Ancient Greek
ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΝΤΗΚΟΣΤΗΝ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta pentecoste (homiliae 1-2) 2.1-2
Not analysed yet
Τίς οὖν ἂν κατ' ἀξίαν ὀδύραιτο καὶ θρηνήσειε τοὺς βλασφημεῖν ἐπιχειροῦντας τοῦ Πνεύματος τὴν ἀξίαν, οἳ καθάπερ τινὲς μεμηνότες οὐδὲ τῷ μεγέθει τῶν εὐεργεσιῶν τῆς οἰκείας ἀγνωμοσύνης ἀποσχέσθαι ἀνέχονται, ἀλλὰ κατὰ τῆς ἑαυτῶν σωτηρίας ἅπαντα πράττειν τολμῶσιν, ἀλλοτριοῦντες αὐτὸ, τό γε εἰς αὐτοὺς ἧκον, τῆς δεσποτικῆς ἀξίας, καὶ εἰς τὴν τῶν κτισμάτων τάξιν κατάγειν ἐπιχειροῦσιν; Οὓς ἐβουλόμην ἐρέσθαι, τίνος ἕνεκεν, ὦ οὗτοι, τοσοῦτον πόλεμον κατὰ τῆς τοῦ Πνεύματος ἀξίας ἐπιδείκνυσθε; μᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν σωτηρίας, καὶ οὐδὲ εἰς ἔννοιαν λαβεῖν βούλεσθε τὰ παρὰ τοῦ Σωτῆρος τοῖς μαθηταῖς εἰρημένα; Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Εἶδες ὁμότιμον τὴν ἀξίαν; εἶδες συμφωνίαν ἀπηκριβωμένην; εἶδες τῆς Τριάδος τὸ ἀδιαίρετον; μή που διαφορὰ, ἢ ἐναλλαγὴ, ἢ ὑφαίρεσις; Τί τοῖς τοῦ Δεσπότου ῥήμασιν ὑμεῖς ἐπιδιατάσσεσθαι τολμᾶτε; ἢ οὐκ ἴστε, ὅτι καὶ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων, εἰ καί τίς ποτε ἐπιχειρήσειεν, ἢ εἰς τοσαύτην ἐξέλθοι τόλμαν, ὥστε προσθεῖναί τι τοῖς παρὰ τοῦ βασιλέως γράμμασιν, ἢ ἀφελεῖν, τοῦ ὁμογενοῦς ἡμῖν καὶ τῆς αὐτῆς φύσεως κοινωνοῦντος. τὴν ἐσχάτην ὑφίσταται δίκην, καὶ οὐδὲν αὐτὸν τῆς τιμωρίας ἐξελέσθαι δυνήσεται; Εἰ τοίνυν ἐπ' ἀνθρώπου τοσοῦτος ὁ κίνδυνος, ποία γένοιτο ἄν ποτε συγγνώμη τοῖς τοσαύτην ἀπόνοιαν ἐπιδεικνυμένοις, καὶ τὰ παρὰ τοῦ κοινοῦ Σωτῆρος ἡμῶν εἰρημένα παραφθείρειν ἐπιχειροῦσι, καὶ οὐδὲ Παύλου τοῦ τὸν Χριστὸν ἔχοντος ἐν ἑαυτῷ λαλοῦντα ἀκούειν βουλομένοις, λαμπρᾷ τῇ φωνῇ βοῶντος καὶ λέγοντος· Ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Εἰ τοίνυν οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε καρδία δέξασθαι ἠδυνήθη τὴν γνῶσιν τῶν ἡτοιμασμένων τοῖς ἀγαπῶσιν αὐτὸν, πόθεν ἡμεῖς, ὦ μακάριε Παῦλε, τούτων τὴν γνῶσιν σχεῖν δυνάμεθα; Μικρὸν ἀνάμεινον, καὶ ἀκούσῃ αὐτοῦ καὶ τοῦτο δηλοῦντος· ἐπήγαγε γοῦν λέγων· Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Καὶ οὐδὲ μέχρι τούτου ἔστη· ἀλλ' ἵνα δείξῃ καὶ τῆς δυνάμεως τὸ μέγεθος, καὶ ὡς τῆς αὐτῆς ἐστιν οὐσίας τῷ Πατρὶ καὶ τῷ Υἱῷ, φησί· Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Εἶτα βουλόμενος ἐξ ἀνθρωπίνων παραδειγμάτων ἀκριβεστέραν ἡμῖν ἐνθεῖναι τὴν διδασκαλίαν, ἐπήγαγε· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Εἶδες διδασκαλίαν ἀπηρτισμένην; Ὥσπερ, φησὶ, τὰ ἐν διανοίᾳ τοῦ ἀνθρώπου οὐχ οἷόν τε ἕτερόν τινα εἰδέναι, ἀλλ' αὐτὸς μόνος οἶδε τὰ ἑαυτοῦ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· ὃ μέγιστον καὶ σφόδρα ἱκανὸν δεῖξαι τοῦ Πνεύματος τὴν ἀξίαν. Παράδειγμα γὰρ παρήγαγε μονονουχὶ λέγων, μὴ οἷόν τέ τινα τῶν ἀνθρώπων τὰ ἐν διανοίᾳ αὐτοῦ ἀγνοῆσαί ποτε. Ὥσπερ οὖν τοῦτο οὐ δυνατὸν, οὕτω καὶ τὰ τοῦ Θεοῦ μετὰ τοσαύτης ἀκριβείας, φησὶν, ἐπίσταται Πνεῦμα τὸ ἅγιον. Ἀλλ' οὐκ οἶδα πῶς οὐδὲ ταῦτα λέγων ὁ μακάριος οὗτος καθικνεῖται τῶν διὰ τὴν οἰκείαν πρόληψιν κατὰ τῆς ἑαυτῶν σωτηρίας τοσοῦτον ἐπιδεικνυμένων πόλεμον κατὰ τῆς τοῦ Πνεύματος ἀξίας, καὶ τὸ ἧκον εἰς αὐτοὺς ἀλλοτριούντων αὐτὸ τῆς δεσποτικῆς ἀξίας, καὶ καταγόντων εἰς τὴν τῶν δημιουργημάτων εὐτέλειαν. Ἀλλ' εἰ καὶ ἐκεῖνοι φιλονείκως διάκεινται, ἀπεναντίας ἱστάμενοι τοῖς παρὰ τῆς θείας Γραφῆς εἰρημένοις, ἡμεῖς τὰ θεῖα διδάγματα ὡς χρησμοὺς ἄνωθεν κατενεχθέντας δεχόμενοι, τὴν προσήκουσαν δοξολογίαν ἀναπέμψωμεν, μετὰ τῆς ὀρθῆς πίστεως καὶ τῆς ἀληθείας τὴν ἀκρίβειαν ἐπιδεικνύμενοι. Πρὸς μὲν οὖν τοὺς ἐπιχειροῦντας ἐναντία τοῖς παρὰ τοῦ Πνεύματος εἰρημένοις διδάσκειν, ἱκανὰ τὰ εἰρημένα· ἀναγκαῖον δὲ εἰπεῖν πρὸς τὴν ὑμετέραν ἀγάπην, τίνος ἕνεκεν ἡμῖν τὸ αἴτιον τῶν τοσούτων ἀγαθῶν οὐκ εὐθέως μετὰ τὴν αὐτοῦ ἄνοδον κεχάρισται ὁ Κύριος· ἀλλ' ἀφῆκεν ὀλίγας πρότερον ἐνδιατρίψαι ἡμέρας, καὶ καθ' ἑαυτοὺς γενέσθαι τοὺς μαθητὰς, καὶ τότε τὴν τοῦ Πνεύματος χάριν κατέπεμψεν. Οὐχ ἁπλῶς, οὐδὲ εἰκῇ οὐδὲ τοῦτο γεγένηται. Ἐπειδὴ γὰρ ᾔδει τῶν ἀνθρώπων τὸ γένος οὐχ ὁμοίως τὰ ἐν χερσὶ θαυμάζοντας ἀγαθὰ, οὐδὲ κατ' ἀξίαν τιμῶντας ἐκεῖνα, ἅπερ ἂν ἡδέα καὶ μεγάλα καταφανῇ, ἂν μὴ καὶ τῶν ἐναντίων ἡ εἴσοδος παρεισέλθῃ· οἷόν τι λέγω· δεῖ γὰρ αὐτὸ σαφέστερον εἰπεῖν· ὁ ὑγιαίνων καὶ εὐεκτῶν τὸ σῶμα οὐκ αἰσθάνεται, οὐδὲ ἀκριβῶς εἰδέναι δύναται, ὅσα αὐτῷ ἀγαθὰ ἡ ὑγεία ἐχαρίζετο, εἰ μὴ καὶ τῆς νόσου πεῖραν λάβῃ τῆς ἀσθενείας παρεισελθούσης· καὶ ὁ τὴν ἡμέραν πάλιν βλέπων οὐχ ὁμοίως θαυμάζει τὸ φῶς, ἐὰν μὴ καὶ τὸ τῆς νυκτὸς σκότος διαδέξηται. Καὶ γὰρ ἡ τῶν ἐναντίων πεῖρα διδάσκαλος ἀεὶ γίνεται σαφὴς ἐκείνων, ὧν πρότερον ἐν ἀπολαύσει τυγχάνοντες ἦμεν. Διά τοι τοῦτο καὶ τότε, ἐπειδὴ μυρίων ἦσαν ἀγαθῶν οἱ μαθηταὶ κατὰ τὴν αὐτοῦ παρουσίαν ἀπολαύσαντες, καὶ ἀπὸ τοῦ συνδιατρίβειν αὐτῷ ἐν πολλῇ ἦσαν εὐημερίᾳ· καὶ γὰρ οἱ τὴν Παλαιστίνην ἅπαντες οἰκοῦντες, ὥσπερ εἰς φωστῆράς τινας οὕτως εἰς τὰ τούτων ἐνέβλεπον πρόσωπα· ἐπειδὴ καὶ νεκροὺς ἀνίστων, καὶ λεπροὺς ἐκάθαιρον, δαίμονας ἤλαυνον, καὶ νοσήματα ἐθεράπευον, καὶ ἕτερα πολλὰ ἐπεδείκνυντο θαύματα· ἐπεὶ οὖν οὕτως ἦσαν περίβλεπτοι καὶ περιφανεῖς, διὰ τοῦτο συνεχώρησεν αὐτοὺς πρὸς ὀλίγον χωρισθῆναι τῆς τοῦ συμμαχοῦντος δυνάμεως, ἵνα ὅταν ἐν ἐρημίᾳ γένωνται, μάθωσιν ἡλίκον αὐτοῖς ἐχαρίζετο ἡ τῆς αὐτοῦ ἀγαθότητος παρουσία, καὶ εἰς αἴσθησιν ἐλθόντες τῶν παρελθόντων ἀγαθῶν μετὰ μείζονος τῆς προθυμίας ὑποδέξωνται καὶ τὴν τοῦ Παρακλήτου δωρεάν. Καὶ γὰρ ἀθυμοῦντας αὐτοὺς παρεκάλεσε, καὶ διὰ τὸν τοῦ διδασκάλου χωρισμὸν στυγνάζοντας καὶ κατηφείας πεπληρωμένους διὰ τοῦ οἰκείου φωτὸς κατηύγασε, καὶ κειμένους σχεδὸν ἀνέστησε, καὶ τῆς ἀθυμίας τὸ νέφος διεσκέδασε, καὶ τὴν ἀπορίαν ἔλυσεν. Ἐπειδὴ γὰρ ἦσαν ἀκούσαντες τῆς Δεσποτικῆς φωνῆς, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· ἠπόρουν δὲ λοιπὸν καὶ ἠγνόουν, ὅποι δεῖ ἕκαστον τραπῆναι, καὶ πρὸς ποῖον δεῖ κλίμα τῆς οἰκουμένης κηρῦξαι τὸν λόγον, ἔρχεται τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει γλωσσῶν, ἑκάστῳ μερίζον τῆς κατὰ τὴν οἰκουμένην διδασκαλίας τὰ κλίματα, καὶ διὰ τῆς δοθείσης γλώττης καθάπερ δέλτῳ τινὶ γνωρίζον ἑκάστῳ τῆς ἐμπιστευθείσης ἀρχῆς τε καὶ διδασκαλίας τὸν ὅρον. Διὰ τοῦτο ἐν εἴδει γλωσσῶν τὸ Πνεῦμα παρεγένετο· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ' ἵνα καὶ παλαιᾶς ἡμᾶς ὑπομνήσῃ ὑποθέσεως. Ἐπειδὴ γὰρ τὸ παλαιὸν εἰς ἀπόνοιαν ἐξοκείλαντες οἱ ἄνθρωποι πύργον ἠβουλήθησαν κατασκευάσαι ἕως τοῦ οὐρανοῦ φθάνοντα, καὶ διὰ τῆς τῶν γλωσσῶν διαιρέσεως διεῖλεν αὐτῶν τὴν κακὴν συμφωνίαν· διὰ τοῦτο καὶ νῦν ἐν εἴδει γλωσσῶν πυρίνων ἐφίπταται αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα διαιρεθεῖσαν τὴν οἰκουμένην διὰ τούτου συνάψῃ. Καὶ ἐγένετο πρᾶγμα καινὸν καὶ παράδοξον· ὥσπερ γὰρ τότε τὸ παλαιὸν γλῶσσαι τὴν οἰκουμένην κατέτεμον, καὶ τὴν κακὴν συμφωνίαν εἰς διαίρεσιν ἤγαγον· οὕτω καὶ νῦν γλῶσσαι τὴν οἰκουμένην συνῆψαν, καὶ τὰ διεστῶτα εἰς ὁμόνοιαν συνήγαγον. Ἐν εἴδει μὲν οὖν γλωσσῶν διὰ τοῦτο, ὡσεὶ πυρὸς δὲ γλῶσσαι διὰ τὴν ἐν ἡμῖν ὑλομανήσασαν τῆς ἁμαρτίας ἄκανθαν. Καθάπερ γὰρ γῆ, ὅταν λιπαρὰ καὶ πίων οὖσα τυγχάνῃ, μὴ γεωργῆται δὲ, πολλὴν ἐπιδείκνυται τῶν ἀκανθῶν τὴν φοράν· οὕτω δὴ καὶ ἡ φύσις ἡ ἡμετέρα, καλὴ οὖσα διὰ τὸν παραγαγόντα, καὶ πρὸς τὸν τῆς ἀρετῆς καρπὸν ἐπιτηδείως ἔχουσα, διὰ τὸ μὴ δέξασθαι τὸ τῆς εὐσεβείας ἄροτρον, μηδὲ τὸν τῆς θεογνωσίας σπόρον, καθάπερ ἀκάνθας τινὰς καὶ ἑτέραν ἄχρηστον ὕλην τὴν ἀσέβειαν ἀπεγέννησε. Καὶ ὃν τρόπον τῆς γῆς τὸ πρόσωπον ἀπὸ τοῦ πλήθους τῶν ἀκανθῶν καὶ τῶν πονηρῶν βοτανῶν πολλάκις οὐ φαίνεται· οὕτω καὶ τὸ εὐγενὲς καὶ τὸ καθαρὸν τῆς ψυχῆς τῆς ἡμετέρας οὐ διεδείκνυτο, ἕως ὅτε παραγενόμενος ὁ γεωργὸς τῆς φύσεως τῆς ἀνθρωπίνης, καὶ τὸ πῦρ ἐπαφεὶς τοῦ Πνεύματος, ἐκάθηρέ τε αὐτὴν, καὶ πρὸς τὸ δέξασθαι τὸν σπόρον τὸν οὐράνιον ἐπιτηδείαν γενέσθαι παρεσκεύασε.