# De sancta Droside martyre 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta Droside martyre, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-sancta-droside-martyre/2.1

Διὰ δὴ ταῦτα καὶ τὸν γενναῖον τοῦτον θαυμάζω πατέρα, ὅτι γαληνῆς ἡμέρας ἐπιλαβόμενος ἐνταῦθα ἡμᾶς ἐξήγαγε, προηγουμένης δὲ καὶ ὁδηγούσης τῆς μακαρίας Δροσίδος, ἧς τὴν μνήμην ἐπιτελοῦμεν. Καὶ γὰρ πρὸς τοῖς εἰρημένοις ἕτερόν τι μεῖζον ἀπὸ τοῦ τόπου κέρδος ἐστὶ καρπώσασθαι. Ὅταν γὰρ τὰς ἄλλας παραδραμόντες λάρνακας ἐπὶ τὰς τῶν μαρτύρων θήκας ἔλθωμεν, ὑψηλότερον ἡμῖν τὸ φρόνημα γίνεται, εὐτονωτέρα ἡ ψυχὴ, μείζων ἡ προθυμία, θερμοτέρα ἡ πίστις. Ἐπειδὰν οὖν τοὺς πόνους καὶ τοὺς ἀγῶνας καὶ τὰ ἔπαθλα καὶ τὰ βραβεῖα καὶ τοὺς στεφάνους τῶν ἁγίων ἀναλογισώμεθα τούτων, πάλιν ἑτέραν μείζονα πρόφασιν ταπεινοφροσύνης εὑρίσκομεν. Κἂν γὰρ μεγάλα τις ᾖ κατωρθωκὼς, οὐδὲν ἡγήσεται μέγα πεποιηκέναι, αὐτοῦ τὴν ἀρετὴν τοῖς ἐκείνων παλαίσμασι· κἂν μηδὲν ᾖ μέγα καὶ ἀγαθὸν εἰργασμένος, οὐκ ἀπογνώσεται τῆς ἑαυτοῦ σωτηρίας, πρὸς ἀρετῆς μεταβολὴν ἀπὸ τῆς ἀνδρείας τούτων λαβὼν παράκλησιν, καὶ πρὸς ἑαυτὸν ἐννοήσας, ὅτι συμβήσεταί ποτε καὶ αὐτὸν ἴσως τῆς τοῦ Θεοῦ φιλανθρωπίας καταξιούσης, τοιαῦτα ἅλλεσθαι ἅλματα, καὶ ἀθρόον πρὸς τὸν οὐρανὸν ἀναβῆναι, καὶ τῆς μεγίστης ἐκείνης παῤῥησίας ἐπιτυχεῖν· καὶ ταῦτα καὶ ἕτερα πολλῷ πλείονα τούτων ἐντεῦθεν ἔστι φιλοσοφήσαντας ἀπελθεῖν. Μαρτύρων γὰρ θάνατος, πιστῶν ἐστι παράκλησις, Ἐκκλησιῶν παῤῥησία, Χριστιανισμοῦ σύστασις, θανάτου κατάλυσις, ἀναστάσεως ἀπόδειξις, δαιμόνων γέλως, διαβόλου κατηγορία, φιλοσοφίας διδασκαλία, παραίνεσις τῆς ὑπεροψίας τῶν παρόντων πραγμάτων, καὶ τῆς τῶν μελλόντων ἐπιθυμίας ὁδὸς, παραμυθία τῶν κατεχόντων ἡμᾶς δεινῶν, καὶ ὑπομονῆς πρόφασις, καρτερίας ἀφορμὴ, καὶ πάντων τῶν ἀγαθῶν ῥίζα, καὶ πηγὴ, καὶ μήτηρ· καὶ εἰ βούλεσθε τούτων ἕκαστον ἀποδείξομεν, καὶ ἐροῦμεν πῶς ἐστι πιστῶν παράκλησις, Ἐκκλησιῶν παῤῥησία, ἀναστάσεως ἀπόδειξις, καὶ τὰ λοιπὰ ἅπαντα, ἅπερ εἶπον νῦν. Ὅταν οὖν πρὸς Ἕλληνας ἡμῖν ἀγῶνες κινῶνται καὶ μάχαι περὶ δογμάτων, καὶ διαβάλλωσιν ἡμῶν τὴν πίστιν, μετὰ τῶν ἄλλων καὶ τοῦτο προβαλλώμεθα πρὸς ἐκείνους, τῶν μαρτύρων φημὶ τὸν θάνατον, λέγοντες· Τίς τούτους ἔπεισε τῆς παρούσης καταφρονῆσαι ζωῆς; Εἰ γὰρ ἀπέθανεν ὁ Χριστὸς καὶ οὐκ ἀνέστη, τίς τὰ ὑπὲρ φύσιν ταῦτα κατώρθωσεν; Ὅτι γὰρ οὐκ ἀνθρωπίνης δυνάμεως μυριάδας τοσαύτας ἐκ τοσούτου χρόνου οὐκ ἀνδρῶν μόνον, ἀλλὰ καὶ γυναικῶν καὶ παρθένων ἀπειρογάμων καὶ παιδίων μικρῶν πείθειν ὑπερορᾶν τῆς παρούσης ζωῆς, καὶ κατατολμᾷν θηρίων, καταγελᾷν πυρὸς, καταπατεῖν ἅπαν εἶδος κολάσεως καὶ τιμωρίας, καὶ πρὸς τὴν μέλλουσαν ἐπείγεσθαι ζωὴν, οὐδὲ τῶν ἡμετέρων ἐλέγχων δεήσονται, ἀλλ' ἑαυτοὺς ἐροῦνται, καὶ ἱκανὴν ἀπόδειξιν λήψονται τῶν λεγομένων. Ἐξ οὗ γὰρ ὁ Χριστὸς παρεγένετο, γεγόνασι μὲν ἄπιστοι βασιλεῖς, γεγόνασι δὲ καὶ πιστοὶ, ἀλλὰ τῶν μὲν ἀπίστων οἱ πλείους ἐπὶ βάραθρα, καὶ πυρὰς, καὶ κρημνοὺς, καὶ πελάγη, καὶ θηρίων μανίαν, καὶ πολυτρόπους κολάσεις, καὶ τιμωρίας τοὺς πιστοὺς ἦγον, παντὶ τρόπῳ τὴν πίστιν ἀναμοχλεύοντες τῆς ἐκείνων ψυχῆς, καὶ οὐδὲν ἤνυσαν, ἀλλὰ καταγελασθέντες ἀπῆλθον, τῶν μὲν πιστευόντων παντὶ τρόπῳ κοπτομένων, τῆς πίστεως δὲ αὐξομένης μειζόνως. Εὐσεβὴς δὲ βασιλεὺς οὐδεὶς οὐδέποτε ἄνδρα ἄπιστον κολάσαι καὶ τιμωρήσασθαι εἵλετο, καταναγκάζων ἀποστῆναι τῆς πλάνης. Ἀλλ' ὅμως καὶ οὕτως αὐτομάτως καταῤῥεῖ καὶ ἀπόλλυται, ἵνα μάθῃς καὶ τῆς ἀληθείας τὴν ἰσχὺν, καὶ τοῦ ψεύδους τὴν ἀσθένειαν, τοῦ μὲν αὐτομάτως καὶ μηδενὸς ἐνοχλοῦντος ἀπολλυμένου, τῆς δὲ διὰ τῶν κωλυόντων αὐξομένης καὶ πρὸς ὕψος αἰρομένης ἄφατον· τὸ δὲ αἴτιον, ὅτι καὶ ζῇ καὶ ἐνεργεῖ ταῖς τῶν μαρτύρων ψυχαῖς ὁ Χριστός. Ὅταν οὖν λέγωσιν, ὅτι οὐκ ἀνέστη, ταῦτα αὐτοὺς ἐρωτῶμεν· Καὶ τίς ταῦτα κατώρθωσεν; ὁ νεκρὸς, εἰπέ μοι; Ἀλλὰ τοσοῦτοι γεγόνασι νεκροὶ, καὶ οὐδεὶς τοιαῦτα εἰργάσατο. Ἀλλὰ μάγος καὶ γόης ἦν; Ἀλλὰ πολλοὶ καὶ μάγοι καὶ γόητες καὶ πλάνοι γεγένηνται, καὶ πάντες σεσίγηνται, καὶ λείψανον αὐτῶν οὐκ ἔστιν οὐδαμοῦ, ἀλλὰ συναπεσβέσθη τῇ ζωῇ καὶ τὰ τῆς μαγγανείας αὐτοῖς· τὰ δὲ τοῦ Χριστοῦ καθ' ἑκάστην αὔξεται τὴν ἡμέραν, καὶ μάλα εἰκότως· οὐ γὰρ γοητείᾳ ἐγίνετο τὰ γινόμενα, ἀλλὰ θείᾳ δυνάμει, διὰ τοῦτο οὐδὲ καταλύεται. Μᾶλλον δὲ οὐκ ἀπὸ τούτου τῆς δυνάμεως ἀπόδειξιν ποιοῦμαι μόνον ὅτι αὔξεται, ἀλλ' ὅτι καὶ ἐπ' ἀγαθῷ, καὶ τῇ τῆς ἡμετέρας ζωῆς σωτηρίᾳ. Μετὰ γὰρ τὴν ἐκείνου παρουσίαν ἐκ θηρίων ἄνθρωποι γεγόνασιν οἱ τὴν γῆν οἰκοῦντες, μᾶλλον δὲ ἐξ ἀνθρώπων ἄγγελοι πάντες, οἱ μετ' ἀληθείας αὐτῷ προσέχοντες. Ἀλλ' ἠπατήθησαν καὶ παρελογίσθησαν οἱ μάρτυρες, φησὶ, καὶ διὰ τοῦτο τῆς παρούσης κατεφρόνησαν ζωῆς. Εἶτα οἱ πρότεροι τοὺς δευτέρους οὐκ ἀνέπεισαν, οὐδὲ οἱ δεύτεροι τοὺς τρίτους, ἀλλ' ὅσῳ προῄει τὰ τῶν διωγμῶν, τοσούτῳ καὶ τοῦτο ἐπεδίδου τὸ κατόρθωμα, καὶ οὐδεὶς, ἐν οὕτω μακρῷ χρόνῳ, τὴν ἀπάτην συνεῖδε. Καὶ ποῦ ταῦτα λόγον ἂν ἔχοι; Εἰ δὲ ἠπάτηντο, πῶς τὴν κόνιν αὐτῶν δεδοίκασιν οἱ δαίμονες; πῶς καὶ τοὺς τάφους φεύγουσιν; οὐδὲ γὰρ ἐπειδὴ νεκροὺς φοβοῦνται δαίμονες, τοῦτο πάσχουσιν. Ἰδοὺ γὰρ μυρίοι νεκροὶ πανταχοῦ τῆς γῆς, κἀκείνοις μὲν προσεδρεύουσι, καὶ πολλοὺς ἂν ἴδῃ τις δαιμονῶντας ἐν ἐρημίαις διατρίβοντας καὶ τάφοις· ἔνθα δὲ τῶν μαρτύρων ὀστᾶ κατορώρυκται, ὡς ἀπὸ πυρός τινος καὶ κολάσεως ἀφορήτου φεύγουσι, τὴν ἔνδον μαστίζουσαν αὐτοὺς δύναμιν μετὰ λαμπρᾶς ἀνακηρύττοντες φωνῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta Droside martyre. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg055.local001/.
