# De sancta trinitate [Sp.] 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta trinitate [Sp.], Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-sancta-trinitate-sp/2.1

Θέλεις δὲ γνῶναι ὅτι συναΐδιος τῷ Πατρὶ ὁ Υἱός; Λέγει Ἡσαΐας· Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ εἰς τὰ μετὰ ταῦτα· πρὸ ἐμοῦ οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔσται. Εἰ οὖν ὕστερον τοῦ Πατρὸς λέγεις τὸν Υἱὸν, πῶς λέγει ὁ Πατὴρ, ὅτι Μετ' ἐμὲ οὐκ ἔσται ἄλλος Θεός; εἰ δὲ εἰς τὸν Υἱὸν ἐκλάβῃς τοῦτο, πῶς λέγει· Πρὸ ἐμοῦ οὐκ ἐγένετο ἄλλος Θεός; Βλέπε οὖν διὰ τούτων συναΐδιον εἶναι τὸν Υἱὸν τῷ Πατρί. Ἄκουε δὲ τὰς μαρτυρίας τὰς περὶ τοῦ Υἱοῦ, καὶ φεῦγε τοῦ δυσφημεῖν αὐτόν· Ἔβρεξε Κύριος πῦρ παρὰ Κυρίου, καὶ πῦρ ἐπὶ Σόδομα. Κύριον καλεῖ τὸν Πατέρα, Κύριον τὸν Υἱὸν, Κύριον τὸ Πνεῦμα τὸ ἅγιον· ὥς φησιν, Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι· καὶ οὐκ εἶπεν· Ὁ Κύριος ὁ μικρότερος παρὰ Κυρίου τοῦ μεγάλου. Καὶ ὁ Μωϋσῆς φησι, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· ἄγγελος δὲ κτίσματι οὐ προσκυνεῖ. Καὶ ἵνα μάθῃς περὶ τοῦ Υἱοῦ τοῦτο λελέχθαι, ἄκουε Παύλου λέγοντος· Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ Δαυῒδ δὲ ἐβόα· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καὶ οὐκ εἶπε, Κύριος τοῦ Κυρίου μου· ἀλλ' εἶπε, Κύριος τῷ Κυρίῳ μου· Ἰδοὺ, φησὶν Ἡσαΐας, ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Ναὶ, λέγω αὐτὸν Υἱὸν, ὑποτακτικὸν μέντοι καὶ μικρότερον τοῦ Πατρός. Ἐλέγχει σε πάλιν Ἡσαΐας λέγων, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὁ προφήτης ἐξουσιαστὴν, Θεὸν ἰσχυρὸν, ἀνακηρύττει· καὶ σὺ λέγεις αὐτὸν ὑποτακτικόν; ἐκεῖνος μεγάλης βουλῆς ἄγγελον καλεῖ· καὶ σὺ λέγεις μικρόν; Βλέπε δέ μοι καὶ Ἱερεμίαν βοῶντα περὶ αὐτοῦ· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Περὶ τοῦ Πατρὸς λέγει, ἢ περὶ τοῦ Υἱοῦ; περὶ τοῦ Πατρὸς, φησίν. Ὁ Πατὴρ ἐσαρκώθη, ἢ ὁ Υἱός; Ὁ Υἱός. Οὐκοῦν κατὰ τὸν σὸν λόγον ὁ Πατὴρ ἐσαρκώθη. Ἀλλὰ νῦν βλέπω, κατὰ τὸν τοῦ προφήτου λόγον, ὅτι ὁ Υἱὸς ὁ καὶ συναναστραφεὶς τοῖς ἀνθρώποις. Ναὶ, ὁ Κύριος ἐσαρκώθη, ὁ δὲ Πατὴρ ἄσαρκος διέμεινεν. Ἐλέγχθητι οὖν, ὦ ἀνόητε, ὅτι περὶ Υἱοῦ λέγει, διὰ τῶν ἑξῆς· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ὁρᾷς αὐτὸν καὶ νομοθέτην; Εἰ γὰρ ἐξεῦρεν αὐτὸς πᾶσαν ὁδὸν ἐπιστήμης, ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ αὐτοῦ, αὐτός ἐστιν ὁ καὶ τῷ Μωϋσῇ φανεὶς καὶ νομοθετήσας. Καὶ πόθεν τοῦτο δῆλον; Ἄκουε τοῦ προφήτου λέγοντος· Διαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν, ἡνίκα ἐπελαβόμην τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰ γύπτου· διδοὺς νόμους μου ἐν ταῖς καρδίαις αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐγγράψω αὐτούς· καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Βλέπεις ὅτι αὐτός ἐστιν ὁ νομοθέτης Παλαιᾶς καὶ Καινῆς; Ὅτι γὰρ τὴν Καινὴν αὐτὸς νομοθετεῖ, οὔτε σὺ ἀμφιβαλεῖς. Καὶ σὺ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναί σε ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος· καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν· καὶ αὐτὸς ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Βλέπεις ἕνα λαὸν Πατρὸς καὶ Υἱοῦ. Ὁ Υἱὸς λέγει· Ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοί μοι εἰς λαόν. Ὁ Πατὴρ περὶ Χριστοῦ λέγει· Καὶ ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Μάνθανε ἓν βασίλειον τοῦ Πατρὸς καὶ Υἱοῦ. Ὅσα δὲ μετὰ ταῦτα ἀκούεις αὐτοῦ λέγοντος ταπεινὰ, μετὰ τὸ ἰδίᾳ εὐδοκίᾳ σαρκωθῆναι, καὶ ἑαυτὸν ταπεινῶσαι διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν, νόει ταῦτα θεοπρεπῶς· τὸ γράμμα γὰρ ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Εἰ γὰρ τοῖς ἀποστόλοις τοῖς ἑωρακόσιν αὐτοῦ τὰ θαύματα, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ πᾶσαν νόσον θεραπεύσασιν, ἔλεγε, Πολλὰ ὑμῖν εἶχον εἰπεῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· τί πρὸς Ἰουδαῖον τὸν παχύτερον πολλῷ; Εἰ γὰρ ἵνα εἴπῃ, Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, ἐβάστασαν λίθους λιθάσαι αὐτὸν, πῶς, εἴ τι τῶν ὑψηλῶν εἶπεν αὐτοῖς, ὅλως κἂν ἠνείχοντο ἀκούειν; Οὕτω καὶ ἐν τῇ Παλαιᾷ πολλὰ εὕροι τις ἂν περὶ Πατρὸς λεγόμενα πρὸς τὴν παχύτητα τῶν ἀκουόντων· ὥσπερ, Ἑπτὰ ὀφθαλμοὶ Κυρίου ἐπιβλέποντες τὴν οἰκουμένην· καὶ, Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με· καὶ, Ἐξεγέρθητι· ἱνατί ὑπνοῖς, Κύριε; καὶ, Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό· τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Καὶ πῶς; Οὔτε γὰρ πτερωτὸν τὸ Θεῖον, οὔτε ὕπνῳ κατεχόμενον, οὔτε ῥομφαία περὶ Θεὸν, ἢ τόξον, ἢ βέλη· ἀσώματον γὰρ τὸ Θεῖον. Ἀλλὰ ταῦτα ἀπειλεῖ ὁ προφήτης, καθάψασθαι βουλόμενος τῆς παχύτητος τῶν ἀκροατῶν· οὕτω καὶ ὁ Θεὸς Λόγος δι' ἡμᾶς σαρκωθεὶς, μιμούμενος τὸν ἑαυτοῦ Πατέρα, ταπεινὰ φθέγγεται, πρὸς τὴν ἡμῶν σωτηρίαν ἀποβλέπων. Ἐπειδὴ γὰρ ἀντίθεον αὐτὸν ἐνόμιζον, λέγοντες, ὅτι Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· καὶ, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν· καὶ διὰ τοῦτο ἐζήτουν αὐτὸν λιθάσαι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, διὰ δὲ τὸ μὴ χωρεῖν αὐτοὺς τὰ ὑψηλὰ καὶ τῆς αὐτοῦ θεότητος ἄξια, ἄρχεται ταπεινὰ λέγειν, διὰ πάντων δεικνὺς μὴ εἶναι ἀντίθεος. Εἰ ἠγαπᾶτέ με, ἐχαίρετε ἂν, ὅτι ἐγὼ πορεύομαι πρὸς τὸν πέμψαντά με Πατέρα, ὅτι ὁ Πατήρ μου μείζων μου ἐστίν. Ὅτε γὰρ ἑαυτὸν ἴσον ἐποίει τοῦ Πατρὸς, λιθάζειν αὐτὸν ἐπεχείρουν. Εἰ δὲ ταῦτα οὕτω μὴ ἔχει, ἀναγκασθήσῃ ἐπαινεῖν Ἰουδαίους, ὅτι δικαίως ἐσταύρωσαν αὐτὸν, ὡς ἀντίθεον· ὁ γὰρ ἑαυτὸν ἴσον τῷ Θεῷ καὶ Πατρὶ ποιῶν, μὴ ὢν δὲ, ἀντίθεος. Ψεύδεται οὖν λοιπὸν Παῦλος, λέγων· Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Τί οὖν ἐστιν ὁ Σωτὴρ, καθ' ὃ οὐκ ἐσαρκώθη; Οὕτω τὸ, Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν· ἄλλως αὐτοῦ κατὰ φύσιν, καὶ ἄλλως ἡμῶν κατὰ χάριν καὶ θέσιν· ἄλλως ὡς διὰ τὴν ἰδίαν εὐδοκίαν, καὶ διὰ τὴν κτιστὴν πρόσληψιν. καὶ ἄλλως ἡμῶν ὡς δημιουργημάτων. Εἰ δὲ ἀμφιβάλλεις ἐν τούτοις, εἶχεν εἰπεῖν· Πατέρα ἡμῶν καὶ ὑμῶν. Τίνος ἕνεκεν διέστειλεν ἑαυτὸν, ἀλλ' ἢ ταύτην ἡμᾶς τὴν θεοπρεπῆ ἔννοιαν διδάσκων; Βλέπεις, φησὶ, πῶς ἐπιδέεται τῆς τοῦ Πατρὸς βοηθείας, λέγων· Νῦν ἡ ψυχή μου τετάρακται. Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Κακῶς ἀναγινώσκεις· εἶπε, Νῦν ἡ ψυχή μου τετάρακται· καὶ ἀποδιαστείλας ὧδε, ἐπήγαγε τὸ, Τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην. Διὰ γὰρ τοῦ εἰπεῖν, Διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην, ἔδειξεν, ὅτι οὐ τὸν θάνατον ἀνεδύετο τὸν σωτήριον. Ἐπιθυμίᾳ γὰρ ἐπεθύμησα τὸ πάσχα τοῦτο φαγεῖν μεθ' ὑμῶν, φησίν. Εἰ δυ νατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν μὴ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω. Ἆρα τὸν θάνατον δειλιᾷ, ἢ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται; ὁ εἰπὼν, Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποκτανθῆναι, καὶ ταφῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι· ὁ εἰπὼν, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ὁ εἰπὼν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ, Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ· ἐγὼ ἀπ' ἐμαυτοῦ τίθημι αὐτὴν, καὶ ἐγὼ πάλιν λαμβάνω αὐτήν· ὁ ἐπιτιμήσας τῷ πρὸ βραχέος μακαρισθέντι Πέτρῳ ἐπὶ τῷ λόγῳ, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἔπειτα δὲ ἀνάξιον αὐτοῦ τὸ πάθος νομίσας, ἀκούσας· Ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· ὁ στηρίξας τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι εἰς Ἱερουσαλὴμ, ἵνα σωτηρίαν διὰ τοῦ πάθους αὐτοῦ πᾶσι χορηγήσῃ· ὁ διὰ τῶν προφητῶν καὶ τὸ εἶδος τοῦ πάθους αὐτοῦ προκηρύξας, διὰ μὲν Ἱερεμίου· Ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν, λέγοντες· Δεῦτε καὶ ἐμβάλλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς, τὸν σταυρὸν σημαίνων· διὰ δὲ Δαυΐδ· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος· καὶ, Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· καὶ διὰ Ἡσαΐου· Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Οἶδας οὖν ταῦτα πάντα τελεσθέντα ἐν τῷ σταυρῷ. Ὑπὸ γὰρ Πιλάτου ἐφραγελλώθη, ὑπὸ δούλου ἐῤῥαπίσθη, ὑπὸ ἀνόμων ἐνεπτύσθη, ὑπὸ στρατιωτῶν ἥλοις ἐν σταυρῷ ἐπάγη, διαμεριζομένων αὐτοῦ τὰ ἱμάτια καὶ κλῆρον βαλλόντων. Ὁ διὰ πολλῶν τὸ πάθος σημάνας, πῶς ἀναδύεται νῦν; Διὰ τί οὖν λέγει, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο; Ἠγνόει ὁ διάβολος τίς ἦν· βλέπων γὰρ αὐτὸν διψῶντα, πεινῶντα, κοπιῶντα, καὶ τὰς ἄλλας αὐτοῦ οἰκονομίας, ἐνόμισεν αὐτὸν ἄνθρωπον εἶναι ψιλὸν, ὁρῶν δὲ αὐτοῦ τὰ θεϊκὰ θαύματα, Θεὸν ὑπενόει· ἀμφέβαλεν οὖν περὶ αὐτοῦ, ἀγνοῶν αὐτόν. Εἰ γὰρ ᾔδει ἀκριβῶς, ὅτι Θεὸς ἦν, οὐκ ἂν ἐτόλμησεν αὐτῷ προσελθεῖν· ὡς καὶ Παῦλος λέγει· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Προβάλλεται οὖν ὁ Δεσπότης δειλίαν, ἐκεῖνον ἐπισπώμενος, ἵνα ἐπελθὼν ὡς ἀνθρώπῳ, τροπωθῇ παρ' αὐτοῦ, καὶ λυτρωθῶσι πάντες οἱ αἰχμάλωτοι, ὅσοι κατείχοντο ὑπ' αὐτοῦ. Ὥσπερ ἂν εἴ τις βασιλεὺς μέλλων τυράννῳ ἀσθενεῖ τινι συμβαλεῖν, ἐπίσταται δὲ ὅτι φεύξεται αὐτὸν, σοφίζεται δὲ δειλίαν, λέγων ταῖς δυνάμεσιν αὐτοῦ, Φύγωμεν δῆθεν ἀπὸ προσώπου αὐτοῦ, ὅπως μὴ ἀποδράσῃ ἡμᾶς, ἀλλὰ καταδιώξῃ, καὶ οὕτω στραφέντες συλλάβωμεν αὐτόν· οὕτω καὶ ὁ Δεσπότης προεβάλλετο δειλίαν, ἵνα ἐπέλθῃ ὁ διάβολος ὡς ἀνθρώπῳ, καὶ εὕρῃ διαρείσοντα αὐτὸν, καὶ ῥυόμενον πάντας τοὺς ὑπὸ τοῦ ᾅδου κρατουμένους. Οὕτω γάρ φησιν· Ὤφθη ἄγγελος ἐνισχύων αὐτόν. Ὁ ὑπὸ ἀγγέλων προσκυνούμενος, καὶ ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, πῶς ἰσχὺν παρὰ ἀγγέλου ἐλάμβανεν; Οὐκ ἰσχὺν, ἀλλὰ δοξολογίαν λέγοντος ἀγγέλου· Σοῦ ἐστιν ἡ βασιλεία καὶ τὸ κράτος, Δέσποτα. Οὐδεὶς ἐπίσταται τὴν ἡμέραν ἐκείνην, ἢ τὴν ὥραν, οὔτε οἱ ἄγγελοι, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ. Καὶ πῶς, φησὶν, ἴσος τῷ Πατρὶ, ὁ μὴ εἰδὼς τὴν ἡμέραν ἐκείνην; ὁ ποιήσας αὐτὴν, οὐκ οἶδεν αὐτήν; Καὶ διὰ τί οὖν λέγει, Οὔτε ὁ Υἱός; Βλέπε δὲ θεωρίαν· Δύο γνώσεις καὶ εἰδήσεις ἐν τῇ Γραφῇ εὕροι τις ἂν, μίαν μὲν τὴν κατὰ πρᾶξιν, ἑτέραν δὲ τὴν κατὰ γνῶσιν. Ἔγνω γὰρ, φησὶν, Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, οὐχ ὡς πρότερον ἀγνοῶν· πῶς γὰρ ὁ εἰπὼν, Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου; Καὶ ἔγνω Ἀβραὰμ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ, καὶ ὁ Ἰακὼβ Λείαν καὶ Ῥαχήλ. Ἆρ' οὖν ἠγνόει αὐτὰς ὁ δι' αὐτὰς δεκατέσσαρα ἔτη δουλεύσας; ᾜδει μὲν αὐτὰς κατὰ γνῶσιν, ἐπὶ τέλει δὲ καὶ κατὰ πρᾶξιν. Ὁ οὖν Πατὴρ μὴ κρίνων τινὰ, ἀλλὰ τὴν κρίσιν ἅπασαν δεδωκὼς τῷ Υἱῷ, εἶδε τὴν ἡμέραν καὶ γνώσει καὶ πράξει· ὁ δὲ Υἱὸς ἐλθὼν σῶσαι τὸν κόσμον, καὶ οὐ κρῖναι, εἶδεν αὐτὴν κατὰ γνῶσιν· ἐπειδὴ δὲ οὐδέπω ἔκρινεν, ἀγνοεῖ τὴν ἡμέραν, τὴν κατὰ πρᾶξιν γνῶσιν σημαίνων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta trinitate [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg123.local001/.
