Ancient Greek · ~19 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sanctis martyribus 1.1
Not analysed yet
Χθὲς μαρτύρων ἡμέρα, ἀλλὰ καὶ σήμερον μαρτύρων ἡμέρα· εἴθε καὶ ἀεὶ μαρτύρων ἡμέραν ἐπετελοῦμεν. Εἰ γὰρ οἱ περὶ τὰ θέατρα μεμηνότες, καὶ πρὸς τὴν τῶν ἵππων ἅμιλλαν κεχηνότες, οὐδέποτε λαμβάνουσι κόρον τῶν ἀτόπων θεαμάτων ἐκείνων, πολλῷ μᾶλλον ἡμᾶς ἀκορέστως ἔχειν δεῖ πρὸς τὰς ἑορτὰς τῶν ἁγίων. Ἐκεῖ πομπὴ διαβολικὴ, ἐνταῦθα ἑορτὴ χριστιανική· ἐκεῖ δαίμονες σκιρτῶσιν. ἐνταῦθα ἄγγελοι χορεύουσιν· ἐκεῖ ψυχῶν ἀπώλεια, ἐνταῦθα σωτηρία τῶν συλλεγομένων ἁπάντων. Ἀλλ' ἔχει τινὰ ἡδονὴν ἐκεῖνα; Ἀλλ' οὐ τοσαύτην ὅσην ταῦτα. Ποία γὰρ ἡδονὴ τρέχοντας εἰκῆ καὶ ἁπλῶς ἵππους ἰδεῖν; ἐνταῦθα δὲ οὐχὶ ἀλόγων ζεῦγος ὁρᾷς, ἀλλὰ μαρτύρων μυρία ἅρματα, καὶ τὸν Θεὸν τοῖς ἅρμασιν ἐφεστῶτα τούτοις, καὶ τὴν πρὸς τὸν οὐρανὸν ὁδὸν ἐλαύνοντα. Ὅτι γὰρ αἱ ψυχαὶ τῶν ἁγίων ἅρμα εἰσὶ τοῦ Θεοῦ, ἄκουσον τοῦ προφήτου λέγοντος· Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων. Ὅπερ γὰρ ἐδωρήσατο ταῖς ἄνω δυνάμεσι, τοῦτο ἐχαρίσατο καὶ τῇ ἡμετέρᾳ φύσει. Ἐπὶ τῶν Χερουβὶμ κάθηται, καθάπερ καὶ ὁ ψαλμός φησιν· Ἐπέβη ἐπὶ τῶν χερουβὶμ, καὶ ἐπετάσθη· καὶ πάλιν, Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, καὶ βλέπων ἀβύσσους. Τοῦτο καὶ ἡμῖν πάλιν ἔδωκεν· ἐπ' ἐκείνων κάθηται, ἐν ἡμῖν οἰκεῖ· Ἐνοικήσω γὰρ καὶ ἐμπεριπατήσω ἐν ὑμῖν. Ἐκεῖνοι γεγόνασιν ἅρμα, ἡμεῖς γενώμεθα ναός. Εἶδες τῆς τιμῆς τὴν συγγένειαν; εἶδες πῶς εἰρηνοποίησε τὰ ἄνω καὶ τὰ κάτω; Διόπερ οὐδὲν διεστήκαμεν τῶν ἀγγέλων, ἂν θέλωμεν. Ἀλλ' ὅπερ ἔφην ἀρχόμενος, χθὲς μαρτύρων ἡμέρα, καὶ σήμερον μαρτύρων ἡμέρα, οὐχὶ τῶν παρ' ἡμῖν, ἀλλὰ τῶν ἐν τῇ χώρᾳ· μᾶλλον δὲ κἀκεῖνοι παρ' ἡμῖν. Πόλις μὲν γὰρ καὶ χώρα ἐν τοῖς βιωτικοῖς πράγμασιν ἀλλήλων διεστήκασι, κατὰ δὲ τὸν τῆς εὐσεβείας λόγον κοινωνοῦσι καὶ ἥνωνται. Μὴ γάρ μοι τὴν βάρβαρον αὐτῶν φωνὴν ἴδῃς, ἀλλὰ τὴν φιλοσοφοῦσαν αὐτῶν διάνοιαν. Τί γάρ μοι ὄφελος τῆς ὁμοφωνίας, ὅταν τὰ τῆς γνώμης ᾖ διῃρημένα; τί δέ μοι βλάβος τῆς ἑτεροφωνίας, ὅταν τὰ τῆς πίστεως ᾖ συνημμένα; Κατὰ τὸν λόγον τοῦτον οὐδὲν οὔτε χώρα πόλεως εὐτελεστέρα· ἐν γὰρ τῷ κεφαλαίῳ τῶν ἀγαθῶν τὴν ἰσοτιμίαν ἔχουσι. Διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐχὶ ταῖς πόλεσι μὲν ἐνδιέτριβε, τὰς δὲ χώρας ἠφίει κενὰς καὶ ἐρήμους, ἀλλὰ διεπορεύετο κατὰ πόλεις καὶ κώμας, κηρύσσων τὸ εὐαγγέλιον καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τοῦτον καὶ ὁ κοινὸς ἡμῶν ποιμὴν καὶ διδάσκαλος μιμησάμενος, ἀφῆκεν ἡμᾶς καὶ πρὸς ἐκείνους ἔδραμε· μᾶλλον δὲ οὐκ ἀφῆκεν ἡμᾶς πρὸς ἐκείνους ἀπελθών· πρὸς γὰρ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους ἀπῆλθε. Καὶ καθάπερ τῆς ἑορτῆς τῶν Μακκαβαίων ἐπιτελουμένης, πᾶσα ἡ χώρα εἰς τὴν πόλιν ἐξεχύθη· οὕτω τῆς ἑορτῆς τῶν ἐκεῖ μαρτύρων ἀγομένης, νῦν τὴν πόλιν ἅπασαν πρὸς ἐκείνους μεταστῆναι ἐχρῆν. Διὰ γὰρ τοῦτο οὐκ ἐν πόλεσι μόνον κατεφύτευσε μάρτυρας ὁ Θεὸς, ἀλλὰ καὶ ἐπὶ τῆς χώρας αὐτῆς, ἵνα ἐκ τῆς τῶν ἑορτῶν ὑποθέσεως πρόφασιν ἔχωμεν ἀναγκαίαν τῆς πρὸς ἀλλήλους ἐπιμιξίας, καὶ πλείους ἐπὶ τῆς χώρας ἢ ἐπὶ τῆς πόλεως. Τῷ γὰρ ὑστεροῦντι τὴν περισσοτέραν τιμὴν ἔδωκεν ὁ Θεός· ἀσθενέστερον γάρ ἐστιν ἐκεῖνο τὸ μέρος· διὰ τοῦτο πλείονος ἀπήλαυσε τῆς θεραπείας. Οἱ μὲν γὰρ τὰς πόλεις οἰκοῦντες συνεχοῦς ἀπολαύουσι διδασκαλίας, οἱ δὲ ἐν ἀγροικίᾳ ζῶντες, οὐ τοσαύτης μετέχουσιν ἀφθονίας. Τὴν πενίαν τοίνυν τῶν διδασκόντων ἐν τῇ δαψιλείᾳ τῶν μαρτύρων παραμυθούμενος ὁ Θεὸς, ᾠκονόμησε πλείους παρ' ἐκείνοις ταφῆναι μάρτυρας. Οὐκ ἀκούουσι διδασκάλων γλώττης ἐκεῖνοι διηνεκῶς, ἀλλὰ μαρτύρων φωνῆς ἀπὸ τοῦ τάφου διαλεγομένης αὐτοῖς καὶ μείζονα ἰσχὺν ἐχούσης. Καὶ ἵνα μάθητε, ὅτι μείζονα ἰσχὺν ἔχουσι μάρτυρες καὶ σιωπῶντες ἡμῶν τῶν φθεγγομένων, πολλοὶ πολλάκις διαλεγόμενοι πολλοῖς περὶ ἀρετῆς οὐδὲν ἤνυσαν· ἕτεροι δὲ σιγῶντες μέγιστα κατώρθωσαν διὰ τὴν τοῦ βίου λαμπρότητα· ὥστε πολλῷ πλέον οἱ μάρτυρες τοῦτο εἰργάσαντο, τὴν μὲν διὰ τῆς γλώττης οὐκ ἀφιέντες φωνὴν, τὴν δὲ διὰ τῶν πραγμάτων αὐτῶν πολὺ τῆς ἀπὸ τοῦ στόματος οὖσαν ὑψηλοτέραν, δι' ἧς πρὸς πᾶσαν τὴν τῶν ἀνθρώπων διαλέγονται φύσιν, ταῦτα τὰ ῥήματα λέγοντες· Ἐμβλέψατε εἰς ἡμᾶς, ὅσα ἐπάθομεν δεινά. Τί γὰρ ἐπάθομεν θανάτῳ καταδικασθέντες, καὶ ζωὴν εὑρόντες διηνεκῆ; Κατηξιώθημεν ἀποθέσθαι τὰ σώματα διὰ τὸν Χριστόν· εἰ δὲ διὰ τὸν Χριστὸν μὴ παρεχωρήσαμεν αὐτῶν νῦν, μικρὸν ὕστερον ἐμέλλομεν καὶ ἄκοντες αὐτῶν ἀποστήσεσθαι τῆς προσκαίρου ζωῆς. Εἰ καὶ μὴ μαρτύριον παρελθὸν ἔλαβεν, ἀλλ' ὁ κοινὸς τῆς φύσεως θάνατος ἐπελθὼν κατέλυσεν αὐτά. Διὰ ταῦτα οὐ παυόμεθα εὐχαριστοῦντες τῷ Θεῷ, ὅτι κατηξίωσεν ἡμᾶς τῷ πάντως ὀφειλομένῳ θανάτῳ πρὸς σωτηρίαν τῶν ἡμετέρων ἀποχρήσασθαι ψυχῶν, καὶ τὸ κατ' ἀνάγκην ὀφειλόμενον ἐν δωρεᾶς τάξει ἔλαβε παρ' ἡμῶν, καὶ μετὰ τῆς μεγίστης τιμῆς. Ἀλλ' αἱ βάσανοι φορτικαὶ, καὶ ἐπαχθεῖς. Ἀλλ' ἐν βραχείᾳ καιροῦ ῥοπῇ, ἡ δὲ ἐκ τούτων ἄνεσις ἐν τοῖς ἀθανάτοις αἰῶσι· μᾶλλον δὲ οὐδὲ ἐν βραχείᾳ καιροῦ ῥοπῇ φορτικαὶ αἱ βάσανοι τοῖς εἰς τὰ μέλλοντα βλέπουσι, καὶ πρὸς τὸν ἀγωνοθέτην κεχηνόσιν. Ἐπεὶ καὶ ὁ μακάριος Στέφανος, ἐπειδὴ τὸν Χριστὸν ἑώρα τοῖς τῆς πίστεως ὀφθαλμοῖς, διὰ τοῦτο τῶν λίθων τὰς νιφάδας οὐκ εἶδεν, ἀλλ' ἀντ' ἐκείνων τὰ βραβεῖα καὶ τοὺς στεφάνους ἠρίθμει. Καὶ σὺ τοίνυν μετάστησον ἀπὸ τῶν παρόντων πρὸς τὸ μέλλον τὸ ὄμμα, καὶ οὐδὲ βραχεῖαν τῶν δεινῶν λήψῃ τὴν αἴσθησιν.