Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ ΕΓΚΩΜΙΑΣΤΙΚΗ Εἰς τὴν ἁγίαν μάρτυρα Πελαγίαν τὴν ἐν Ἀντιοχείᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta Pelagia virgine et martyre 2.1
Not analysed yet
Ἐξελθοῦσα τοίνυν χάριν ᾔτησε τοὺς στρατιώτας, ὥστε εἰσελθεῖν, καὶ μεταμφιάσασθαι· καὶ εἰσελθοῦσα μετημφιάσατο ἀφθαρσίαν ἀντὶ φθορᾶς, ἀθανασίαν ἀντὶ θανάτου, ζωὴν ἀτελεύτητον ἀντὶ προσκαίρου περιβαλλομένη ζωῆς. Ἐγὼ δὲ πρὸς τοῖς εἰρημένοις καὶ τοῦτο θαυμάζω, πῶς ἔδωκαν τὴν χάριν οἱ στρατιῶται, πῶς ἠπάτησε τοὺς ἄνδρας ἡ γυνὴ, πῶς οὐδὲν τῶν μελλόντων συμβήσεσθαι ὑπείδοντο ἐκεῖνοι, πῶς οὐ συνῆκαν τὸν δόλον. Οὐδὲ γὰρ ἔστι τοῦτο εἰπεῖν, ὅτι οὐδεὶς οὐδὲν τοιοῦτον εἰργάσατο· πολλαὶ γὰρ ἴσως καὶ εἰς κρημνὸν ἑαυτὰς ἀφῆκαν, καὶ εἰς πέλαγος ἔῤῥιψαν, καὶ ξίφος διὰ τοῦ στήθους ἤλασαν, καὶ βρόχον ἀνῆψαν, καὶ πολλῶν τοιούτων δραμάτων ὁ καιρὸς ἔγεμεν ἐκεῖνος· ἀλλ' ὁ Θεὸς τὴν καρδίαν αὐτῶν ἐτύφλωσεν, ὥστε μὴ συνιδεῖν τὸν δόλον. Διὰ τοῦτο ἐκ μέσου τῶν δικτύων ἀνέπτη· καὶ καθάπερ ἔλαφος εἰς αὐτὰς τῶν θηρατῶν ἐμπεσοῦσα τὰς χεῖρας, εἶτα ἐκεῖθεν διαφυγοῦσα πρὸς κορυφὴν ὄρους δύσβατον καὶ ποσὶ θηρατῶν καὶ ἀφέσει βελῶν ἀνέφικτον, ἵσταται τοῦ δρόμου λοιπὸν, καθορῶσα μετὰ ἀδεῖας τοὺς ἐπιβουλεύσαντας αὐτῇ πρότερον· οὕτω δὴ καὶ αὕτη εἰς αὐτὰς τῶν θηρατῶν ἐμπεσοῦσα τὰς χεῖρας, καὶ καθάπερ δικτύοις τοῖς τοίχοις ἔνδον ἐναπειλημμένη, ἀνέδραμεν οὐκ εἰς ὄρους κορυφὴν, ἀλλ' εἰς αὐτὴν τοῦ οὐρανοῦ τὴν κορυφὴν, ἔνθα λοιπὸν οὐκ αὐτοὺς ἔτι προσελθεῖν δυνατὸν ἦν· εἶτα ἐκεῖθεν αὐτοὺς εἰσορῶσα κεναῖς ἀναχωροῦντας χερσὶν, ἔχαιρε πολλὴν τῶν ἀπίστων θεωμένη κατασκευαζομένην αἰσχύνην. Ἐννόησον γὰρ ἡλίκον ἦν· τοῦ δικαστοῦ καθημένου, τῶν δημίων παρεστώτων, τῶν κολαστηρίων εὐτρεπισμένων, τοῦ πλήθους παντὸς συνειλεγμένου, τῶν στρατιωτῶν προσδοκωμένων, ὑπὸ τῆς ἡδονῆς μεθυόντων ἁπάντων, ἐλπιζόντων ἔχειν τὸ θήραμα, τοὺς ἐπὶ τούτῳ ἀπελθόντας, ἐπανιέναι κάτω κύπτοντας, τὸ γεγενημένον δρᾶμα διηγουμένους. Πόσην μὲν αἰσχύνην, πόσην δὲ ὀδύνην καὶ ὄνειδος τῶν ἀπίστων κατασκεδασθῆναι εἰκὸς ἁπάντων ἦν; πῶς ἀναχωρεῖν κάτω κύπτοντας ἐγκαλυπτομένους, διὰ τῶν ἔργων μανθάνοντας, ὅτι οὐ πρὸς ἀνθρώπους, ἀλλὰ πρὸς τὸν Θεὸν ὁ πόλεμος αὐτοῖς ἦν; Ὁ μὲν οὖν Ἰωσὴφ, ἡνίκα ὑπὸ τῆς αὐτοῦ δεσποίνης ἐπεβουλεύετο, τὸ ἱμάτιον τὸ κατασχεθὲν ὑπὸ τῶν μιαρῶν χειρῶν παρὰ τῇ βαρβάρῳ γυναικὶ τότε ἀφεὶς, ἐξῄει γυμνός· αὕτη δὲ οὐδὲ κατασχεθῆναι τὸ σῶμα ὑπὸ τῶν ἀκολάστων ἀφῆκε χειρῶν, ἀλλ' ἀναβᾶσα γυμνῇ τῇ ψυχῇ, καὶ τὴν ἁγίαν σάρκα ἀφεῖσα παρὰ τοῖς πολεμίοις, εἰς πολλὴν αὐτοὺς ἀμηχανίαν ἐνέβαλεν· οὐδὲ γὰρ εἶχον ὅ τι χρήσονται τῷ λειψάνῳ λοιπόν. Τοιαῦτα τοῦ Θεοῦ τὰ κατορθώματα, τοὺς μὲν ἑαυτοῦ δούλους ἐξ ἀπόρων πραγμάτων εἰς πολλὴν ἄγειν εὐκολίαν, τοὺς δὲ ἐναντίους αὐτῷ καὶ πολεμίους κἂν ἐκ τῶν εὐμηχάνων εἶναι δοκούντων εἰς τὴν ἐσχάτην ἐμβάλλειν ἀμηχανίαν. Τί γὰρ τῆς ἀμηχανίας ἐκείνης ἦν χαλεπώτερον, εἰς ἣν ἡ κόρη τότε ἐνεπεπτώκει; τί δὲ τῆς εὐκολίας εὐπορώτερον, ἐν ᾗ τότε οἱ στρατιῶται ἦσαν; Μόνην εἶχον αὐτὴν ἔνδον ἀπειλημμένην. ὥσπερ ἐν δεσμωτηρίῳ τῇ οἰκίᾳ ἐγκεκλεισμένην, καὶ ὅμως ἀπῆλθον ἀποτυχόντες τῆς θήρας. Πάλιν ἡ κόρη ἔρημος οὖσα συμμάχων, καὶ βοηθῶν, καὶ οὐδεμίαν οὐδαμόθεν ὁρῶσα διέξοδον τῶν δεινῶν, καὶ τῶν στομάτων ἐγγὺς οὖσα τῶν θηρίων ἐκείνων, ἐξ αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς φάρυγγος αὐτῶν ἀναρπασθεῖσα διέφυγε τὰς ἐπιβουλὰς, καὶ περιεγένετο στρατιωτῶν, δικαστῶν, ἀρχόντων. Καὶ ἡνίκα μὲν ἔζη, προσεδόκων αὐτῆς περιέσεσθαι οὗτοι πάντες· ἐπειδὴ δὲ ἐτελεύτησε, τότε εἰς πλείονα ἀμηχανίαν ἐνέπεσον, ἵνα μάθωσιν ὅτι θάνατος μαρτύρων νίκη μαρτύρων. Καὶ ταὐτὸν συνέβαινεν, οἷον ἂν εἰ κύματός τινος ἐμβολὴν πρὸς αὐτῷ τῷ στόματι τοῦ λιμένος ὁλκὰς μυριοφόρος καὶ μαργαριτῶν γέμουσα πολυτίμων, μέλλοντος αὐτὴν καταβαπτίζειν καὶ ποιεῖν ὑποβρύχιον, διαφυγοῦσα, ὑπ' αὐτῆς τῆς ῥύμης τῶν ὑδάτων συνωθισθεῖσα πρὸς τὸν λιμένα μετὰ πλείονος παραπεμφθείη τοῦ τάχους. Οὕτω δὴ καὶ ἡ μακαρία Πελαγία. Καὶ γὰρ ἡ τῶν στρατιωτῶν ἔφοδος καὶ ὁ φόβος τῶν προσδοκωμένων κολαστηρίων, καὶ ἡ ἀπειλὴ τοῦ δικαστοῦ παντὸς κύματος σφοδρότερον προσπεσόντα ἤπειξεν αὐτὴν μετὰ πλείονος τάχους πρὸς τὸν οὐρανὸν ἀναπτῆναι· καὶ τὸ μέλλον καταποντίζειν κῦμα τὴν ναῦν, τοῦτο παρέπεμψεν αὐτὴν πρὸς τὸν λιμένα τὸν εὔδιον· καὶ κατεφέρετο τὸ σῶμα λοιπὸν, πάσης ἀστραπῆς φωτεινότερον, πλῆττον τοῦ διαβόλου τὰς ὄψεις. Οὐχ οὕτω γὰρ ἡμῖν κεραυνὸς ἐκ τῶν οὐρανῶν ἀφιέμενός ἐστι φοβερὸς, ὡς τὸ σῶμα τῆς μάρτυρος κεραυνοῦ παντὸς χαλεπώτερον ἐφόβει τῶν δαιμόνων τὰς φάλαγγας.