# De sancta trinitate [Sp.] 3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta trinitate [Sp.], Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-sancta-trinitate-sp/3.1

Ἀλλὰ λέγει Παῦλος· Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Χριστὸν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· καὶ ἀλλαχοῦ· Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποίησε· καὶ Σολομών· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ὁρᾷς πῶς κτίσμα καὶ ποίημα ἡ Γραφὴ αὐτὸν σημαίνει; Ἀλλ' ἐλέγξει σε ἡ ἀκολουθία, ὦ θεομάχε· Πᾶς γὰρ, φησὶν, ἱερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται, εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας. Ἔλαβε γὰρ ἐξ ἡμῶν τὴν ποιητικὴν σάρκα ἀναμαρτήτως, ἣν ὑπὲρ ἡμῶν τῷ Πατρὶ προσήνεγκε θυσίαν. Κατὰ σάρκα οὖν, τῷ ποιήσαντι αὐτὸν, νόει, καὶ μὴ κατὰ τὴν θεότητα. Οὕτω καὶ, Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε. Πρὸ γὰρ οἰκονομίας ἁπανταχῆ Θεὸς κηρύσσεται, καθὼς προδέδεικται, καὶ οὐδαμοῦ τις ποίημα αὐτὸν λέγει· ἀλλὰ διὰ τὴν ἕνωσιν τῆς κτιστῆς σαρκὸς λέγει, Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποίησε· πρὸς τὴν παχύτητα τῶν ἀκροατῶν· Κύριος ἀρχὴν ὁδῶν αὐτοῦ ἔκτισέ με, φησίν. Ὁρᾷς ὅτι κτίσμα λέγει; Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν τῶν ἑξῆς ἴωμεν· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Πρῶτον μὲν, ὦ κενόδοξε, μάνθανε ὅτι Παροιμία ἡ βίβλος λέγεται· πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταυτόν ἐστι τῇ τοῦ λόγου δυνάμει. Καὶ γὰρ ὁ Κύριος τὴν βασιλείαν τῶν οὐρανῶν σαγήνῃ καὶ ζύμῃ καὶ κόκκῳ σινήπιος παρείκασε, καὶ ἄλλοις πολλοῖς τοσούτοις· καὶ οὐ πάντως φαμὲν τὴν βασιλείαν τι τούτων εἶναι. Ἀλλ' οὐ περιφερόμενος λέξω· Κύριος ἀρχὴν ὁδῶν αὐτοῦ ἔκτισέ με, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Πῶς οὖν τὸ γεννώμενον κτίζεται, ἢ θεμελιοῦται; ἢ πῶς τὸ κτιζόμενον γεννᾶται; Εἰ γὰρ κτιστὸς, οὐ γεννητός· ἡμεῖς οὐ κτίζομεν ἃ γεννῶμεν, οὐδὲ γεννῶμεν ἃ κτίζομεν. Καὶ πῶς ἐνδέχεται τὸν ἄκτιστον Πατέρα γεγεννηκέναι Υἱὸν κτιστόν; Ἡμεῖς γὰρ κτιστοὶ ὄντες κτιστὰ γεννῶμεν· ὁ δὲ Πατὴρ ἄκτιστος ὢν, ἄκτιστον Υἱὸν ἐγέννησεν. Ἀκύλας δὲ διερμηνεύων, Ἐκτήσατό με, εἶπε. Τὸ οὖν, ἔκτισέ με, τὸ μέλλον γενέσθαι ὡς ἤδη γεγονὸς προαναφωνεῖ· καὶ γὰρ ἔθος τοῦτο τῇ Γραφῇ· ὥσπερ τὸ, Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· ἐμὲ, φησὶν, ὃν βλέπετε κτιστὴν σάρκα ἰδίᾳ εὐδοκίᾳ ἑνώσαντα ἑαυτῷ, ἀπ' ἀρχῆς εἰμι, οὐκ ἀπὸ Μαρίας ἔχω τὴν ἀρχήν. Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος· καὶ, Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι. Ὁμολόγει οὖν Υἱὸν ἄκτιστον, καὶ συνάναρχον Πατρὶ, ἵνα μὴ δῷς καὶ τῷ Πατρὶ ἀρχὴν τοῦ γενέσθαι πατήρ. Εἰ λέγεις συνάναρχον τῷ Πατρὶ τὸν Υἱὸν, πῶς ἐγέννησεν ὁ Πατὴρ τὸν Υἱόν; θέλων, ἢ μὴ θέλων; Ἐὰν εἴπωμεν, Θέλων, ἀντιλέγουσιν· Ἰδὲ ἦν τὸ θέλημα πρὸ τοῦ Λόγου· πρὶν γὰρ θελῆσαι, φησὶν, οὐκ ἦν ὁ Υἱός· ἐὰν δὲ εἴπωμεν, Μὴ θέλων, λέγουσι· Τυραννεῖται τὸ Θεῖον· πᾶν δὲ τὸ τυραννούμενον οὐ Θεός. Ἡμεῖς δὲ λέγομεν, ὅτι ὥσπερ ὁ ἥλιος τὰς ἀκτῖνας καὶ τὸ φέγγος συναΐδια ἔχει, οὕτως ὁ Πατὴρ Υἱὸν καὶ ἅγιον Πνεῦμα· ἵνα μὴ εἴπωμεν καὶ τὸν Πατέρα ὑπὸ ἀρχήν. Εἰ γὰρ λέγεται ὑπὸ ἀρχὴν, πρὶν ἄρξασθαι τὸν Υἱὸν, οὐκ ἦν ὁ Πατὴρ πατὴρ, κατὰ τὸν σὸν λόγον, καὶ ἀναγκασθήσῃ τὸν Πατέρα ὑπ' ἀρχὴν ποιεῖν ἀσεβῶς· εἰ δὲ μή γε, ἀντεπάγω σοι κἀγώ· Θέλων ὁ Πατὴρ ἐγένετο πατὴρ, ἢ μὴ θέλων; Ἐὰν εἴπῃς, Θέλων, ἰδὲ οὖν, πρὶν θελῆσαι οὐκ ἦν Πατήρ· ἦν οὖν καιρὸς ὅτε οὐκ ἦν πατὴρ ὁ Πατήρ· καὶ αὐτὸς οὖν ἤρξατο τοῦ εἶναι πατήρ· ἐὰν εἴπῃς, Μὴ θέλων, τετυράννηται, Θεὸς δὲ οὐ τυραννεῖται· τὸ γὰρ τυραννούμενον οὐ Θεός. Ὁρᾷς εἰς πόσην ἐμπίπτεις ἀσέβειαν, ἐὰν μὴ ὁμολογήσῃς συνάναρχον καὶ συναΐδιον καὶ συνδημιουργὸν Πατρὸς τὸν Υἱόν; Καὶ πῶς εἴπω συνδημιουργόν; γέγραπται γὰρ, ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο. Οὐκ ἀκούεις τοῦ προφήτου λέγοντος περὶ τοῦ Υἱοῦ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, καὶ τὰ ἑξῆς· ὅτι Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας; Οὐχ ὁρᾷς τοῦ Χριστοῦ τὴν αὐθεντίαν λέγοντος· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· καὶ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· καὶ, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι· καὶ τῷ Πνεύματι τῷ ἀκαθάρτῳ, Ἐγώ σοι ἐπιτάσσω, φιμώθητι, καὶ ἔξελθε ἀπ' αὐτοῦ· καὶ, Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου; Ἐπειδὴ γὰρ ἐκεῖνοι ἔλεγον, Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεὸς, ἐκ τοῦ στόματος αὐτῶν ἐλέγχων αὐτοὺς, φησίν· Ὑμεῖς εἴπατε, ὅτι Θεοῦ μόνου ἐστὶν ἀφιέναι ἁμαρτίας· ἰδοὺ οὖν ἀφίημι ἁμαρτίας, καὶ ὁμολογήσατέ μου τὴν θεότητα. Εἰ δὲ ἀπιστεῖτε, ἐκ τῆς τοῦ σώματος ῥώσεως βλέπετε καὶ μάθετε καὶ τὴν τῆς ψυχῆς ὑγίειαν. Τότε λέγει αὐτῷ· Ἐγερθεὶς ἆρόν σου τὸν κράββατον, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου· καὶ πάλιν ἄλλῳ· Ἔκτεινον τὴν χεῖρά σου· καὶ τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο· Ἡ παῖς, ἔγειραι· Λάζαρε, δεῦρο ἔξω· Θέλω, καθαρίσθητι· καὶ τὰ ἑξῆς ἅπαντα, δι' ὧν δηλοῖ τὸ πρὸς τὸν Πατέρα ὁμότιμον· ἅπερ ἅπαντα καταμανθάνων, πίστευε ὅτι ὁμοούσιός ἐστι τῷ Πατρὶ, ὁμοούσιον δὲ καὶ τὸ Πνεῦμα. Εἰ γὰρ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ ἐκ τοῦ Υἱοῦ λαμβάνει, οὐκ ἀλλότριον τῆς οὐσίας τοῦ Θεοῦ τὸ Πνεῦμα. Πνεῦμα Θεοῦ, Πνεῦμα Χριστοῦ, Πνεῦμα ἀληθείας, Πνεῦμα παράκλητον, ἀντιπαράθετον. Πνεῦμα ὁ Θεός· Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι· καθὼς καὶ ὁ Πέτρος πρὸς τὸν Ἀνανίαν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειρᾶσαι τὸ Πνεῦμα τὸ ἅγιον; Καὶ δηλῶν ὅτι Θεός ἐστι, φησίν· Οὐκ ἐψεύσω ἀνθρώπῳ, ἀλλὰ τῷ Θεῷ. Ὁρᾷς ὅτι Θεὸς τὸ Πνεῦμα ᾧ ἐψεύσατο; Καὶ ὁ Παῦλος λέγει· Ὑμεῖς ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Δηλονότι Θεός ἐστι τὸ Πνεῦμα τὸ οἰκοῦν ἐν ἡμῖν· Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν· καὶ, Ὁ δεύτερος ἄνθρωπος εἰς Πνεῦμα ζωοποιοῦν· καὶ ἀλλαχοῦ λέγει, Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδὲν, τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta trinitate [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg123.local001/.
