Ancient Greek · ~6 min
Chapter 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 3.3
Not analysed yet
γʹ. Ὅτι εἰ δόξης ἐπεθυμοῦμεν, ἑλέσθαι μᾶλλον τὸ πρᾶγμα ἐχρῆν Εἰ γὰρ οὗτός μέ ποτε εἰσῆλθεν ὁ ἔρως, καταδέξασθαι μᾶλλον ἐχρῆν ἢ φυγεῖν. Διά τί; Ὅτι πολλὴν ἡμῖν τοῦτο τὴν δόξαν ἤνεγκεν ἄν· τὸ γὰρ ἐν τούτῳ τῆς ἡλικίας ὄντα καὶ πρὸ βραχέος ἀποστάντα τῶν βιωτικῶν φροντίδων, ἐξαίφνης οὕτω δόξαι παρὰ πᾶσιν εἶναι θαυμαστὸν ὥστε τῶν τὸν ἅπαντα χρόνον ἐν τοῖς τοιούτοις ἐξαναλωθέντων πόνοις προτιμηθῆναι καὶ πλείονας ψήφους πάντων ἐκείνων λαβεῖν, θαυμαστά τινα καὶ μεγάλα περὶ ἡμῶν πάντας ἂν ὑποπτεύειν ἔπεισε καὶ σεμνοὺς ἂν ἡμᾶς καὶ περιβλέπτους κατέστησε. Νῦν δέ, πλὴν ὀλίγων, τὸ πλέον τῆς Ἐκκλησίας μέρος οὐδὲ ἐξ ὀνόματος ἡμᾶς ἴσασιν, ὥστε οὐδὲ ὅτι παρῃτήμεθα πᾶσιν ἔσται φανερόν, ἀλλ' ὀλίγοις τισὶν οὓς οὐδ' αὐτοὺς οἶμαι τὸ σαφὲς εἰδέναι πάντας· εἰκὸς δὲ καὶ τούτων πολλοὺς ἢ μηδ' ὅλως ἡμᾶς ᾑρῆσθαι νομίσαι ἢ παρεώσασθαι μετὰ τὴν αἵρεσιν ἀνεπιτηδείους εἶναι δόξαντας, οὐχ ἑκόντας φυγεῖν. ΒΑΣ. Ἀλλ' οἱ τἀληθὲς εἰδότες θαυμάσονται. ΙΩ. Καὶ μὴν τούτους ἔφης ὡς κενοδόξους καὶ ὑπερηφάνους διαβάλλειν ἡμᾶς. Πόθεν οὖν ἐστιν ἐλπίσαι τὸν ἔπαινον; Ἀπὸ τῶν πολλῶν; ἀλλ' οὐκ ἴσασι τὸ σαφές. Ἀλλ' ἐκ τῶν ὀλίγων; ἀλλὰ κἀνταῦθα ἡμῖν εἰς τοὐναντίον τὸ πρᾶγμα περιτέτραπται· οὐδὲ γὰρ ἑτέρου τινὸς ἕνεκεν ἐνθάδε εἰσῆλθες νῦν, ἀλλ' ἵνα μάθῃς τί πρὸς ἐκείνους ἀπολογήσασθαι δέοι. Καὶ τί τούτων ἕνεκεν ἀκριβολογοῦμαι νῦν; Ὅτι γάρ, εἰ καὶ πάντες ᾔδεσαν τἀληθές, οὐδὲ οὕτως ἡμᾶς ἀπονοίας ἢ φιλοδοξίας ἔδει κρίνειν, μικρὸν ἀνάμεινον καὶ τοῦτο εἴσῃ σαφῶς· καὶ πρὸς τούτῳ πάλιν ἐκεῖνο ὅτι οὐ τοῖς ταύτην τολμῶσι τὴν τόλμαν μόνον—εἴπερ τίς ἐστιν ἀνθρώπων, οὐ γὰρ ἔγωγε πείθομαι—, ἀλλὰ καὶ τοῖς περὶ ἑτέρων ὑποπτεύουσι κίνδυνος ἐπικείσεται οὐ μικρός.