Ancient Greek
ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΝΤΗΚΟΣΤΗΝ, Καὶ διὰ τί σημεῖα νῦν οὐ γίνεται, καὶ ὅτι τὰ πραττόμενα καὶ λεγόμενα παρ' ἡμῶν ἀναγράφεται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta pentecoste (homiliae 1-2) 2.1
Not analysed yet
Καὶ ἵνα μάθητε, ὅτι ἔξεστιν ἡμῖν ἀεὶ ἑορτάζειν, καὶ οὐκ ἔστι καιρὸς ὡρισμένος, οὐδὲ ἀνάγκῃ χρόνον συγκεκλείσμεθα, ἀκούσατε τοῦ Παύλου τί φησιν· Ὥστε ἑορτάζωμεν. Καίτοι οὐκ ἦν τότε ἑορτὴ, ὅτε ταῦτα ἔγραφεν· οὐκ ἦν Πάσχα, οὐκ ἦν ἐπιφάνια, οὐκ ἦν πεντηκοστή· ἀλλὰ δεικνὺς, ὅτι οὐ καιρὸς ποιεῖ ἑορτὴν, ἀλλὰ συνειδὸς καθαρόν· ἑορτὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ εὐφροσύνη· εὐφροσύνην δὲ πνευματικὴν καὶ νοερὰν οὐδὲν ἄλλο ποιεῖ, ἀλλ' ἢ συνειδὸς πράξεων ἀγαθῶν· ὁ δὲ συνειδὸς ἔχων ἀγαθὸν καὶ πράξεις τοιαύτας, ἀεὶ ἑορτάζειν δύναται. Τοῦτο οὖν αὐτὸ δεικνὺς ὁ Παῦλος ἔλεγεν· Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ὁρᾷς πῶς οὐ καιρῶν σε κατέδησεν ἀνάγκῃ, ἀλλὰ συνειδὸς καθαρὸν ἔχειν παρεκελεύσατο; Ἐβουλόμην πᾶσαν τὴν διάλεξιν εἰς τοῦτο καταναλῶσαι· οἱ γὰρ διὰ χρόνου τινὰς λαβόντες εἰς τὰς χεῖρας τὰς ἑαυτῶν οὐκ εὐκόλως αὐτοὺς ἀφιᾶσιν· ἐπεὶ οὖν καὶ ὑμᾶς ἡμεῖς τοὺς δι' ἐνιαυτοῦ παραγινομένους εἴσω τῶν δικτύων ἐλάβομεν τῶν ἡμετέρων, οὐ βουλόμεθα ἀφεῖναι τήμερον, ἀλλ' ἵνα μὴ κενοὶ τῶν περὶ τῆς ἑορτῆς ἀναχωρήσητε λόγων, ἀπὸ τῆς παραινέσεως ταύτης ἐπὶ τὴν ὑπόθεσιν τῆς ἑορτῆς ἀγαγεῖν χρὴ τὴν διάλεξιν. Πολλὰ μὲν οὖν πολλάκις ἐξ οὐρανοῦ κατῆλθεν εἰς τὴν γῆν ἀγαθὰ τῷ κοινῷ τῶν ἀνθρώπων γένει· οἷα δὲ σήμερον, οὐδέποτε κατηνέχθη πρὸ τούτου. Μάθετε γοῦν οἷα τὰ πρότερα, οἷα τὰ σήμερον, ἵνα καὶ ἑκατέρων ἴδητε τὴν διαφοράν. Ἔβρεξεν ὁ Θεὸς μάννα ἐπὶ τὴν γῆν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· ἄρτον γὰρ ἀγγέλων ἔφαγεν ἄνθρωπος· μέγα ὄντως καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἄξιον. Μετ' ἐκεῖνο κατηνέχθη πῦρ, καὶ πλανώμενον τὸν Ἰουδαϊκὸν δῆμον διώρθωσε, καὶ ἥρπασε τὴν θυσίαν ἀπὸ τοῦ βωμοῦ κατηνέχθη πάλιν ὑετὸς λιμῷ τηκομένων ἁπάντων, καὶ πολλὴν τὴν εὐετηρίαν εἰργάσατο. Μεγάλα ταῦτα καὶ θαυμαστά· ἀλλὰ τὰ παρόντα πολλῷ μείζονα· οὐ γὰρ μάννα καὶ πῦρ καὶ ὑετὸς κατηνέχθη σήμερον, ἀλλ' ὄμβρος χαρισμάτων πνευματικῶν· νιφάδες ἠνέχθησαν ἄνωθεν, οὐχὶ τὴν γῆν πρὸς καρποφορίαν ἐγείρουσαι, ἀλλὰ τὴν ἀνθρωπίνην πείθουσαι φύσιν τὸν καρπὸν τῆς ἀρετῆς τῷ τῶν ἀνθρώπων ἀποδοῦναι γεωργῷ. Καὶ οἱ ῥανίδα ἐκεῖθεν δεξάμενοι εὐθέως τῆς φύσεως ἐπελανθάνοντο τῆς ἑαυτῶν, καὶ ἐξαίφνης ἀγγέλων ἐπληροῦτο πᾶσα ἡ γῆ· ἀγγέλων οὐχὶ ἐπουρανίων, ἀλλ' ἐν ἀνθρωπίνῳ σώματι τῶν ἀσωμάτων δυνάμεων τὴν ἀρετὴν ἐπιδεικνυμένων. Οὐ γὰρ ἐκεῖνοι κάτω κατέβησαν, ἀλλ' ὃ θαυμαστότερον ἦν, οἱ κάτω πρὸς τὴν ἀρετὴν ἀνέβησαν τὴν ἐκείνων· οὐ γὰρ τὴν σάρκα ῥίψαντες γυμναῖς ταῖς ψυχαῖς περιῄεσαν, ἀλλὰ μένοντες ἐν τῇ φύσει, τῇ προαιρέσει ἄγγελοι ἐγένοντο. Καὶ ἵνα μάθῃς, ὅτι οὐδὲ ἡ προτέρα τιμωρία τιμωρία ἦν, ὅτε εἶπεν, ὅτι Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, διὰ τοῦτό σε ἀφῆκε μένειν ἐν τῇ γῇ, ἵνα μειζόνως ἡ τοῦ Πνεύματος δειχθῇ δύναμις. διὰ χοϊκοῦ σώματος τοιαῦτα ἐργαζομένη. Ἦν γὰρ ἰδεῖν γλῶτταν πηλίνην δαίμοσιν ἐπιτάττουσαν· ἦν ἰδεῖν χεῖρα πηλίνην ἰωμένην νοσήματα· μᾶλλον δὲ οὐ χεῖρα πηλίνην μόνον ἦν ἰδεῖν, ἀλλ' ὃ πολλῷ θαυμαστότερον ἦν, πηλίνων σωμάτων σκιὰς καὶ θανάτου καὶ δυνάμεων ἀσωμάτων περιγενομένας, τῶν δαιμόνων λέγω. Καθάπερ γὰρ ἡλίου φανέντος ἐλαύνεται τὸ σκότος, καταδύεται θηρία πρὸς τοὺς οἰκείους φωλεοὺς, ἀνδροφόνοι καὶ λῃσταὶ καὶ τυμβωρύχοι πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀνατρέχουσιν· οὕτω Πέτρου φανέντος καὶ φωνὴν ἀφιέντος, ἠλαύνετο τὸ σκότος τῆς πλάνης, ἀνεχώρει διάβολος, ἐδραπέτευον δαίμονες, ἀνῄρητο παθήματα σωμάτων, ἐθεραπεύετο νοσήματα ψυχῶν, ἠλαύνετο κακία πᾶσα, ἀρετὴ πρὸς τὴν γῆν ἐπανήγετο. Καὶ καθάπερ ἐκ ταμιείων βασιλικῶν ἐχόντων χρυσίον καὶ λίθους τιμίους κἂν μικρόν τις δυνηθῇ ἐξενεγκεῖν τῶν ἀποκειμένων ἐνδόξως, κἂν ἕνα λίθον μόνον, πολὺν ἐργάζεται τὸν πλοῦτον τῷ κατεχομένῳ· οὕτω καὶ ἀπὸ τῶν στομάτων τῶν ἀποστολικῶν· ταμιεῖα γὰρ βασιλικὰ ἦν τὰ στόματα ἐκείνων θησαυρὸν ἰαμάτων ἔχοντα ἀποκείμενον· καὶ ἕκαστον ῥῆμα ἐξιὸν πολὺν εἰργάζετο πλοῦτον πνευματικόν. Ἦν τότε ἀληθῶς ἰδεῖν, ὅτι τὰ λόγια Κυρίου ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· ὅπερ γὰρ οὐκ ἠδύναντο χρυσὸς, οὐδὲ λίθος τίμιος, τοῦτο ἐποίει τὰ ῥήματα Πέτρου. Πόσα γὰρ τάλαντα χρυσίου τὸν χωλὸν ἐκ γενετῆς διορθώσασθαι ἴσχυον; Ἀλλὰ τὸ ῥῆμα Πέτρου ἴσχυσε τῆς φύσεως ἀνελεῖν ταύτην τὴν πήρωσιν. Εἶπεν, Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περιπάτει, καὶ ὁ λόγος ἔργον ἐγένετο. Εἶδες πῶς ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν; εἶδες πῶς ταμιεῖα βασιλικὰ ἦν ἐκείνων τὰ στόματα; Ὄντως ἰατροὶ τῆς οἰκουμένης ἐκεῖνοι, καὶ γεωργοὶ, καὶ κυβερνῆται· ἰατροὶ μὲν, ἐπειδὴ νοσήματα ἐθεράπευον· γεωργοὶ δὲ, ἐπειδὴ τὸν λόγον τῆς εὐσεβείας κατέσπειρον· κυβερνῆται δὲ, ἐπειδὴ τὸ κλυδώνιον τῆς πλάνης ἔπαυσαν. Διὰ τοῦτο ποτὲ μέν φησι· Πορευθέντες ἀσθενοῦντας θεραπεύετε, ὡς πρὸς ἰατροὺς διαλεγόμενος· ποτὲ δὲ, Ἰδοὺ ἀποστέλλω ὑμᾶς θερίζειν, ὃ οὐχ ὑμεῖς κεκοπιάκατε, ὡς πρὸς γεωργοὺς διαλεγόμενος· καὶ πάλιν ἀλλαχοῦ· Ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· καὶ τῷ Πέτρῳ, Μὴ φοβοῦ, φησὶν, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν, ὡς πρὸς κυβερνήτας καὶ ἁλιεῖς ὁμιλῶν· καὶ ἦν ἰδεῖν θαύματα ἐπὶ θαύμασι. Καὶ γὰρ ἡ φύσις ἡ ἡμετέρα πρὸ δέκα ἡμερῶν εἰς τὸν θρόνον ἀνέβη τὸν βασιλικὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον κατέβη σήμερον πρὸς τὴν φύσιν τὴν ἡμετέραν· ἀνήνεγκεν ὁ Κύριος τὴν ἀπαρχὴν τὴν ἡμετέραν, καὶ κατήνεγκε τὸ Πνεῦμα τὸ ἅγιον. Ἕτερος Κύριος διανέμων τὰ δῶρα ταῦτα· καὶ γὰρ τὸ Πνεῦμα Κύριός ἐστι, καὶ διενείμαντο τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα. Οὔπω δέκα ἡμέρας εἶχεν ἀνελθὼν ὁ Χριστὸς, καὶ χαρίσματα ἡμῖν ἔπεμψε πνευματικὰ, δῶρα τῆς καταλλαγῆς ἐκείνης. Ἵνα γὰρ μηδεὶς ἀμφιβάλλῃ, καὶ διαπορῇ τί ποτε ἄρα ἂν ἀνελθὼν ὁ Χριστὸς ἐποίησεν· ἆρα κατήλλαξε τὸν Πατέρα; ἆρα ἵλεων αὐτὸν εἰργάσατο; βουλόμενος ἡμῖν δηλῶσαι, ὅτι κατήλλαξεν αὐτὸν τῇ φύσει τῇ ἡμετέρᾳ, τὰ δῶρα τῆς καταλλαγῆς ἔπεμψεν ἡμῖν εὐθέως. Τῶν γὰρ ἐχθρῶν ἑνουμένων καὶ καταλλαγέντων ἀλλήλοις, μετὰ τὴν καταλλαγὴν εὐθὺς ἐφέπονται αἵ τε φιλοτησίαι καὶ δεξιώσεις καὶ τὰ χαρίσματα. Ἐπέμψαμεν τοίνυν ἡμεῖς πίστιν, καὶ ἐλάβομεν ἐκεῖθεν χαρίσματα· ἐπέμψαμεν ὑπακοὴν, καὶ ἐλάβομεν δικαιοσύνην.