Ancient Greek · ~8 min
Chapter 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 3.5
Not analysed yet
εʹ. Ὅτι πολλὴ τῶν ἱερέων ἡ ἐξουσία καὶ ἡ τιμή Εἰ γάρ τις ἐννοήσειεν ὅσον ἐστὶν ἄνθρωπον ὄντα καὶ ἔτι σαρκὶ καὶ αἵματι πεπλεγμένον τῆς μακαρίας καὶ ἀκηράτου φύσεως ἐκείνης ἐγγὺς δυνηθῆναι γενέσθαι, τότε ὄψεται καλῶς ὅσης τοὺς ἱερεῖς τιμῆς ἡ τοῦ Πνεύματος ἠξίωσε χάρις. διὰ γὰρ ἐκείνων καὶ ταῦτα τελεῖται καὶ ἕτερα τούτων οὐδὲν ἀποδέοντα καὶ εἰς ἀξιώματος καὶ εἰς σωτηρίας τῆς ἡμετέρας λόγον. Οἱ γὰρ τὴν γῆν οἰκοῦντες καὶ ἐν ταύτῃ ποιούμενοι τὴν διατριβὴν τὰ ἐν οὐρανοῖς διοικεῖν ἐπετράπησαν καὶ ἐξουσίαν ἔλαβον ἣν οὔτε ἀγγέλοις οὔτε ἀρχαγγέλοις ἔδωκεν ὁ Θεός· οὐ γὰρ πρὸς ἐκείνους εἴρηται· «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα καὶ ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.» Ἔχουσι μὲν γὰρ καὶ οἱ κρατοῦντες ἐπὶ τῆς γῆς τὴν τοῦ δεσμεῖν ἐξουσίαν, ἀλλὰ σωμάτων μόνων· οὗτος δὲ ὁ δεσμὸς αὐτῆς ἅπτεται τῆς ψυχῆς καὶ διαβαίνει τοὺς οὐρανοὺς καὶ ἅπερ ἂν ἐργάσωνται κάτω οἱ ἱερεῖς, ταῦτα ὁ Θεὸς ἄνω κυροῖ καὶ τὴν τῶν δούλων γνώμην ὁ δεσπότης βεβαιοῖ. Καὶ τί γὰρ ἀλλ' ἢ πᾶσαν αὐτοῖς τὴν οὐράνιον ἔδωκεν ἐξουσίαν; «Ὧν γὰρ ἄν, φησίν, ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται, καὶ ὧν ἂν κρατῆτε, κεκράτηνται.» Τίς ἂν γένοιτο ταύτης ἐξουσία μείζων; «Πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ τῷ υἱῷ.» Ὁρῶ δὲ πᾶσαν αὐτὴν τούτους ἐγχειρισθέντας ὑπὸ τοῦ υἱοῦ· ὥσπερ γὰρ εἰς οὐρανοὺς ἤδη μετατεθέντες καὶ τὴν ἀνθρωπείαν ὑπερβάντες φύσιν καὶ τῶν ἡμετέρων ἀπαλλαγέντες παθῶν, οὕτως εἰς τοσαύτην ἤχθησαν τὴν ἀρχήν. Εἶτα ἂν μὲν βασιλεύς τινι τῶν ὑπ' αὐτὸν ὄντων ταύτης μεταδῷ τῆς τιμῆς ὥστε ἐμβάλλειν εἰς δεσμωτήριον οὓς ἂν ἐθέλῃ καὶ ἀφιέναι πάλιν, ζηλωτὸς καὶ περίβλεπτος παρὰ πᾶσιν οὗτος· ὁ δὲ παρὰ Θεοῦ τοσούτῳ μείζονα ἐξουσίαν λαβὼν ὅσῳ γῆς τιμιώτερος ὁ οὐρανὸς καὶ σωμάτων ψυχαί, οὕτω μικράν τισιν ἔδοξεν εἰληφέναι τιμὴν ὡς δυνηθῆναι κἂν ἐννοῆσαι ὅτι τῶν ταῦτά τις πιστευθέντων καὶ ὑπερφρονήσει τῆς δωρεᾶς. Ἄπαγε τῆς μανίας· μανία γὰρ περιφανὴς ὑπερορᾶν τῆς τοσαύτης ἀρχῆς ἧς ἄνευ οὔτε σωτηρίας ἡμῖν, οὔτε τῶν ἐπηγγελμένων ἀγαθῶν ἔστι τυχεῖν.