# De sanctis Bernice et Prosdoce 5.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sanctis Bernice et Prosdoce, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-sanctis-bernice-et-prosdoce/5.1

Πορεύονται τοίνυν εἰς πόλιν Ἔδεσσαν λεγομένην, πόλιν ἀγροικοτέραν μὲν τῶν πολλῶν, εὐσεβεστέραν δέ· τί γὰρ ἐκείνης τῆς πόλεως ἴσον εἶναι ἐνόμισαν ἐν τοσούτῳ κλυδωνίῳ καταφυγὴν εὑρεῖν, καὶ ἐν τοιούτῳ χειμῶνι λιμένα ἔχειν; Καὶ δέχεται ἡ πόλις τὰς ξένας, ξένας μὲν τῆς γῆς, πολίτιδας δὲ τῶν οὐρανῶν· καὶ δεξαμένη τὴν παρακαταθήκην ἐφύλαττεν. Ἀλλὰ μηδεὶς τῶν γυναικῶν ἀσθένειαν καταγιγνωσκέτω, ὅτι ἔφυγον· πρόσταγμα γὰρ ἐπλήρουν δεσποτικὸν τὸ λέγον· Ὅταν γὰρ διώκωσιν ὑμᾶς, φησὶν, ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν· ὅπερ καὶ αὗται ἀκούσασαι ἔφυγον, καὶ τέως εἷς αὐταῖς ἐπλέκετο στέφανος· ποῖος δὴ οὗτος; Ὁ τῆς τῶν παρόντων ἁπάντων ὑπεροψίας. Ὅστις γὰρ ἀφῆκεν ἀδελφοὺς καὶ ἀδελφὰς, ἢ πατρίδα, ἢ οἰκίαν, ἢ φίλους, ἢ συγγενεῖς, ἑκατονταπλασίονα λήψεται, φησὶ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ ἦσαν ἐκεῖ τὸν Χριστὸν ἔχουσαι σύνοικον. Εἰ γὰρ ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι, ἐν μέσῳ αὐτῶν ἐστιν, ὅπου οὐχὶ συνηγμέναι ἦσαν μόνον, ἀλλὰ καὶ διὰ τὸ ὄνομα αὐτοῦ φεύγουσαι, πῶς οὐ μᾶλλον αὐτοῦ τὴν βοήθειαν ἐπεσπῶντο; Ἐκεῖ τοίνυν διατριβουσῶν τῶν γυναικῶν ἐξαίφνης ἐπιτάγματα πονηρὰ πανταχοῦ κατεπέμπετο πολλῆς γέμοντα τυραννίδος καὶ ὠμότητος βαρβαρικῆς· οἱ γὰρ οἰκεῖοι τοὺς οἰκείους παραδιδότωσαν, φησὶν, ἄνδρες τὰς γυναῖκας, πατέρες τὰ τέκνα, τέκνα τοὺς πατέρας, ἀδελφοὶ τοὺς ἀδελφοὺς, φίλοι τοὺς φίλους. Σὺ δέ μοι τῶν ῥημάτων ἐνταῦθα ἀναμνήσθητι τοῦ Χριστοῦ, καὶ θαύμασον αὐτοῦ τὴν πρόῤῥησιν· ταῦτα γὰρ πάντα ἄνωθεν προύλεγε· φησὶ γάρ· Ἀδελφὸς ἀδελφὸν παραδώσει, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς. Προύλεγε δὲ αὐτὰ τότε διὰ τρία ταῦτα· δι' ἓν μὲν, ἵνα μάθωμεν αὐτοῦ τὴν δύναμιν, καὶ ὅτι ἀληθής ἐστι Θεὸς τὰ μηδέπω συμβάντα προορῶν πόῤῥωθεν. Ὅτι γὰρ διὰ τοῦτο προύλεγε τὰ ἐσόμενα, ἄκουσον αὐτοῦ λέγοντος· Διὰ ταῦτα ὑμῖν εἶπον πρὶν ἢ γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε, ὅτι ἐγώ εἰμι. Δεύτερον δὲ, ἵνα μηδεὶς τῶν ἐχθρῶν λέγῃ, ὅτι ἀγνοοῦντος αὐτοῦ ἢ ἀσθενοῦντος ταῦτα γίνεται· ὁ γὰρ ἄνωθεν προϊδὼν ἠδύνατο καὶ κωλῦσαι· οὐκ ἐκώλυσε δὲ, ἵνα λαμπρότεροι γένωνται οἱ στέφανοι. Διὰ τοῦτο ταῦτα προύλεγε, καὶ δι' ἕτερον δὲ τρίτον προεῖπε. Ποῖον δὴ τοῦτο; Ἵνα κουφότερον ποιήσῃ τὸν ἀγῶνα τοῖς ἐν τῷ σκάμματι· τὰ μὲν γὰρ ἀπροσδόκητα δεινὰ, ὁποῖα ἂν ᾖ, χαλεπὰ καὶ ἀφόρητα φαίνεται, τὰ δὲ ἐλπισθέντα καὶ προμελετηθέντα κοῦφα καὶ ῥᾴδια γίνεται. Τότε τοίνυν ταῦτα ἐπιτάττοντες οἱ ἐχθροὶ καὶ τὴν ὠμότητα ἐπεδείκνυντο τὴν ἑαυτῶν, καὶ ἄκοντες ἐμαρτύρουν τῇ τοῦ Χριστοῦ προφητείᾳ, καὶ ἀδελφοὶ παρεδίδοσαν ἀδελφοὺς, καὶ πατέρες τέκνα, καὶ αὐτὴ ἑαυτὴν ἐπολέμει ἡ φύσις, καὶ ἐσχίζετο καθ' ἑαυτῆς ἡ συγγένεια, καὶ πάντες ἐκ βάθρων ἀνετρέποντο οἱ νόμοι, καὶ πάντα θορύβου τινὸς ἔγεμε καὶ ταραχῆς, καὶ αἱμάτων τὰς οἰκίας ἐνέπλησαν συγγενικῶν οἱ δαίμονες τότε. Ὁ γὰρ παραδοὺς πατὴρ τὸν υἱὸν πάντως καὶ ἔσφαξε· κἂν γὰρ μὴ τὸ ξίφος ὠθήσῃ, μηδὲ τῇ δεξιᾷ τὴν σφαγὴν ἐργάσηται, ἀλλὰ τῇ γνώμῃ τὸ πᾶν ἀπήρτισε· καὶ γὰρ ὁ τῷ φονεύοντι παραδοὺς τὸν φονεύεσθαι μέλλοντα, αὐτὸς τὸν φόνον εἰργάσατο. Ποιήσωμεν οὖν αὐτοὺς, φησὶ, παιδοκτόνους, οἱ δαίμονες ἔλεγον, ποιήσωμεν τοὺς παῖδας πατραλοίας διὰ τῆς προδοσίας· καὶ γὰρ ἐθύοντο αὐτοῖς θυσίαι τοιαῦται τὸ παλαιὸν, καὶ πατέρες ἔσφαττον τέκνα. Καὶ ταῦτα ὁ προφήτης ἐβόα λέγων· Ἔθυσαν τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις, καὶ τοιούτων ἐδίψων αἱμάτων. Ἐπειδὴ οὖν ἔπαυσε τὰς ἐναγεῖς ταύτας καὶ μυσαρὰς θυσίας ὁ Χριστὸς, ἀνανεώσασθαι πάλιν αὐτὰς ἐφιλονείκουν, ἀλλὰ ἀναισχύντως μὲν εἰπεῖν καὶ φανερῶς, ὅτι σφάξατε τοὺς υἱοὺς ὑμῶν, οὐκ ἐτόλμων· οὐδεὶς γὰρ ἔμελλεν ὑπακούσεσθαι· μεθοδεύουσι δὲ ἑτέρως τὸ πρόσταγμα καὶ σοφίζονται τὸν νόμον, διὰ τῶν δικαστῶν κελεύσαντες πατέρας προδιδόναι παῖδας· οὐδὲν γὰρ ἡμῖν διαφέρει, φησὶν, ἄν τε σφάξῃ τις, ἄν τε παραδῷ πρὸς σφαγὴν τὸν υἱόν· καὶ γὰρ οὗτος κἀκεῖνος παιδοκτόνος ἐστίν. Ἦν τοίνυν ἰδεῖν πατραλοίας, παιδοκτόνους, ἀδελφοκτόνους. θορύβου καὶ ταραχῆς πάντα ἐμπεπλησμένα· ἀλλ' αἱ γυναῖκες γαλήνης βαθείας ἀπήλαυον. Ἐτείχιζε γὰρ αὐτὰς πάντοθεν ἡ τῶν μελλόντων ἐλπὶς, ἐπεὶ καὶ ἐν ξένῃ οὖσαι οὐκ ἦσαν ἐν ξένῃ· εἶχον γὰρ ἀληθινὴν πατρίδα τὴν πίστιν, εἶχον οἰκείαν πόλιν τὴν ὁμολογίαν, καὶ ἐλπίσι συντρεφόμεναι χρησταῖς οὐδενὸς ᾐσθάνοντο τῶν παρόντων· τὰ γὰρ μέλλοντα μόνον ἑώρων. Τῶν δὴ πραγμάτων ἐν τούτοις ὄντων, ἐφίσταται ὁ πατὴρ ἐν ἐκείνῃ τῇ πόλει στρατιώτας ἔχων πρὸς τὴν σύλληψιν τῆς θήρας· ἐφίσταται ὁ πατὴρ καὶ ἀνὴρ, πατὴρ μὲν τῶν θυγατέρων, ἀνὴρ δὲ τῆς γυναικὸς, εἴ γε πατέρα ἢ ἄνδρα τὸν τὰ τοιαῦτα διακονούμενον χρὴ καλεῖν. Μᾶλλον δὲ φεισώμεθα αὐτοῦ καθόσον οἷόν τε· καὶ γὰρ πατὴρ ἐγένετο μαρτύρων, καὶ ἀνὴρ μάρτυρος· μὴ δὴ χαλεπώτερον αὐτοῦ ποιήσωμεν τὸ τραῦμα ταῖς παρ' ἑαυτῶν κατηγορίαις.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sanctis Bernice et Prosdoce. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg048.local001/.
