# De sancta Droside martyre 3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta Droside martyre, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-sancta-droside-martyre/3.1

Ἀλλ' ἐντεῦθεν μὲν, ὅτι τῆς ἀσθενείας τῶν δαιμόνων ἔλεγχος ὁ τῶν μαρτύρων ἐστὶ θάνατος, ἀποδέδεικται· ὅτι δὲ καὶ τῆς ἀναισθησίας αὐτῶν ἐστι κατηγορία τὸ πρᾶγμα, δῆλον ἐκεῖθεν. Ὅταν γὰρ οὗτοι μὲν, οἱ μάρτυρες λέγω, σώματι καὶ φυσικαῖς ἀνάγκαις ὑποκείμενοι, καὶ πολὺν ὀδυνῶν ὄχλον καὶ ἀλγηδόνων ἔχοντες περιεστῶτα, καὶ τὸν ἐπίκηρον ζῶντες βίον, καὶ διατρίβοντες ἐπὶ γῆς, οὕτω φαίνωνται τῆς παρούσης ὑπερορῶντες ζωῆς διὰ τὴν περὶ τὸν πεποιηκότα αὐτοῖς Θεὸν ἀγάπην· ἐκεῖνοι δὲ καὶ σαρκὸς ἀπηλλαγμένοι καὶ πάσης ταύτης ὀδύνης καὶ ἀλγηδόνος οὕτω φαίνωνται ἐξυβρικότες, καὶ ἀγνώμονες περὶ τὸν εὐεργέτην γεγενημένοι, ποίαν ἕξουσιν ἀπολογίαν; τίνα συγγνώμην; Οὐδεμίαν οὐδαμόθεν, τῆς τούτων ἀρετῆς τὴν ἐκείνων κακίαν ἐκ πολλοῦ τοῦ περιόντος κατακρινούσης. Οὐ γὰρ δὴ μόνον ἀνθρώπους ἄνθρωποι, οἱ σπουδαιότεροι τοὺς ῥᾳθυμοτέρους κατακρίνουσιν, ἀλλ' ἤδη καὶ αὐτοὺς τοὺς δαίμονας ἡ τούτων καταδικάζει σπουδή. Καὶ ταῦτα Παῦλος ἐδήλωσε λέγων· Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; μήτι γε βιωτικά; τοὺς τοῦ διαβόλου λέγων ἀγγέλους, τοὺς ἀποστάτας. Καὶ πῶς κρινοῦμεν αὐτοὺς, φησίν; Οὐχὶ καθήμενοι καὶ εὐθύνας αὐτοὺς ἀπαιτοῦντες, ἀλλὰ δι' ἡμετέρας σπουδῆς τὴν ἐκείνων κατακρίνοντες ῥᾳθυμίαν. Ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ἔλεγε· Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος· οὐκ εἶπεν ἐφ' ὑμῶν, ἀλλὰ δι' ὑμῶν. Ὥσπερ ὅταν λέγῃ· Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην, οὐχ ὡς τῶν Νινευϊτῶν λόγον ἀπαιτούντων τοὺς τότε ἀπιστοῦντας τῶν Ἰουδαίων, ἀλλ' ὡς τῆς ἐκείνων πίστεως τὴν τούτων ἀπιστίαν καταδικαζούσης. Ἔστι καὶ εἰς ἀρετὴν μέγιστα ἀπόνασθαι καὶ εἰς ὑπεροψίαν τῶν παρόντων πραγμάτων ἀπὸ τῶν μαρτύρων. Ὅταν γὰρ ἴδῃς τούτους ἁπάσης καταφρονοῦντας τῆς ζωῆς, κἂν ἁπάντων ἀναισθητότερος ᾖς καὶ νωθρότατος, ὑψηλότατον δέξῃ φρόνημα, καὶ καταγελάσῃ τρυφῆς, ὑπερόψει χρημάτων, καὶ ἐπιθυμήσεις τῆς ἐκεῖ διατριβῆς· κἂν ἐν ἀῤῥωστίαις ᾖς, εἰς ὑπομονὴν ἀφορμὴν λήψῃ μεγίστην, τὰ τῶν μαρτύρων παθήματα· κἂν πενίᾳ πιέζῃ, κἂν ὁτιοῦν ἕτερον τῶν χαλεπωτάτων, πρὸς τὸ μέγεθος τῶν ἐκείνοις ἐπαχθεισῶν βασάνων βλέπων ἀρκοῦσαν ἕξεις παραμυθίαν τῶν κατειληφότων ἁπάντων δεινῶν. Διὰ τοῦτο μάλιστα φιλῶ τῶν μαρτύρων τὰς μνήμας, καὶ φιλῶ καὶ ἀσπάζομαι, πάσας μὲν, μάλιστα δὲ ὅταν γυναῖκες ἀγωνιζόμεναι τύχωσιν. Ὅσῳ γὰρ τὸ σκεῦος ἀσθενέστερον, τοσούτῳ μείζων ἡ χάρις, τοσούτῳ λαμπρότερον τὸ τρόπαιον, τοσούτῳ περιφανεστέρα ἡ νίκη, οὐ διὰ τὴν ἀσθένειαν τῆς φύσεως τῶν ἀθλητῶν, ἀλλ' ὅτι καὶ οἷς ἐκράτησεν ὁ ἐχθρὸς, τούτοις ἑάλω νῦν. Διὰ παρθένου γοῦν ἀπέκτεινε πρώην τὸν Ἀδὰμ ὁ διάβολος, διὰ παρθένου μετὰ ταῦτα κατηγωνίσατο τὸν διάβολον ὁ Χριστὸς, καὶ τὸ ξίφος ὅπερ ἦν ἠκονημένον αὐτῷ καθ' ἡμῶν, τοῦτο τὴν τοῦ δράκοντος ἀπέτεμε κεφαλὴν, ὅπερ καὶ ἐπὶ τοῦ Δαυῒδ γέγονε. Καθάπερ γὰρ τότε τοῦ Γολιὰθ τὴν κεφαλὴν ὁ δίκαιος ἐκεῖνος αὐτῷ τῷ βαρβαρικῷ ξίφει δραμὼν ἀπέκοψεν, οὕτω δὴ καὶ νῦν· διὰ γυναικὸς ἐκράτησε, διὰ γυναικὸς ἥττηται. Τοῦτο ὅπλον ἦν αὐτῷ πρότερον, τοῦτο νῦν γέγονεν αὐτῷ σφαγῆς ὄργανον, τοῦτο σκεῦος ἀκαταγώνιστον. Ἥμαρτεν ἡ προτέρα καὶ ἀπέθανεν, ἀπέθανεν αὕτη, ἵνα μὴ ἁμάρτῃ· ἐκείνη τότε ψυχρᾶς ὑποσχέσεως ἐλπίδι φυσηθεῖσα τοὺς τοῦ Θεοῦ νόμους κατεπάτησεν· αὕτη καὶ τῆς παρούσης κατεφρόνησε ζωῆς, ὥστε μὴ τὴν εἰς τὸν εὐεργέτην ἐξομόσασθαι πίστιν. Τίς οὖν ἂν γένοιτο λοιπὸν ἀνδράσι μαλακιζομένοις ἀπολογία, τίς δὲ συγγνώμη, ὅταν γυναῖκες ἀνδρίζωνται; ὅταν οὕτω γενναίως πρὸς τοὺς τῆς εὐσεβείας ἀγῶνας ἀποδύωνται; Οὔτε γὰρ φύσις, οὔτε ἡλικία, οὔτε ἄλλο οὐδὲν ἐμποδίσαι δύναιτ' ἂν, ὅταν προθυμία παρῇ, καὶ ζῆλος, καὶ πεπυρωμένη πίστις· καὶ διὰ τούτων ἁπάντων τὴν τοῦ Θεοῦ χάριν ἐπισπασώμεθα, ὃ δὴ καὶ ἐπὶ τῆς μακαρίας ταύτης γέγονε. Καὶ γὰρ ἀσθενὲς ἦν αὐτῇ τὸ σῶμα, καὶ εὐεπηρέαστος ἡ φύσις, καὶ ἀτελεστέρα ἡ ἡλικία, ἀλλὰ πάντων τούτων τὴν ἀσθένειαν ἐπελθοῦσα ἡ χάρις ἀπέκρυψεν, ἐπειδὴ προθυμίαν εὗρεν αὕτη γενναίαν, καὶ πίστιν ἀδιάκριτον, καὶ ψυχὴν πρὸς κινδύνους παρεσκευασμένην.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta Droside martyre. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg055.local001/.
