Ancient Greek
ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΝΤΗΚΟΣΤΗΝ, Καὶ διὰ τί σημεῖα νῦν οὐ γίνεται, καὶ ὅτι τὰ πραττόμενα καὶ λεγόμενα παρ' ἡμῶν ἀναγράφεται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta pentecoste (homiliae 1-2) 6.1
Not analysed yet
Πάντα τοίνυν ποιῶμεν, ὥστε μὴ τῆς δόξης ἐκείνης ἐκπεσεῖν. Βούλεσθε εἴπω καὶ τὰ φοβερά; οὐχ ἵνα λυπήσω, ἀλλ' ἵνα διορθώσωμαι. Τότε πυρὸς ποταμὸς πρὸ τοῦ βήματος ἐκείνου σύρεται· τότε βίβλοι ἀνοίγονται· δικαστήριον ἔστη φοβερὸν καὶ φρικῶδες. Διὰ τοῦτο καθάπερ ἐν δικαστηρίῳ τὰ ὑπομνήματα τῆς ἡμετέρας ζωῆς ἀναγινώσκεται, καὶ πολλὰ περὶ τῶν βιβλίων τούτων φασὶν οἱ προφῆται. Καὶ ὁ μὲν Μωϋσῆς φησιν· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου, ἧς ἔγραψας· ὁ δὲ Χριστὸς πάλιν πρὸς τοὺς μαθητὰς ἔλεγεν· Ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς· καὶ πάλιν ὁ προφήτης Δαυΐδ· Ἐν τῷ βιβλίῳ σου πάντες γραφήσονται, ἡμέραι πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς· καὶ πάλιν· Ἐξαλειφθήτωσαν ἐκ βιβλίου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. Ὁρᾷς ὅτι οἱ μὲν ἐξαλείφονται, οἱ δὲ ἐγγράφονται; βούλει μαθεῖν, ὅτι οὐχ οἱ δίκαιοι ἐγγράφονται ἐν ταῖς βίβλοις ἐκείναις μόνον, ἀλλὰ καὶ τὰ ἁμαρτήματα ἡμῶν ἐκεῖ ἐγγέγραπται; Ἑορτῆς καιρὸς, μάθωμεν περὶ πραγμάτων δυναμένων ἀπαλλάξαι ἡμᾶς τῆς κολάσεως· φοβερὸς ὁ λόγος, ἀλλὰ καὶ χρήσιμος καὶ λυσιτελής· ἀπαλλάττει γὰρ τῆς πείρας τῆς διὰ τῶν πραγμάτων· μάθωμεν τοίνυν ὅτι τὰ ἁμαρτήματα ἐγγράφεται, καὶ ὅπερ ἂν ἐνταῦθα φθεγξώμεθα, ἀναφέρεται εὐθέως ἐκεῖ καὶ ἐγγράφεται. Καὶ πόθεν δῆλον τοῦτο; οὐ γὰρ δεῖ ὑπὲρ τῶν τοιούτων ἁπλῶς ἀποφαίνεσθαι. Ὁ Μιχαίας φησὶ πρὸς Ἰουδαίους· Οὐαὶ οἱ παροξύνοντες τὸν Κύριον. Καὶ πῶς, φησὶ, παρωξύναμεν αὐτόν; Ἐν τῷ λέγειν ὑμᾶς, Πᾶς ποιῶν πονηρὸν καλὸς ἐνώπιον Κυρίου. Οἰκετῶν ἀγνωμόνων ῥήματα· καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν· ἐν τοῖς διεφθαρμένοις, φησὶν, ἐν τοῖς μὴ δεδουλευκόσιν αὐτῷ. Ἰδοὺ ἡμεῖς ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ, καὶ μακαρίζομεν ἀλλοτρίους· ἡμεῖς γὰρ, φησὶ, καθ' ἑκάστην δουλεύομεν, καὶ ἕτεροι τῶν ἀγαθῶν ἀπολαύουσι. Τοιαῦτα καὶ δοῦλοι πολλάκις περὶ τῶν δεσποτῶν λέγουσιν· ἀλλ' ἄνθρωπον μὲν περὶ ἀνθρώπου λέγειν ταῦτα, οὐχ οὕτω δεινὸν, καίπερ ὂν δεινόν· τὸ δὲ περὶ τοῦ κοινοῦ τῆς οἰκουμένης Δεσπότου ταῦτα φθέγγεσθαι, Δεσπότου τοῦ ἐλεήμονος καὶ φιλανθρώπου, πάσης ἂν εἴη μεῖζον καταδίκης καὶ τῆς ἐσχάτης ἄξιον τιμωρίας. Ἀλλ' ἵνα μάθῃς, ὅτι ἐγγράφεται τὰ τοιαῦτα ῥήματα, ἄκουσον τί φησιν ὁ προφήτης· Ἰδοὺ ταῦτα ἐγγέγραπται ἐν βίβλῳ ζώντων εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Ἐγγράφεται δὲ, οὐκ ἐπειδὴ ὁ Θεὸς ἀναμνήσῃ τὴν ἡμέραν, ὥσπερ ἔλεγχόν τινα καὶ κατηγορίαν εἰς μέσον παράγων τὸ βιβλίον. Τάχα κατέσεισα ὑμῶν τὴν διάνοιαν τῷ φόβῳ· οὐχὶ τὴν ὑμετέραν, ἀλλὰ τὴν ἐμαυτοῦ πρότερον. Φέρε οὖν ἐκλύσω τὸν λόγον, μᾶλλον δὲ τὸν φόβον· μᾶλλον δὲ οὐκ ἐκλύσω, ἀλλὰ παραμυθήσομαι· μενέτω γὰρ καθαίρων τὴν διάνοιαν ὑμῶν· τὸ δὲ ἀφόρητον αὐτοῦ περιέλωμεν. Πῶς οὖν αὐτὸν δυνησόμεθα περιελεῖν; Ἂν δείξωμεν, ὅτι οὐκ ἐγγράφεται μόνον, ἀλλὰ καὶ ἐξαλείφεται ἁμαρτήματα. Ἐν δικαστηρίῳ γὰρ ἅπερ ἂν ἐπὶ ὑπομνημάτων ὁ δικαζόμενος φθέγξηται, πάντως ἐγγράφεται διηνεκῶς, καὶ ἐξαλειφθῆναι οὐκ ἔνι λοιπόν· ἐν ἐκείνῳ δὲ τῷ βιβλίῳ κἂν φθέγξῃ τινὰ πονηρὰ, καὶ βουληθῇς, πάλιν ἐξαλείφεται. Πόθεν δῆλον; Ἀπὸ τῆς Γραφῆς· Ἀπόστρεψον γὰρ, φησὶ, τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Οὐδεὶς δὲ ἐξαλείψει τὸ μὴ γεγραμμένον ὥστε ἐπειδὴ ἐγγεγραμμένα ἦσαν, παρακαλεῖ ἐξαλειφθῆναι. Διδάσκει δὲ καὶ πῶς ἐξαλείφονται ἕτερός τις λέγων· Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται αἱ ἁμαρτίαι. Οὐχὶ ἐξαλείφονται μόνον, ἀλλὰ καὶ ἀποκαθαίρονται, ὥστε μηδὲ λείψανον μένειν τῆς ἀλοιφῆς. Οὐ τὰ μετὰ τὸ βάπτισμα δὲ ἐξαλείφεται μόνον, ἀλλὰ καὶ ἃ πρὸ τοῦ λουτροῦ ἐγγέγραπτο ἐξηλείφθη πάντα ἐκεῖνα τῷ τοῦ βαπτίσματος ὕδατι καὶ τῷ σταυρῷ τοῦ Χριστοῦ, καθάπερ Παῦλός φησιν, ὅτι Ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον, ὃ ἦν ἐναντίον ἡμῶν, καὶ αὐτὸ ἦρεν ἐκ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ. Εἶδες πῶς ἐξηλείφθη τὸ χειρόγραφον ἐκεῖνο; καὶ οὐκ ἐξηλείφθη μόνον, ἀλλὰ καὶ διεῤῥάγη, τῶν ἥλων τοῦ σταυροῦ σχισάντων αὐτὸ, ὥστε γενέσθαι ἄχρηστον. Ἀλλ' ἐκεῖνα μὲν χάριτι καὶ φιλανθρωπίᾳ τῆς τοῦ σταυρωθέντος Χριστοῦ ἰσχύος πάντα ἐξήλειπται· τὰ δὲ μετὰ τὸ βάπτισμα πολλῆς χρείαν ἔχει σπουδῆς, ὥστε ἐξαλειφθῆναι πάλιν. Ἐπειδὴ μηδ' ἔστι δεύτερον λουτρὸν, ἀλλὰ τῶν δακρύων δεῖται τῶν ἡμετέρων, μετανοίας, ἐξομολογήσεως, ἐλεημοσύνης, εὐχῆς, καὶ τῆς ἄλλης ἁπάσης εὐλαβείας· οὕτω καὶ μετὰ τὸ βάπτισμα ἐκκαθαίρεται ἁμαρτήματα μετὰ πόνου πολλοῦ καὶ καμάτου. Πᾶσαν τοίνυν ἐπιδειξώμεθα σπουδὴν, ὥστε αὐτὰ ἐξαλεῖψαι ἐντεῦθεν, καὶ αἰσχύνης καὶ τῆς κολάσεως ἀπαλλαγῆναι τῆς ἐκεῖ. Κἂν γὰρ μυρία ὦμεν ἡμαρτηκότες, ἂν ἐθέλωμεν δυνησόμεθα ἅπαντα ταῦτα ἀποθέσθαι τῶν ἁμαρτημάτων τὰ φορτία. Βουληθῶμεν τοίνυν· πολλῷ γὰρ βέλτιον μικρὸν ἐνταῦθα πονήσαντας ἀπαραιτήτου κολάσεως ἀπαλλαγῆναι, ἢ τὸν βραχὺν τοῦτον ῥᾳθυμήσαντας χρόνον εἰς τὰς ἀθανάτους ἐκείνας ἐμπεσεῖν τιμωρίας. Ὥρα δὲ λοιπὸν ἀναλογίσασθαι τὰ εἰρημένα· ἐπετιμήσαμεν τοῖς δι' ἐνιαυτοῦ μόνον παραγινομένοις, ὅτι τὴν μητέρα περιορῶσι γυμνουμένην· ἀνεμνήσαμεν αὐτοὺς παλαιᾶς ἱστορίας, καὶ κατάρας καὶ εὐλογίας· διελέχθημεν περὶ ἑορτῶν Ἰουδαϊκῶν, καὶ τίνος ἕνεκεν τρὶς τοῦ ἐνιαυτοῦ κελεύει τοὺς Ἰουδαίους φαίνεσθαι αὐτῷ ὁ Θεός· εἴπομεν ὅτι ἑορτὴ διαπαντός ἐστι καὶ Πεντηκοστὴ, καὶ Πάσχα, καὶ Ἐπιφάνεια· εἴπομεν ὅτι ἑορτὴν συνειδὸς ποιεῖ καθαρὸν, οὐχ ἡμερῶν καὶ χρόνων περίοδος· μετ' ἐκεῖνο ἐξέβημεν ἐπὶ τὰ δῶρα τὰ ἄνωθεν κατενεχθέντα· εἴπομεν ὅτι καταλλαγῆς ἐστι τοῦτο σημεῖον· ἐδείξαμεν ὅτι πάρεστι Πνεῦμα ἅγιον διὰ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων, διὰ τῆς ἀποκρίσεως τῆς πρὸς τὸν ποιμένα, διὰ τοῦ λόγου τῆς σοφίας, καὶ τῆς γνώσεως, διὰ τῶν χειροτονιῶν, διὰ τῆς θυσίας τῆς μυστικῆς· εἴπομεν ὅτι ὅμηρα ἀλλήλων καὶ ἐνέχυρα κατέχομεν· προσεθήκαμεν τὴν αἰτίαν, δι' ἣν τὰ σημεῖα ἀνῄρηται νῦν ἐκ τοῦ μέσου· μετὰ ταῦτα ἀνεμνήσαμεν τοῦ φοβεροῦ δικαστηρίου, καὶ τῶν τότε ἀνοιγομένων βιβλίων, καὶ ὅτι πάντα ἡμῶν ἐγγράφεται τὰ ἁμαρτήματα· ἀπεδείξαμεν ὅτι ἐξαλείφεται πάλιν, καὶ ἂν θέλωμεν. Ταῦτα πάντα μέμνησθε· εἰ δὲ μὴ δυνατὸν πάντα, ἀντὶ πάντων τοῦ περὶ τῶν βιβλίων μέμνησθε λόγου· καὶ πάντα ὅσα ἂν ἀποκρίνησθε, ὡς ἔχοντες τὸν παρεστῶτα, καὶ γράφοντα, οὕτω φθέγγεσθε μετὰ ἀσφαλείας, καὶ κατέχετε διαπαντὸς ἐνακμάζοντα τῇ μνήμῃ τὸν λόγον τοῦτον· ἵνα οἱ μὲν ἐν τῇ βίβλῳ τῶν δικαίων ἐγγεγραμμένοι προσθῆτε τοῖς κατορθώμασιν, οἱ δὲ πολλὰ ἔχοντες ἐγγεγραμμένα ἁμαρτήματα, ἀπαλείψαντες αὐτὰ ἐνταῦθα οὐδενὸς εἰδότος, ἀπαλλαγῶμεν τῆς δημοσιεύσεως ἐκείνης. Καὶ γὰρ δυνατὸν, καθὼς ἀπεδείξαμεν, διὰ σπουδῆς καὶ προσευχῆς καὶ εὐλαβείας ἐπιτεταμένης ἀπαλεῖψαι τὰ ἐγγεγραμμένα ἁμαρτήματα ἅπαντα. Τοῦτο τοίνυν διὰ παντὸς σπουδάζωμεν τοῦ χρόνου, ἵνα ἀπελθόντες ἐκεῖ δυνηθῶμέν τινος συγγνώμης τυχεῖν, καὶ πάντες ἀπαραιτήτους φυγεῖν κολάσεις· ὧν γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας καταξιωθῆναι τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.