δὲ τούτων πάσης αἰτίας ἀπήλλακται, ὡς μὴ ἄν ποτε εἰς ἀνδρῶν ὄψιν βιασθῆναι ἐλθεῖν· οὔτε γὰρ ἡ τῶν ἀναγκαίων φροντίς, οὔτε αἱ τῶν ἀδικούντων ἐπήρειαι, οὐδ' ἄλλο τοιοῦτον οὐδὲν εἰς ἀνάγκην αὐτὴν τοιαύτης συντυχίας καθίστησιν, ἀντὶ πάντων αὐτῇ γινομένου τοῦ πατρός· αὐτὴ δὲ μίαν ἔχει φροντίδα μόνον, τὸ μηδὲν ἀνάξιον μήτε πρᾶξαι μήτε εἰπεῖν τῆς αὐτῇ προσηκούσης κοσμιότητος. Ἐνταῦθα δὲ πολλὰ τὰ ποιοῦντα τῷ πατρὶ δύσκολον, μᾶλλον δὲ καὶ ἀδύνατον τὴν φυλακήν· οὔτε γὰρ ἔνδον ἔχειν αὐτὴν μεθ' ἑαυτοῦ δύναιτ' ἄν· οὔτε γὰρ εὐσχήμων οὔτε ἀκίνδυνος ἡ τοιαύτη συνοίκησις. Κἂν γὰρ μηδὲν αὐτοὶ ζημιωθῶσιν, ἀλλ' ἀκεραίαν μείνωσι τὴν ἁγιωσύνην φυλάττοντες, οὐκ ἐλάττονα δώσουσι λόγον ὑπὲρ ὧν ἐσκανδάλισαν ψυχῶν ἢ εἰ εἰς ἀλλήλους ἁμαρτάνοντες ἔτυχον. Τούτου δὲ οὐκ ὄντος δυνατοῦ, οὔτε τὰ κινήματα τῆς ψυχῆς καταμαθεῖν εὔπορον καὶ τὰ μὲν ἀτάκτως φερόμενα περικόψαι, τὰ δὲ ἐν τάξει καὶ ῥυθμῷ μᾶλλον ἀσκῆσαι καὶ ἐπὶ τὸ βέλτιον ἀγαγεῖν, οὔτε τὰς ἐξόδους περιεργάζεσθαι ῥᾴδιον. Ἡ γὰρ πενία καὶ τὸ ἀπροστάτευτον οὐκ ἀφίησιν αὐτὸν ἀκριβῆ τῆς ἐκείνῃ προσηκούσης εὐκοσμίας γενέσθαι ἐξεταστήν· ὅταν γὰρ ἑαυτῇ πάντα διακονεῖν ἀναγκάζηται, πολλάς, εἴ γε βούλοιτο μὴ σωφρονεῖν, τῶν προόδων τὰς προφάσεις ἔχει. Καὶ δεῖ τὸν κελεύοντα διαπαντὸς οἴκοι μένειν καὶ ταύτας περικόψαι τὰς προφάσεις καὶ τὴν τῶν ἀναγκαίων αὐτάρκειαν παρασχόντα καὶ τὴν πρὸς ταῦτα διακονησομένην αὐτῇ· δεῖ δὲ καὶ ἐκφορῶν καὶ παννυχίδων ἀπείργειν. Οἶδε γάρ, οἶδεν ὁ πολυμήχανος ὄφις ἐκεῖνος καὶ διὰ χρηστῶν πράξεων τὸν αὐτοῦ παρασπείρειν ἰόν. Καὶ χρὴ τὴν παρθένον πανταχόθεν τειχίζεσθαι καὶ ὀλιγάκις τοῦ παντὸς ἐνιαυτοῦ προβαίνειν τῆς οἰκίας, ὅταν ἀπαραίτητοι καὶ ἀναγκαῖαι κατεπείγωσι προφάσεις. Εἰ δὲ λέγοι τις οὐδὲν εἶναι τούτων ἔργον ἐπισκόπῳ μεταχειρίζειν, εὖ ἴστω ὅτι τῶν ἐφ' ἑκάστῳ αἱ φροντίδες καὶ αἱ αἰτίαι εἰς ἐκεῖνον ἔχουσι τὴν ἀναφοράν. Πολλῷ δὲ λυσιτελέστερον αὐτὸν ἅπαντα διακονούμενον ἀπηλλάχθαι ἐγκλημάτων ἃ διὰ τὰς τῶν ἑτέρων ἁμαρτίας ὑπομένειν ἀνάγκη ἢ τῆς διακονίας ἀφειμένον τὰς ὑπὲρ ὧν ἔπραξαν ἕτεροι τρέμειν εὐθύνας. Πρὸς δὲ τούτοις ὁ μὲν δι' ἑαυτοῦ ταῦτα πράττων μετὰ πολλῆς τῆς εὐκολίας ἅπαντα διεξέρχεται· ὁ δὲ ἀναγκαζόμενος μετὰ τοῦ πείθειν τὰς ἁπάντων γνώμας τοῦτο ποιεῖν οὐ τοσαύτην ἔχει τὴν ἄνεσιν ἐκ τοῦ τῆς αὐτουργίας ἀφεῖσθαι ὅσα πράγματα καὶ θορύβους διὰ τοὺς ἀντιπίπτοντας καὶ ταῖς αὐτοῦ κρίσεσι μαχομένους. Ἀλλὰ πάσας μὲν οὐκ ἂν δυναίμην καταλέγειν τὰς ὑπὲρ τῶν παρθένων φροντίδας· καὶ γὰρ καὶ ὅταν αὐτὰς ἐγγράφεσθαι δέῃ οὐ τὰ τυχόντα παρέχουσι πράγματα τῷ ταύτην πεπιστευμένῳ τὴν οἰκονομίαν.