Ancient Greek · ~41 min
Chapter 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 4.1.1
Not analysed yet
αʹ. Ὅτι οὐ μόνον οἱ σπουδάζοντες ἐπὶ κλῆρον ἐλθεῖν, ἀλλὰ καὶ οἱ ἀνάγκην ὑπομένοντες ἐν οἷς ἂν ἁμάρτωσι σφόδρα κολάζονται Ταῦτα ὁ Βασίλειος ἀκούσας καὶ μικρὸν ἐπισχών· Ἀλλ' εἰ μὲν αὐτὸς ἐσπούδασας, φησί, ταύτην κτήσασθαι τὴν ἀρχήν, εἶχεν ἄν σου λόγον οὗτος ὁ φόβος. Τὸν γὰρ ὁμολογήσαντα ἐπιτήδειον εἶναι πρὸς τὴν τοῦ πράγματος διοίκησιν τῷ σπουδάσαι λαβεῖν, οὐκ ἔστι μετὰ τὸ πιστευθῆναι ἐν οἷς ἂν σφάλληται καταφεύγειν εἰς ἀπειρίαν· προλαβὼν γὰρ αὐτὸς ἑαυτῷ ταύτην ἀφείλετο τὴν ἀπολογίαν τῷ προσδραμεῖν καὶ ἁρπάσαι τὴν διακονίαν καὶ οὐκέτ' ἂν δύναιτο λέγειν ὁ ἑκὼν καὶ ἐθελοντὴς ἐπὶ τοῦτο ἐλθὼν ὅτι ἄκων τὸ δεῖνα ἥμαρτον καὶ ἄκων τὸν δεῖνα διέφθειρα. Ἐρεῖ γὰρ πρὸς αὐτὸν ὁ ταύτην αὐτῷ τότε δικάζων τὴν δίκην· Καὶ τί δήποτε τοσαύτην ἑαυτῷ συνειδὼς ἀπειρίαν καὶ οὐκ ἔχων διάνοιαν ἱκανὴν πρὸς τὸ μεταχειρίσαι τὴν τέχνην ταύτην ἀναμαρτήτως, ἔσπευσας καὶ ἐτόλμησας μείζονα τῆς οἰκείας δυνάμεως ἀναδέξασθαι πράγματα; τίς ὁ καταναγκάσας; τίς ὁ πρὸς βίαν ἑλκύσας ἀποπηδῶντα καὶ φεύγοντα; Ἀλλ' οὐ σύ γε τούτων οὐδὲν ἀκούσῃ ποτέ· οὔτε γὰρ ἂν αὐτὸς ἔχοις τοιοῦτόν τι σαυτοῦ καταγνῶναι καὶ πᾶσίν ἐστι καταφανὲς ὅτι οὔτε μέγα οὔτε μικρὸν ὑπὲρ ταύτης ἐσπούδασας τῆς τιμῆς, ἀλλ' ἑτέρων γέγονε τὸ κατόρθωμα καὶ ὅπερ ἐκείνους ἐν τοῖς ἁμαρτήμασιν οὐκ ἀφίησιν ἔχειν συγγνώμην, τοῦτό σοι πολλὴν παρέχει πρὸς ἀπολογίαν ὑπόθεσιν. Πρὸς ταῦτα ἐγὼ κινήσας τὴν κεφαλὴν καὶ μειδιάσας ἠρέμα, ἐθαύμαζόν τε αὐτὸν τῆς ἁπλότητος καὶ πρὸς αὐτὸν ἔλεγον· ΙΩ. Ἐβουλόμην καὶ αὐτὸς ταῦτα οὕτως ἔχειν, ὡς ἔφης, ὦ πάντων ἀγαθώτατε σύ, οὐχ ἵνα δέξασθαι δυνηθῶ τοῦτο ὅπερ ἔφυγον νῦν· εἰ γὰρ καὶ μηδεμία μοι προὔκειτο κόλασις ὡς ἔτυχε καὶ ἀπείρως ἐπιμελουμένῳ τῆς ποίμνης τοῦ Χριστοῦ, ἀλλ' ἐμοὶ πάσης τιμωρίας χαλεπώτερον ἦν αὐτὸ τὸ πιστευθέντα πράγματα οὕτω μεγάλα περὶ τὸν πιστεύσαντα οὕτω φανῆναι κακόν. Τίνος οὖν ἕνεκεν ηὐχόμην τὴν δόξαν σου ταύτην μὴ διαπεσεῖν; Ἵνα τοῖς ἀθλίοις καὶ ταλαιπώροις —οὕτω γὰρ δεῖ καλεῖν τοὺς οὐχ εὑρόντας καλῶς ταύτης προστῆναι τῆς πραγματείας, κἂν μυριάκις αὐτοὺς πρὸς ἀνάγκην ἦχθαι λέγῃς καὶ ἀγνοοῦντας ἁμαρτεῖν—, ἵνα τούτοις διαφυγεῖν γένηται τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον καὶ τὸ σκότος τὸ ἐξώτερον καὶ τὸν σκώληκα τὸν ἀτελεύτητον καὶ τὸ διχοτομηθῆναι καὶ μετὰ τῶν ὑποκριτῶν ἀπολέσθαι. Ἀλλὰ τί σοι πάθω; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Καί, εἰ βούλει γε, ἀπὸ τῆς βασιλείας πρῶτον ἧς οὐ τοσοῦτος ὅσος τῆς ἱερωσύνης τῷ Θεῷ λόγος παρέξω σοι τούτων ὧν εἶπον τὴν πίστιν. Ὁ Σαοὺλ ἐκεῖνος, ὁ τοῦ Κεῖς υἱός, οὐκ αὐτὸς σπουδάσας ἐγένετο βασιλεύς, ἀλλ' ἀπῆλθε μὲν ἐπὶ τὴν τῶν ὄνων ζήτησιν καὶ ὑπὲρ τούτων ἐρωτήσων τὸν προφήτην ἤρχετο, ὁ δὲ αὐτῷ περὶ τῆς βασιλείας διελέγετο. Καὶ οὐδὲ οὕτως ἐπέδραμε, καίτοι παρὰ ἀνδρὸς ἀκούων προφήτου, ἀλλὰ καὶ ἀνεδύετο καὶ παρῃτεῖτο λέγων· Τίς εἰμι ἐγὼ καὶ τίς ὁ οἶκος τοῦ πατρός μου; Τί οὖν; ἐπειδὴ κακῶς ἐχρήσατο τῇ παρὰ τοῦ Θεοῦ δοθείσῃ τιμῇ, ἴσχυσεν αὐτὸν ἐξελέσθαι ταῦτα τὰ ῥήματα τῆς τοῦ βασιλεύσαντος ὀργῆς; Καίτοι γε ἐνῆν λέγειν πρὸς τὸν Σαμουὴλ ἐγκαλοῦντα αὐτῷ· Μὴ γὰρ αὐτὸς ἐπέδραμον τῇ βασιλείᾳ; μὴ γὰρ ἐπεπήδησα ταύτῃ τῇ δυναστείᾳ; Τὸν τῶν ἰδιωτῶν ἐβουλόμην βίον ζῆν τὸν ἀπράγμονα καὶ ἡσύχιον, σὺ δέ με ἐπὶ τοῦτο εἵλκυσας τὸ ἀξίωμα. Ἐν ἐκείνῃ μένων τῇ ταπεινότητι, εὐκόλως ἂν ταῦτα ἐξέκλινα τὰ προσκρούματα· οὐ γὰρ δήπου τῶν πολλῶν εἷς ὢν καὶ ἀσήμων, ἐπὶ τοῦτο ἂν ἐξεπέμφθην τὸ ἔργον, οὐδ' ἂν ἐμοὶ τὸν πρὸς τοὺς Ἀμαληκίτας πόλεμον ἐνεχείρισεν ὁ Θεός· μὴ ἐγχειρισθεὶς δέ, οὐκ ἄν ποτε ταύτην ἥμαρτον τὴν ἁμαρτίαν. Ἀλλὰ ταῦτα πάντα ἀσθενῆ πρὸς ἀπολογίαν, οὐκ ἀσθενῆ δὲ μόνον, ἀλλὰ καὶ ἐπικίνδυνα, καὶ μᾶλλον ἐκκαίει τοῦ Θεοῦ τὴν ὀργήν. Τὸν γὰρ ὑπὲρ τὴν ἀξίαν τιμηθέντα οὐκ εἰς τὴν τῶν ἁμαρτημάτων ἀπολογίαν χρὴ προβάλλεσθαι τῆς τιμῆς τὸ μέγεθος, ἀλλ' εἰς μείζονα βελτιώσεως προκοπὴν κεχρῆσθαι τῇ πολλῇ περὶ αὐτὸν τοῦ Θεοῦ σπουδῇ. Ὁ δέ, διότι κρείττονος ἔτυχεν ἀξιώματος, διὰ τοῦτο ἁμαρτάνειν αὐτῷ νομίζων ἐξεῖναι, οὐδὲν ἕτερον ἢ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν αἰτίαν τῶν οἰκείων ἁμαρτημάτων ἐπιδεῖξαι ἐσπούδακεν· ὅπερ τοῖς ἀσεβέσι καὶ ῥαθύμως τὸν ἑαυτῶν διοικοῦσι βίον λέγειν ἔθος ἀεί. Ἀλλ' οὐχ ἡμᾶς οὕτω διακεῖσθαι χρή, οὐδὲ εἰς τὴν αὐτὴν ἐκείνοις ἐκπίπτειν μανίαν, ἀλλὰ πανταχοῦ σπουδάζειν τὰ παρ' ἑαυτῶν εἰσφέρειν εἰς δύναμιν τὴν ἡμετέραν καὶ εὔφημον καὶ γλῶτταν καὶ διάνοιαν ἔχειν. Οὐδὲ γὰρ ὁ Ἠλί—ἵνα τὴν βασιλείαν ἀφέντες, ἐπὶ τὴν ἱερωσύνην περὶ ἧς ἡμῖν ὁ λόγος ἔλθωμεν νῦν—ἐσπούδασε κτήσασθαι τὴν ἀρχήν. Τί οὖν αὐτὸν τοῦτο, ἡνίκα ἥμαρτεν, ὤνησεν; καὶ τί λέγω, κτήσασθαι; Οὐδὲ διαφυγεῖν μὲν οὖν, εἴπερ ἤθελε, δυνατὸν ἦν αὐτῷ, διὰ τὴν ἀνάγκην τοῦ νόμου· καὶ γὰρ ἦν τῆς Λευῒ φυλῆς καὶ τὴν ἀρχὴν διὰ τοῦ γένους ἄνωθεν καταβαίνουσαν ἔδει δέξασθαι· ἀλλ' ὅμως καὶ οὗτος τῆς τῶν παίδων παροινίας ἔδωκε δίκην οὐ μικράν. Τί δὲ αὐτὸς ὁ πρῶτος γενόμενος τῶν Ἰουδαίων ἱερεὺς περὶ οὗ τοσαῦτα διελέχθη ὁ Θεὸς τῷ Μωϋσεῖ; Ἐπειδὴ μὴ ἴσχυσε μόνος πρὸς τοσούτου πλήθους στῆναι μανίαν, οὐ παρὰ μικρὸν ἦλθεν ἀπολέσθαι, εἰ μὴ ἡ τοῦ ἀδελφοῦ προστασία ἔλυσε τοῦ Θεοῦ τὴν ὀργήν. Ἐπειδὴ δὲ Μωϋσέως ἐμνήσθημεν, καλὸν καὶ ἐκ τῶν ἐκείνῳ συμβεβηκότων δεῖξαι τοῦ λόγου τὴν ἀλήθειαν· αὐτὸς γὰρ οὗτος ὁ μακάριος Μωϋσῆς τοσοῦτον ἀπέσχε τοῦ τὴν προστασίαν ἁρπάσαι τῶν Ἰουδαίων ὡς καὶ διδομένην παρῃτῆσθαι καὶ Θεοῦ κελεύοντος ἀνανεῦσαι καὶ παροξῦναι τὸν προστάττοντα. Καὶ οὐ τότε μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα, γενόμενος ἐπὶ τῆς ἀρχῆς, ὑπὲρ τοῦ ταύτης ἀπαλλαγῆναι ἡδέως ἀπέθνησκεν. «Ἀπόκτεινον γάρ με, φησίν, εἰ οὕτω μοι μέλλεις ποιεῖν.» Τί οὖν; ἐπειδὴ ἥμαρτεν ἐπὶ τοῦ ὕδατος, ἴσχυσαν αἱ συνεχεῖς αὗται παραιτήσεις ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ καὶ πεῖσαι τὸν Θεὸν δοῦναι συγγνώμην; καὶ πόθεν ἄλλοθεν τῆς ἐπηγγελμένης ἀπεστερεῖτο γῆς; Οὐδαμόθεν, ὡς ἅπαντες ἴσμεν, ἀλλ' ἢ διὰ τὴν ἁμαρτίαν ταύτην δι' ἣν ὁ θαυμαστὸς ἐκεῖνος ἀνὴρ οὐκ ἴσχυσε τῶν αὐτῶν τοῖς ἀρχομένοις τυχεῖν· ἀλλὰ μετὰ τοὺς πολλοὺς χρόνους καὶ τὰς ταλαιπωρίας, μετὰ τὴν πλάνην ἐκείνην τὴν ἄφατον καὶ τοὺς πολέμους καὶ τὰ τρόπαια, ἔξω τῆς γῆς ἀπέθνησκεν ὑπὲρ ἧς τοσαῦτα ἐμόχθησε καὶ τὰ τοῦ πελάγους ὑπομείνας κακά, τῶν τοῦ λιμένος οὐκ ἀπήλαυσεν ἀγαθῶν. Ὁρᾷς ὡς οὐ τοῖς ἁρπάζουσι μόνον, ἀλλ' οὐδὲ τοῖς ἐκ τῆς ἑτέρων σπουδῆς ἐπὶ τοῦτο ἐρχομένοις, λείπεταί τις ἐν οἷς ἂν πταίσωσιν ἀπολογία. Ὅπου γὰρ οἱ τοῦ Θεοῦ χειροτονοῦντος παραιτησάμενοι πολλάκις τοσαύτην ἔδωκαν δίκην καὶ οὐδὲν ἴσχυσεν ἐξελέσθαι τοῦ κινδύνου τούτου οὔτε τὸν Ἀαρών, οὔτε τὸν Ἠλί, οὔτε τὸν μακάριον ἐκεῖνον ἄνδρα, τὸν ἅγιον, τὸν προφήτην, τὸν θαυμαστόν, τὸν πρᾶον μάλιστα πάντων τῶν ἐπὶ τῆς γῆς, τὸν ὡς φίλον λαλοῦντα τῷ Θεῷ, σχολῇ γε ἡμῖν τοῖς τοσοῦτον ἀποδέουσι τῆς ἀρετῆς τῆς ἐκείνου δυνήσεται πρὸς ἀπολογίαν ἀρκέσαι τὸ συνειδέναι ἑαυτοῖς μηδὲν ὑπὲρ ταύτης ἐσπουδακόσι τῆς ἀρχῆς, καὶ μάλιστα ὅτε πολλαὶ τούτων τῶν χειροτονιῶν οὐκ ἀπὸ τῆς θείας γίνονται χάριτος, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν ἀνθρώπων σπουδῆς. Τὸν Ἰούδαν ὁ Θεὸς ἐξελέξατο καὶ εἰς τὸν ἅγιον ἐκεῖνον κατέλεξε χορὸν καὶ τὴν ἀποστολικὴν ἀξίαν μετὰ τῶν λοιπῶν ἐνεχείρισεν· ἔδωκε δέ τι καὶ τῶν ἄλλων πλέον αὐτῷ, τὴν τῶν χρημάτων οἰκονομίαν. Τί οὖν; ἐπειδὴ τούτοις ἀμφοτέροις ἐναντίως ἐχρήσατο καὶ ὃν ἐπιστεύθη κηρύττειν προὔδωκε καὶ ἃ καλῶς διοικεῖν ἐνεχειρίσθη ταῦτα ἀνήλωσε κακῶς, ἐξέφυγε τὴν τιμωρίαν; Δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ χαλεπωτέραν ἑαυτῷ τὴν δίκην εἰργάσατο καὶ μάλα γε εἰκότως. Οὐ γὰρ εἰς τὸ τῷ Θεῷ προσκρούειν δεῖ κατακεχρῆσθαι ταῖς παρὰ τοῦ Θεοῦ διδομέναις τιμαῖς, ἀλλ' εἰς τὸ μᾶλλον ἀρέσκειν αὐτῷ. Ὁ δὲ ἐπειδὴ πλέον τετίμηται, διὰ τοῦτο ἀξιῶν ἀποφυγεῖν ἐν οἷς ἂν κολάζεσθαι δέῃ, παραπλήσιον ποιεῖ ὥσπερ ἂν εἴ τις καὶ τῶν ἀπίστων Ἰουδαίων ἀκούσας τοῦ Χριστοῦ λέγοντος ὅτι «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον», καί· «Εἰ μὴ τὰ σημεῖα ἐποίουν ἐν αὐτοῖς ἃ μηδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἶχον», ἐγκαλοίη τῷ σωτῆρι καὶ εὐεργέτῃ λέγων· Τί γὰρ ἤρχου καὶ ἐλάλεις; τί δὲ ἐποίεις σημεῖα, ἵνα μειζόνως ἡμᾶς κολάσῃς; Ἀλλὰ μανίας τὰ ῥήματα ταῦτα καὶ τῆς ἐσχάτης παραπληξίας· ὁ γὰρ ἰατρὸς οὐχ ἵνα σε κατακρίνῃ μᾶλλον ἦλθε θεραπεύσων, ἀλλ' ἵνα ἀπαλλάξῃ τῆς νόσου τέλεον. Σὺ δὲ σαυτὸν ἑκὼν ἀπεστέρησας τῶν ἐκείνου χειρῶν· δέχου τοίνυν χαλεπωτέραν τὴν τιμωρίαν. Ὥσπερ γὰρ εἰ εἶξας τῇ θεραπείᾳ καὶ τῶν προτέρων ἂν ἀπηλλάγης κακῶν, οὕτως ἐπειδὴ παραγινόμενον ἰδὼν ἔφυγες, οὐκέτι ἀπονίψασθαι ταῦτα δυνήσῃ, μὴ δυνάμενος δὲ καὶ τούτων δώσεις τὴν τιμωρίαν καὶ ἀνθ' ὧν αὐτῷ ματαίαν τὴν σπουδὴν ἐποίησας, τό γε μέρος τὸ σόν. Διὰ ταῦτα οὐκ ἴσην πρὸ τοῦ τιμηθῆναι παρὰ τοῦ Θεοῦ καὶ μετὰ τὰς τιμὰς τὴν βάσανον ὑπομένομεν, ἀλλὰ πολλῷ σφοδροτέραν ὕστερον· ὁ γὰρ μὴ τῷ παθεῖν εὖ γενόμενος ἀγαθὸς πικροτέρως δίκαιος ἂν εἴη κολάζεσθαι. Ἐπεὶ οὖν ἀσθενὴς ἡμῖν αὕτη ἡ ἀπολογία δέδεικται καὶ οὐ μόνον οὐ σώζει τοὺς εἰς αὐτὴν καταφεύγοντας, ἀλλὰ καὶ προδίδωσι πλέον, ἑτέραν ἡμῖν ποριστέον ἀσφάλειαν. Ποίαν δὴ ταύτην, ὁ Βασίλειος ἔφη, ὡς ἔγωγε οὐδὲ ἐν ἐμαυτῷ δύναμαι εἶναι νῦν, οὕτω με ἔμφοβον καὶ ἔντρομον τοῖς ῥήμασι κατέστησας τούτοις. ΙΩ. Μή, δέομαι, ἔφην, καὶ ἀντιβολῶ, μὴ τοσοῦτον καταβάλῃς σαυτόν· ἔστι γάρ, ἔστιν ἀσφάλεια. Τοῖς μὲν ἀσθενέσιν ἡμῖν, τὸ μηδέποτε ἐμπεσεῖν, ὑμῖν δὲ τοῖς ἰσχυροῖς, τὸ τὰς ἐλπίδας τῆς σωτηρίας εἰς ἕτερον μὲν ἀνηρτῆσθαι μηδὲν μετὰ τὴν τοῦ Θεοῦ χάριν ἀλλ' ἢ εἰς τὸ μηδὲν ἀνάξιον πράττειν τῆς δωρεᾶς ταύτης καὶ τοῦ δεδωκότος αὐτὴν Θεοῦ. Μεγίστης μὲν γὰρ ἂν εἶεν κολάσεως ἄξιοι οἱ μετὰ τὸ δι' οἰκείας σπουδῆς ταύτης ἐπιτυχεῖν τῆς ἀρχῆς ἢ διὰ ῥαθυμίαν ἢ διὰ πονηρίαν ἢ καὶ δι' ἀπειρίαν κακῶς κεχρημένοι τῷ πράγματι· οὐ μὴν διὰ τοῦτο τοῖς οὐκ ἐσπουδακόσι καταλείπεταί τις συγγνώμη, ἀλλὰ καὶ οὗτοι πάσης ἀπολογίας ἐστέρηνται. Δεῖ γάρ, οἶμαι, κἂν μυρίοι καλῶσι καὶ καταναγκάζωσι, μὴ πρὸς ἐκείνους ὁρᾶν, ἀλλὰ πρότερον τὴν ἑαυτοῦ βασανίσαντα ψυχὴν καὶ πάντα διερευνησάμενον ἀκριβῶς, οὕτως εἶξαι τοῖς βιαζομένοις. Νῦν δὲ οἰκίαν μὲν οἰκοδομήσασθαι οὐδεὶς ἂν ὑποσχέσθαι τολμήσειε τῶν οὐκ ὄντων οἰκοδομικῶν, οὐδὲ σωμάτων ἅψασθαι νενοσηκότων ἐπιχειρήσειεν ἄν τις τῶν ἰατρεύειν οὐκ εἰδότων, ἀλλὰ κἂν πολλοὶ οἱ πρὸς βίαν ὠθοῦντες ὦσι, παραιτήσεται καὶ οὐκ ἐρυθριάσει τὴν ἄγνοιαν. Ψυχῶν δὲ ἐπιμέλειαν μέλλων πιστεύεσθαι τοσούτων, οὐκ ἐξετάσει πρότερον ἑαυτόν, ἀλλὰ κἂν ἁπάντων ἀπειρότατος ᾖ, δέξεται τὴν διακονίαν ἐπειδὴ ὁ δεῖνα κελεύει καὶ ὁ δεῖνα βιάζεται καὶ ἵνα μὴ προσκρούσῃ τῷ δεῖνι; Καὶ πῶς οὐκ εἰς προὖπτον ἑαυτὸν μετ' ἐκείνων ἐμβαλεῖ κακόν; Ἐξὸν γὰρ αὐτῷ σώζεσθαι καθ' ἑαυτὸν καὶ ἑτέρους προσαπόλλυσι μεθ' ἑαυτοῦ. Πόθεν γὰρ ἔστιν ἐλπίσαι σωτηρίαν; πόθεν συγγνώμης τυχεῖν; τίνες ἡμᾶς ἐξαιτήσονται τότε; οἱ βιαζόμενοι νῦν ἴσως καὶ πρὸς ἀνάγκην ἕλκοντες; αὐτοὺς δὲ τούτους τίς κατ' ἐκεῖνον διασώσει τὸν καιρόν; καὶ γὰρ καὶ αὐτοὶ προσδέονται ἑτέρων, ἵνα διαφύγωσι τὸ πῦρ.