Ancient Greek · ~8 min
Chapter 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 5.1
Not analysed yet
ΛΟΓΟΣ Εʹ αʹ. Ὅτι πολλοῦ πόνου καὶ σπουδῆς αἱ ἐν τῷ κοινῷ ὁμιλίαι δέονται Ὅσης μὲν ἐμπειρίας τῷ διδασκάλῳ δεῖ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγῶνας, ἱκανῶς ἡμῖν ἀποδέδεικται· ἔχω δέ τι καὶ πρὸς τούτοις ἕτερον μυρίων αἴτιον κινδύνων εἰπεῖν. Μᾶλλον δὲ οὐκ ἐκεῖνο εἴποιμι ἂν αἴτιον ἔγωγε, ἀλλὰ τοὺς οὐκ εἰδότας αὐτῷ χρῆσθαι καλῶς, ἐπεὶ τό γε πρᾶγμα αὐτὸ σωτηρίας τε καὶ πολλῶν πρόξενον γίνεται ἀγαθῶν, ὅταν τοὺς διακονουμένους εὕρῃ σπουδαίους τε ἄνδρας καὶ ἀγαθούς. Τί οὖν τοῦτό ἐστιν; Ὁ πολὺς πόνος ὁ περὶ τὰς διαλέξεις τὰς κοινῇ πρὸς τὸν λαὸν γινομένας ἀναλισκόμενος. Πρῶτον μὲν γὰρ τὸ πλέον τῶν ἀρχομένων οὐκ ἐθέλουσιν ὡς πρὸς διδασκάλους διακεῖσθαι τοὺς λέγοντας, ἀλλὰ τὴν τῶν μαθητῶν τάξιν ὑπερβάντες ἀντιλαμβάνουσι τὴν τῶν θεατῶν τῶν ἐν τοῖς ἔξωθεν καθεζομένων ἀγῶσι. Καὶ καθάπερ ἐκεῖ τὸ πλῆθος μερίζεται, καὶ οἱ μὲν τούτῳ, οἱ δὲ ἐκείνῳ προσνέμουσιν ἑαυτούς, οὕτω δὴ καὶ ἐνταῦθα διαιρεθέντες, οἱ μὲν μετὰ τούτου, οἱ δὲ μετὰ ἐκείνου γίνονται, πρὸς χάριν καὶ πρὸς ἀπέχθειαν ἀκούοντες τῶν λεγομένων. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ χαλεπόν, ἀλλὰ καὶ ἕτερον οὐδὲν ἔλαττον τούτου· ἢν γάρ τινα συμβῇ τῶν λεγόντων μέρος τι τῶν ἑτέροις πονηθέντων ἐνυφῆναι τοῖς λόγοις αὐτοῦ, πλείονα τῶν τὰ χρήματα κλεπτόντων ὑφίσταται ὀνείδη, πολλάκις δὲ οὐδὲ λαβὼν παρ' οὐδενὸς οὐδέν, ἀλλ' ὑποπτευθεὶς μόνον, τὰ τῶν ἑαλωκότων ἔπαθε. Καὶ τί λέγω τῶν ἑτέροις πεπονημένων; Αὐτὸν τοῖς εὑρήμασι τοῖς ἑαυτοῦ συνεχῶς χρήσασθαι οὐκ ἔνι· οὐ γὰρ πρὸς ὠφέλειαν, ἀλλὰ πρὸς τέρψιν ἀκούειν εἰθίσθησαν οἱ πολλοί, καθάπερ τραγῳδῶν ἢ κιθαρῳδῶν καθήμενοι δικασταί, καὶ ἡ τοῦ λόγου δύναμις ἣν ἐξεβάλομεν νῦν, οὕτως ἐνταῦθα γίνεται ποθεινὴ ὡς οὐδὲ τοῖς σοφισταῖς ὅταν πρὸς ἀλλήλους ἀγωνίζεσθαι ἀναγκάζωνται. Γενναίας οὖν δεῖ κἀνταῦθα ψυχῆς καὶ πολὺ τὴν ἡμετέραν ὑπερβαινούσης σμικρότητα ἵνα τὴν ἄτακτον καὶ ἀνωφελῆ τοῦ πλήθους ἡδονὴν κολάζῃ καὶ πρὸς τὸ ὠφελιμώτερον μετάγειν δύνηται τὴν ἀκρόασιν, ὡς αὐτῷ τὸν λαὸν ἕπεσθαι καὶ εἴκειν, ἀλλὰ μὴ αὐτὸν ταῖς ἐκείνων ἄγεσθαι ἐπιθυμίαις.