# De sacerdotio (lib. 1-6) 5.2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6), Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-sacerdotio-lib-1-6/5.2

βʹ. Ὅτι τὸν εἰς τοῦτο τεταγμένον καὶ ἐγκωμίων ὑπερορᾶν χρὴ καὶ δύνασθαι λέγειν Τούτου δὲ οὐδαμῶς ἔστιν ἐπιτυχεῖν, ἀλλ' ἢ διὰ τούτοιν τοῖν δυοῖν, τῆς τε τῶν ἐπαίνων ὑπεροψίας καὶ τῆς ἐν τῷ λέγειν δυνάμεως. Κἂν γὰρ τὸ ἕτερον ἀπῇ, τὸ λειπόμενον ἄχρηστον γίνεται τῇ διαζεύξει θατέρου· ἄν τε γὰρ ἐπαίνων ὑπερορῶν μὴ προσφέρῃ διδασκαλίαν τὴν ἐν χάριτι καὶ ἅλατι ἠρτυμένην, εὐκαταφρόνητος ὑπὸ τῶν πολλῶν γίνεται, οὐδὲν ἀπὸ τῆς μεγαλοψυχίας κερδάνας ἐκείνης· ἄν τε τοῦτο καλῶς κατορθώσας τὸ μέρος τῆς ἀπὸ τῶν κρότων δόξης ἡττώμενος τύχῃ, εἰς ταὐτὸν πάλιν περιΐσταται τὰ τῆς ζημίας αὐτῷ τε καὶ τοῖς πολλοῖς, πρὸς χάριν τῶν ἀκουόντων μᾶλλον ἢ πρὸς ὠφέλειαν λέγειν μελετῶντι, διὰ τὴν τῶν ἐπαίνων ἐπιθυμίαν. Καὶ καθάπερ ὁ μήτε πάσχων τι πρὸς τὰς εὐφημίας, μήτε λέγειν εἰδὼς οὔτε εἴκειν ταῖς τοῦ πλήθους ἡδοναῖς, οὔτε ὠφελεῖν ἀξιόλογόν τινα δύναται ὠφέλειαν τῷ μηδὲν ἔχειν εἰπεῖν, οὕτω καὶ ὁ τῷ πόθῳ τῶν ἐγκωμίων ἑλκόμενος, ἔχων ἀμείνους ἐργάσασθαι τοὺς πολλούς, ἀντὶ τούτων παρέχει τὰ τέρψαι δυνάμενα μᾶλλον, τούτων τοὺς ἐν τοῖς κρότοις θορύβους ὠνούμενος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg085.local001/.
