Ancient Greek · ~22 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sanctis martyribus 4.1
Not analysed yet
Ὁρᾷς πῶς καὶ ταχίστη καὶ πολλὴ τῆς μετανοίας ἡ ὠφέλεια; Ὀλίγα κολάσας αὐτὸν ὑπὲρ ἁμαρτημάτων, φησὶν, ἐπειδὴ εἶδον κατηφῆ γενόμενον καὶ στυγνὸν, καὶ αὐτὴν τὴν μικρὰν ἀνῆκα τιμωρίαν· οὕτω καὶ ἕτοιμός ἐστι πρὸς τὰς ἡμετέρας καταλλαγὰς ὁ Θεὸς, καὶ πρόφασιν βραχεῖαν ἐπιζητεῖ μόνον. Παρέχωμεν τοίνυν αὐτῷ τῆς πρὸς ἡμᾶς φιλίας τὰς ἀφορμὰς, καθαρούς τε ἁμαρτημάτων ἑαυτοὺς πειρώμεθα διασώζειν, καὶ εἴποτε ὑποσκελισθείημεν, διαναστῶμεν ταχέως πενθοῦντες τὰ πεπλημμελημένα μετὰ πολλῆς τῆς ἀκριβείας, ἵνα τῆς κατὰ Θεὸν χαρᾶς ἐπιτύχωμεν. Εἰ γὰρ ἐπειδὴ ἐλυπήθη, καὶ στυγνὸς ἐπορεύθη, κατήλλαξε τὸν Θεὸν, ὁ καὶ δάκρυα προσθεὶς, καὶ μετὰ πολλῆς αὐτὸν ἐκτενείας καλῶν, τὶ οὐκ ἐργάσεται; Οἶδα ὅτι διεθερμάνθη νῦν ὑμῶν ἡ διάνοια, ἀλλ' ὅπως τὴν θερμότητα ταύτην μὴ ἐξελθόντες ἔξω καταψύξωμεν, ἀλλ' ἐν ἑαυτοῖς κατάσχωμεν, τοῦτο ποιήσωμεν. Εὔφορος ἡ χώρα τῆς ὑμετέρας διανοίας, δέχεται τὰ σπέρματα, καὶ εὐθέως δίδωσι τοὺς στάχυας, οὐ δεῖται ἀναβολῆς, οὐδὲ χρόνου· ἀλλὰ φοβοῦμαι τὸν ἐχθρὸν τὸν ὑμέτερον. Ἔξω τῆς ἐκκλησίας ἕστηκεν ὁ διάβολος· εἰς γὰρ τὴν ἱερὰν ταύτην μάνδραν εἰσελθεῖν οὐ τολμᾷ· ἔνθα γὰρ ποίμην Χριστοῦ, λύκος οὐ φαίνεται, ἀλλ' ἔξω τὸν ποιμένα δεδοικὼς ἕστηκεν. Ἂν ἐξέλθωμεν ἐντεῦθεν, εὐθέως μὴ πρὸς συνουσίας ἀκαίρους, ἢ πρὸς λόγους ἀνονήτους, καὶ διατριβὰς ἀκερδεῖς ἑαυτοὺς ἐκδῶμεν, ἀλλ' ὡς ἔχομεν ἐν τῇ μνήμῃ τὰ εἰρημένα, τρέχωμεν οἴκαδε, καὶ καθίσας ἕκαστος μετὰ τῆς γυναικὸς, μετὰ τῶν παίδων μελετάτω μετὰ ἀκριβείας τὰ εἰρημένα. Εἰ δὲ μὴ βούλεσθε οἴκαδε ἀναχωρεῖν, φίλους τοὺς κοινωνοὺς τῆς ἀκροάσεως ὑμῖν συλλέξαντες κατ' ἰδίαν συνεδρεύετε, καὶ τὰ παρ' ἑαυτοῦ φέρων ἕκαστος ἅπερ ἴσχυσε διατηρῆσαι, ἀπηρτισμένην ἐκ δευτέρου ποιεῖσθε τὴν διδασκαλίαν, ἵνα μὴ μάτην ἐνταῦθα συλλέγησθε. Λύχνος γάρ ἐστι τοῦ Θεοῦ τὰ προστάγματα· Λύχνος γὰρ ἐντολὴ νόμου καὶ φῶς, καὶ ζωὴ, καὶ ἔλεγχος, καὶ παιδεία· ὁ δὲ τὸν λύχνον ἀνάπτων, οὐχ ἵσταται ἐπὶ τῆς ἀγορᾶς, ἀλλ' οἴκαδε τρέχει, ὥστε μὴ ἀνέμων προσβολῇ κατασβέσαι τὸ πῦρ, μήτε μακρᾷ διατριβῇ ἀναλῶσαι τὴν φλόγα· οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν. Ἀνῆψεν ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον τὴν παρ' ἑαυτοῦ διδασκαλίαν· ἐξελθόντες τοίνυν καὶ τῆς ἀκροάσεως γέμοντες, κἂν φίλον, κἂν συγγενῆ, κἂν οἰκεῖον, κἂν ἄλλον ὁντιναοῦν ἀπαντήσαντα ἴδωμεν, παραδράμωμεν, ἵνα μὴ διαλεγομένων ἡμῶν πρὸς ἐκεῖνον ἀνόνητα καὶ περιττὰ, κατασβεσθῇ μεταξὺ τῆς διδασκαλίας τὸ πῦρ, ἀλλ' ἀκμάζῃ ὥσπερ ἐν οἰκίᾳ τῇ διανοίᾳ, καὶ ἐφ' ὑψηλοῦ τοῦ λογισμοῦ καθάπερ ἐπὶ λυχνίας τινὸς καιόμενον ἅπαντα τὰ ἔνδον φωτίζῃ. Καὶ γὰρ ἄτοπον τὴν μὲν οἰκίαν μηδέποτε ἀνέχεσθαι ἐν ἑσπέρᾳ χωρὶς λύχνου καὶ φωτὸς ὁρᾷν, τὴν δὲ ψυχὴν ἔρημον διδασκαλίας ὁρᾷν. Ἐντεῦθεν τὰ πολλὰ τῶν ἁμαρτημάτων ἡμῖν συνίστανται, ὅτι οὐ ταχέως λύχνον ἀνάπτομεν τῇ ψυχῇ· ἐντεῦθεν καθ' ἑκάστην ἡμέραν προσπταίομεν· ἐντεῦθεν πολλὰ ἁπλῶς καὶ ὡς ἔτυχεν ἡμῖν ἐν τῇ διανοίᾳ κεῖται, ἐπειδὴ τὴν τῶν θείων λόγων ἀκρόασιν δεχόμενοι, πρὶν ἢ τὰ πρόθυρα ὑπερβῆναι τῆς ἐκκλησίας, εὐθέως ῥίπτομεν, καὶ τὸ φῶς κατασβέσαντες, μετὰ πολλοῦ τοῦ ζόφου βαδίζομεν. Ἀλλ' εἰ καὶ ἔμπροσθεν ταῦτα ἐγίνετο, μηκέτι γινέσθω λοιπὸν, ἀλλ' ἔχωμεν διηνεκῆ τὸν λύχνον καιόμενον ἐν τῇ διανοίᾳ, καὶ πρὸ τῆς οἰκίας τὴν ψυχὴν καλλωπίζωμεν. Αὕτη μὲν γὰρ ἐνταῦθα μένει, ἐκείνην δὲ λαμβάνοντες ἐντεῦθεν ἄπιμεν· διὰ τοῦτο καὶ πλείονος αὐτὴν ἐπιμελείας ἀξιοῦν χρή. Νῦν δέ εἰσί τινες οὕτως ἀθλίως διακείμενοι, οἳ τὰς μὲν οἰκίας τὰς ἐνταῦθα καὶ χρυσοῖς ὀρόφοις, καὶ ψηφῖσι διηνθισμέναις, καὶ γραφῶν ἄνθεσι, καὶ κιόνων λαμπρότητι, καὶ τοῖς ἄλλοις κατακοσμοῦσιν ἅπασι· τὴν δὲ διάνοιαν παντὸς ἐρήμου πανδοχείου παρορῶσιν εὐτελέστερον διακειμένην, βορβόρου γέμουσαν, καπνοῦ, καὶ δυσωδίας πολλῆς, ἐρημίας ἀφάτου. Τὸ δὲ αἴτιον τούτων ἁπάντων, ὅτι συνεχῶς ἡμῖν ὁ λύχνος τῆς διδασκαλίας οὐ καίεται· διὰ τοῦτο τὰ μὲν ἀναγκαῖα ἠμέληται, τὰ δὲ οὐδενὸς ἄξια σπουδῆς ἀπολαύει πολλῆς. Ταῦτά μοι οὐ πρὸς πλουσίους μόνον, ἀλλὰ καὶ πρὸς πένητας εἴρηται. Καὶ γὰρ ἐκεῖνοι κατὰ δύναμιν πολλάκις τὴν ἑαυτῶν κοσμοῦντες οἰκίαν, τὴν διάνοιαν ἠμελημένην περιορῶσι· διὸ κοινὴν ποιοῦμαι πρὸς ἀμφοτέρους τὴν διδασκαλίαν παραινῶν καὶ συμβουλεύων τῶν ἐν τῷ παρόντι βίῳ βραχὺν ποιουμένους λόγον, ἅπασαν τὴν σπουδὴν εἰς τὴν τῶν πνευματικῶν καὶ ἀναγκαίων πραγμάτων ἐπιμέλειαν κενοῦν. Ὁ πένης ὁράτω τὴν χήραν τὴν τοὺς δύο καταβαλοῦσαν ὀβολοὺς, καὶ μὴ νομιζέτω τὴν πενίαν ἐμπόδιον εἶναι πρὸς ἐργασίαν ἐλεημοσύνης καὶ φιλανθρωπίας· ὁ πλούσιος λογιζέσθω τὸν Ἰὼβ, καὶ καθάπερ ἐκεῖνος οὐχ ἑαυτῷ, ἀλλὰ τοῖς πένησιν ἐκέκτητο πάντα τὰ ὄντα, οὕτω καὶ οὗτος. Διὰ γὰρ τοῦτο γενναίως ἤνεγκε τὴν ἀφαίρεσιν αὐτῶν, ἐπειδὴ καὶ πρὸ τῆς τοῦ διαβόλου πείρας ἐμελέτησεν αὐτῶν τὴν ἀλλοτρίωσιν. Καὶ σὺ τοίνυν καταφρόνει παρόντων τῶν χρημάτων, ἵνα καὶ ἀναχωρησάντων ποτὲ, μὴ ἀλγήσῃς. Ἀνάλισκε εἰς δέον ὅταν ἔχῃς, ἵν' ὅταν ἀφαιρεθῇς, διπλοῦν ἔχῃς τὸ κέρδος, τόν τε ἐκ τῆς ἀρίστης δαπάνης ἀποκείμενόν σοι μισθὸν, καὶ τὴν ἐκ τῆς ὑπεροψίας ἐγγινομένην φιλοσοφίαν εἰς τὸν καιρὸν τῆς ἀπουσίας αὐτῶν χρησιμεύουσαν. Χρήματα γὰρ διὰ τοῦτο καλεῖται, ἵνα αὐτοῖς εἰς δέον χρώμεθα, οὐχ ἵνα κατορύττωμεν· κτήματα διὰ τοῦτο λέγονται, ἵνα ἡμεῖς αὐτὰ κτησώμεθα, καὶ μὴ αὐτῶν γενώμεθα κτήματα. Κύριος εἶ χρημάτων πολλῶν, μὴ τοίνυν δούλευε τούτοις, ὧν ἐποίησέ σε δεσπότην ὁ Θεός· οὐ δουλεύεις δὲ εἰς δέον αὐτὰ ἀναλίσκων, ἀλλὰ μὴ κατορύττων. Οὐδὲν οὕτως εὐρίπιστον ὡς πλοῦτος· οὐδὲν οὕτως εὐμετάβλητον, ὡς εὐπορία. Ἐπεὶ οὖν ἀβέβαιος αὐτῶν ἡ κτῆσις, καὶ πτηνοῦ παντὸς ταχύτερον πολλάκις ἡμῶν ἀφίπταται, καὶ δραπέτου παντὸς ἀγνωμονέστερον ἀποπηδᾷ, τὸν χρόνον ὂν ἂν ὦμεν δεσπόται, εἰς δέον αὐτοῖς χρησώμεθα, ἵν' ἐκ τῶν ἀβεβαίων χρημάτων βέβαια ἐνστησάμενοι τὰ ἀγαθὰ, τὸν ἐν οὐρανοῖς ἀποκείμενον κληρονομήσωμεν θησαυρόν· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.