# De sancta trinitate [Sp.] 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta trinitate [Sp.], Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-sancta-trinitate-sp/1.1

Οἱ κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος τὰς γλώσσας ἀκονῶντες, καὶ λυττῶντες, καὶ τὸ τοῦ μονογενοῦς Υἱοῦ καὶ τὸ τοῦ ἁγίου Πνεύματος ἀξίωμα καθαιρεῖν ἐπιχειροῦντες, ἐλέγχονται μὲν ὑπ' αὐτοῦ τοῦ ἁγίου Πνεύματος τοῦ λαλήσαντος διὰ τῶν ἁγίων προφητῶν, καὶ ὑπὸ τοῦ Λόγου τοῦ κηρύξαντος τὴν ἑαυτοῦ ἔνσαρκον παρουσίαν, τὴν δι' ἡμᾶς ἐκ Παρθένου ἁγίας γενομένην, ἄφραστόν τε καὶ ἀναλλοίωτον, διὰ τῶν ἑαυτοῦ ἀξίων· ἐλεγχθήσονται δὲ ἐν ἡμέρᾳ τῆς δικαιοκρισίας αὐτοῦ τελειότατον, ὅταν πάλιν ἔρχηται ἐξ οὐρανοῦ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν τοῖς φυλάξασιν ἄτρεπτον αὐτοῦ τὴν πίστιν. Ἐτόλμησαν δὲ, ἀγαπητοὶ, Ἀρειανῶν παῖδες, καὶ Μακεδονιανῶν μανίαν κατεχόμενοι, λέγειν Θεὸν μέγαν καὶ μικρὸν, καὶ κτιστὸν Θεὸν, Ἑλληνισμὸν παρεισφέροντες ἡμῖν. Ἐκείνων γάρ ἐστι κτίσματι προσκυνεῖν, καὶ τὸν μὲν τῶν θεῶν αὐτῶν μεγαλύνειν, τὸν δὲ σμικρύνειν. Εἰ γὰρ λείπεταί τι ἢ ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα, οὐ Θεός. Παῦλος γὰρ μεμφόμενος αὐτοὺς ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, λέγει· Ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν ἐπὶ πάντων Θεὸς εὐλογητός. Εἰ δὲ κτίσματι προσκυνοῦσι, λέγοντες τὸν Υἱὸν καὶ τὸ Πνεῦμα κτίσμα, ἐπικατάρατοί εἰσι κατὰ τὸν Μωϋσῆν τὸν λέγοντα· Ἐπικατάρατος πᾶς ὁ προσκυνῶν κτίσματι καὶ ποιήματι. Ἡμεῖς δὲ οὐ κτίσματι προσκυνοῦμεν, ἀλλὰ Τριάδα ἄκτιστον, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον καὶ ὁμοούσιον, μηδὲν ἐπείσακτον ἔχουσαν, ἢ δοῦλον, ἢ ἐκ προκοπῆς εἰς τὸ εἶναι ἐπανελθὸν, ὡς πρότερον μὲν οὐκ ὂν, ὕστερον δὲ ἐπιγενόμενον. Βλέπε γάρ μοι τὰς μαρτυρίας τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, καὶ σέβου ταύτην ὀρθῶς, ἵνα μὴ ἀπόλῃ. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Εἰπέ μοι οὖν, μετὰ τίνος συμβουλεύεται ὁ Θεός; Μετὰ τῶν ἀγγέλων, φησίν. Ἀλλ' οὐκ ἔχουσιν οἱ ἄγγελοι τὴν εἰκόνα τοῦ Θεοῦ· λέγει δὲ πρὸς τὸν συνδημιουργὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα. Καὶ ἵνα πεισθῇς τοῦτο ἀληθὲς εἶναι, ἄκουσον τοῦ ψαλμῳδοῦ λέγοντος· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Οὐκ ἀγνοεῖς δὲ τὸν Λόγον εἶναι τὸν Υἱόν. Φησὶ γὰρ ὁ θεολόγος Ἰωάννης· Καὶ Θεὸς ἦν ὁ Λόγος· καὶ περὶ τοῦ Πνεύματος, Πνεῦμα ὁ Θεός. Λέγει οὖν ὁ Θεὸς καὶ Πατὴρ πρὸς τὸν Θεὸν τὸν Υἱὸν, καὶ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. Καὶ οὐκ εἶπεν, Ἐμὴν καὶ ὑμῶν, οὔτε Ἐμὴν καὶ σήν. Σημαίνουσα δὲ ἡ Γραφὴ μίαν εἰκόνα τῆς ἁγίας Τριάδος εἶναι, λέγει· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Καθὼς καὶ Παῦλος βοᾷ περὶ τοῦ Υἱοῦ· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως. Καὶ πάλιν ἀλλαχοῦ ἡ Γραφή· Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας. Τῷ εἰπεῖν, Δεῦτε, τοὺς ὁμοτίμους καλεῖ. Οὔτε γὰρ εἰ ἀγγέλοις ἐπέταξεν, εἶχεν εἰπεῖν, Δεῦτε, ἀλλ' ἐπιτακτικῶς, Πορεύεσθε. Βλέπε δέ μοι Πατρὸς φωνὴν, Υἱὸν καὶ Πνεῦμα καλοῦσαν. Εἰ γὰρ πρὸς ἕνα μόνον τοῦτο ἐῤῥέθη, εἶχεν εἰπεῖν, Δεῦρο, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας· τὸ δὲ εἰπεῖν, Δεῦτε, ἑνός ἐστι φωνὴ πρὸς δύο τινὰς ὁμοτίμους. Ἄκουε δὲ καὶ τοῦ μακαρίου Ἰὼβ σαφῶς δηλοῦντος τὴν ἀχώριστον Τριάδα· φησὶ γάρ· Ζῇ Κύριος, ὃς οὕτω με ἔκρινε, καὶ ὁ παντοκράτωρ, ὁ πικράνας μου τὴν ψυχὴν, καὶ πνεῦμα θεῖον τὸ περιὸν ἐν ῥισί μου. Κύριον καὶ παντοκράτορα καὶ θεῖον Πνεῦμα εἰπὼν, τὴν ὁμοούσιον Τριάδα ἀνεκήρυξε. Μάνθανε καὶ τῶν Σεραφὶμ τὸν ὕμνον, κραζόντων τρίτον· Ἅγιος, ἅγιος, ἅγιος. Οὐ γὰρ λέγουσιν ἅπαξ μόνον, Ἅγιος, οὔτε δεύτερον, Ἅγιος, ἅγιος, οὔτε τέταρτον, οὐδὲ λέγουσιν, Ἅγιοι, ἅγιοι, ἅγιοι· ἵνα μὴ τὸ πολυώνυμον εἰς πολυθεΐαν ἡμᾶς ἐξαγάγῃ, ἀλλ' ἓν μόνον, τρίτον δέ· Ἅγιος, ἅγιος, ἅγιος. Δηλοῦσι γὰρ διὰ τούτων μίαν καὶ ἴσην δοξολογίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Ἄκουε δὲ καὶ τοῦ προφήτου λέγοντος πάλιν· Πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοὶ, καὶ ὁ λόγος αὐτοῦ ἐν τῷ στόματί μου. Προδέδεικται, ὅτι Θεὸς ἦν ὁ Λόγος· Πνεῦμα γὰρ Κυρίου καὶ Λόγον καὶ Κύριον εἰπὼν κηρύττει ἀδιαίρετον Τριάδα. Ὅρα δὲ καὶ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ πάντα τὰ κτίσματα καὶ τὰ ποιήματα εἰς δοξολογίαν Θεοῦ καλοῦντας, ἥλιον, σελήνην, ἄστρα, οὐρανοὺς, ἀγγέλους, δυνάμει, ἀνθρώπους, πνεύματα, πᾶσαν κτίσιν ὁρατήν τε καὶ ἀόρατον καὶ νοητήν· καὶ οὐδαμοῦ ἀπηρίθμησαν Υἱὸν ἢ Πνεῦμα ἅγιον ἐν τοῖς ποιήμασιν. Ἀλλ' ἐρεῖς πάντως· Οὐκ ᾔδεισαν Πνεῦμα ἢ Υἱόν· Ἰουδαῖοι γὰρ ἦσαν· ἐλέγχῃ δὲ εὐθὺς ἀπ' αὐτῆς τῆς Γραφῆς· Ἦν γὰρ ὁ τέταρτος, φησὶν, ὡς ὁμοίωμα Υἱοῦ Θεοῦ. Περὶ δὲ τοῦ ἁγίου Πνεύματος λέγει· Ἐξήγειρεν ὁ Θεὸς τῷ ἁγίῳ Πνεύματι παιδάριον νεώτερον, ᾧ ὄνομα Δανιήλ. Καὶ ἐν ἄλλοις δὲ πολλοῖς τόποις προκεκήρυκται τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ Παλαιᾷ. Ἀλλ' ᾔδεισαν μὲν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα τῆς μιᾶς θεότητος καὶ δυνάμεως ὄντας· ᾔδεισαν δὲ τὰ δοῦλα καλεῖν εἰς δοξολογίαν τῆς θεότητος. Ἵνα δὲ γνῷς, ὅτι οὐδὲν κτιστὸν ἐν τῇ Τριάδι ἢ ἐπείσακτον ἐπιγίνεται, προτάξας ὁ Παῦλος τὸν Πατέρα, ἐν ἄλλῳ τόπῳ προτάττει τὸ ἅγιον Πνεῦμα· λέγει γὰρ οὕτως· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ· καὶ ἓν Πνεῦμα ἅγιον. Ἀνάπαλιν δέ· Διαιρέσεις χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, καὶ οὐ καθὼς ἐπιτάσσεται. Βαπτιζομένου δὲ τοῦ Υἱοῦ ὁ Πατὴρ οὐρανόθεν μαρτυρεῖ, Πνεῦμα δὲ τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατέρχεται ἐπὶ τὸν ὁμότιμον. Διὰ τούτων πάντων ἓν βασίλειον νοεῖν διδασκόμεθα τῆς ἀδιαιρέτου Τριάδος. Αὐτὸς δὲ ὁ Θεὸς Λόγος, ὁ δι' ἡμᾶς ἐν ἀληθείᾳ σαρκωθεὶς, μέλλων ἀνέρχεσθαι ὅθεν οὐκ ἐχωρίσθη, λέγει τοῖς ἁγίοις αὐτοῦ ἀποστόλοις· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἐσφραγίσθημεν μὲν, ἀλλὰ μία σφραγὶς τῆς ἁγίας Τριάδος, ἓν βάπτισμα. Πῶς οὖν τολμᾷς ἀλλοτριῶσαι τῆς πατρῴας οὐσίας τὸν Υἱὸν, ἢ τὸ ἅγιον Πνεῦμα; Οὔτε γὰρ εἰ ἀλλότρια ὑπῆρχον, μετὰ τοῦ Πατρὸς ἐν τῷ βαπτίσματι εἶχον ἀπαριθμεῖσθαι. Τίνι γὰρ λόγῳ κατὰ τὸν σὸν λόγον, ὦ θεομάχε, εἰ κτιστὸς ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα, μετὰ τοῦ Πατρὸς συμπεριλαμβάνεται; Εἰ γὰρ ἠδύνατο τὸ ὄνομα τοῦ Πατρὸς μόνον σῶσαι τὸν βαπτιζόμενον, διὰ τί τὰ κτίσματα μετ' αὐτοῦ συμπεριλαμβάνεται, ὡς ἀδυνατοῦντος τοῦ Πατρὸς μόνου σῶσαι; Μὴ γένοιτο. Εἰ οὖν ἀσθένειαν καταγγέλλει Πατρὸς, τὰ ὁμοούσια φεύγων, ἀναγκασθήσῃ ἐκ τῆς ἀληθείας σὺν ἡμῖν ὁμολογεῖν Τριάδα ἄκτιστον καὶ ὁμοούσιον καὶ παντοδύναμον. Ἀλλ' ἐρεῖς μοι περὶ τοῦ Πατρὸς, ὅτι γέγραπται, Σὲ τὸν μόνον ἀληθινὸν Θεόν. Ἀλλὰ καὶ Θεὸς ἦν ὁ Λόγος· καὶ πῶς οὖν ἴσος τῷ Πατρί; τὸ γὰρ εἰπεῖν περὶ Πατρὸς, Σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, ἔδειξε τὸν Υἱὸν οὐ φυσικὸν, ἀλλὰ θετὸν Θεόν. Τί οὖν, ὁ πολεμῶν τὴν ἑαυτοῦ σωτηρίαν; ἐπειδὴ γέγραπται, καθὼς λέγει Ἰωάννης περὶ τοῦ Πατρὸς, ὅτι Ὁ Θεὸς φῶς ἐστι, περὶ δὲ τοῦ Υἱοῦ, ὅτι Ἦν τὸ φῶς τὸ ἀληθινὸν, παρὰ τοῦτο τολμᾷς ἐλάττω λέγειν τὸν Πατέρα, διὰ τὸ μὴ προσκεῖσθαι τὸ φῶς τὸ ἀληθινὸν, ἀλλὰ περὶ Υἱοῦ μόνον, Ἦν τὸ φῶς ἀληθινόν; Ὥσπερ οὖν οὐ τολμᾷς σμικρῦναι τὸν Πατέρα διὰ τὸ μὴ προσκεῖσθαι τὸ, ἀληθινόν· οὕτως ἀκούων περὶ Πατρὸς, Σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, περὶ δὲ τοῦ Υἱοῦ, τὸ Θεὸς μόνον, μὴ τολμήσῃς σμικρῦναι τὸν Υἱὸν, ἀντιπαρακειμένων ἀλλήλοις τῶν ὀνομάτων, τῷ Πατρὶ τὸ Θεὸς ἀληθινὸς, τῷ Υἱῷ τὸ, Θεός· ἀνάπαλιν δὲ Ἦν τὸ φῶς τὸ ἀληθινὸν, τῷ Υἱῷ, τῷ δὲ Πατρὶ τὸ φῶς μόνον. Ὡς οὖν οὐ τολμητέον εἰπεῖν περὶ Πατρὸς, ὅτι οὐκ ἔστι φῶς ἀληθινὸν, καὶ περὶ τοῦ Υἱοῦ, Θεὸς ἀληθινός· αὐτὸς γὰρ εἶπεν, Ἐγώ εἰμι ἡ ἀλήθεια· οὕτω καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, ὅτι Πνεῦμα τῆς ἀληθείας. Διὰ τούτων τῶν μαρτυριῶν μάνθανε εὐσεβεῖν ἀδιαίρετον Τριάδα· Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν, εἶπεν ὁ μονογενὴς Θεὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Μωϋσῆς λέγει· Ὁ ὢν ἀπέσταλκέ με. Ὁ ὤν ἐστιν ὁ Πατὴρ, ὁ ὤν ἐστιν ὁ Υἱὸς, ὁ ὢν πρὸς τὸν ὄντα, ἀνάρχως καὶ ἀχρόνως γεγενημένος. Πάντα ἔχει ὁ Πατὴρ, ἀληθῶς ζωὴ, καὶ ἀθανασία, καὶ φῶς, καὶ παντοδύναμος, καὶ Θεὸς, καὶ Κύριος· ἅπερ ἔχει καὶ ὁ Υἱός. Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ἀλήθεια καὶ ἡ ζωή· καὶ, Ἦν τὸ φῶς τὸ ἀληθινόν· καὶ, Θεὸς ἦν ὁ Λόγος· καὶ Θωμᾶς φησιν ὁ ἀπόστολος· Ὁ Κύριός μου καὶ ὁ Θεός μου· καθὼς καὶ ὁ ψαλμῳδὸς λέγει· Ταῖς χερσί μου τὸν Θεὸν ἐξεζήτησα, καὶ οὐκ ἠπατήθην. Ἐψηλάφησεν ὁ Θωμᾶς τὸν Λόγον ἐν ἀπιστίᾳ, καὶ οὐκ ἠπατήθη Κύριον καὶ Θεὸν ὁμολογήσας αὐτὸν ἐν πίστει. Ναὶ, φησί· λέγω τὸν Υἱὸν τοῦ Θεοῦ Θεὸν, οὐκ ἄναρχον δὲ, ἀλλὰ κτιστόν· οὐκοῦν καὶ δοῦλον. Καὶ πῶς, Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών; Εἰ οὖν δοῦλός ἐστι, (πᾶν γὰρ κτίσμα δοῦλον), πῶς δοῦλος ὢν, μορφὴν δούλου ἔλαβε; πῶς δὲ ἑαυτὸν ἐκένωσεν, εἰ οὐκ ἦν Θεὸς τέλειος; Ὃ γὰρ οὐκ εἶχεν ἔλαβε, μείνας ὃ ἦν· οὐχ ὃ ἦν γέγονεν, ἀλλ' ἐν μορφῇ Θεοῦ ὑπάρχων, διὰ φιλανθρωπίαν ἀτρέπτως ἔλαβε μορφὴν δούλου. Εἰ δὲ οὐ θέλεις αὐτὸν ὁμολογεῖν ἄναρχον, οὐκοῦν ἦν καιρὸς ὅτε οὐκ ἦν Υἱός; Ναὶ, φησίν. Ἴδε οὖν, κατὰ τὸν σὸν λόγον λέγω· ἦν καιρὸς ὅτε οὐκ ἦν Πατήρ· ὁ γὰρ μὴ ἔχων υἱὸν, πατὴρ οὐ καλεῖται. Καὶ ὁ Πατὴρ ἀρχὴν ἔσχε τοῦ εἶναι πατήρ· ἐκ γὰρ τοῦ υἱοῦ πατὴρ γινώσκεται, Ἆρα οὖν καὶ ὁ Πατὴρ ἦν καιρὸς ὅτε καὶ αὐτὸς ἦν υἱὸς ἑτέρου πατρός. Φεῦ τῆς τοιαύτης βλασφημίας. δοκῶν γὰρ τὸν Πατέρα σέβειν τελείως, εἰς αὐτὸν ἀσεβεῖς. Εἰ οὖν ὁ Υἱὸς αὐτὸς ἐποίησε τοὺς χρόνους καὶ καιροὺς, (πάντα γὰρ δι' αὐτοῦ ἐγένετο), πῶς τολμᾷς λέγειν, ὅτι ἦν καιρὸς ὅτε οὐκ ἦν ὁ Υἱός; Οὐκοῦν κατὰ τὸν σὸν λόγον, μείζων ὁ χρόνος τοῦ Θεοῦ Λόγου· τὸ γὰρ πρῶτον ἀνάγκῃ καὶ μεῖζον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta trinitate [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg123.local001/.
