Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancto hieromartyre Phoca 2.1
Not analysed yet
Φέρε δὴ τοίνυν μετὰ ἀκριβείας ἐφίεμεν τὸ πλοῖον μηδέποτε ἀπολλύμενον, μηδὲ ναυάγιον ὑπομένον. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας τοῖς λεγομένοις· ὁ γὰρ ψαλμὸς ἡμᾶς σήμερον εἰς παράταξιν ἐξάγει τῶν αἱρετικῶν, οὐχ ἵνα αὐτοὺς ἑστῶτας βάλλωμεν, ἀλλ' ἵνα κειμένους ἀναστήσωμεν· τοιοῦτος γὰρ ἡμῶν ὁ πόλεμος· οὐκ ἀπὸ ζώντων νεκροὺς ἐργάζεται, ἀλλ' ἀπὸ νεκρῶν ζῶντας κατασκευάζει, ἡμερότητος γέμων καὶ πολλῆς τῆς ἐπιεικείας. Οὐ γὰρ ἐλαύνω πράγματι, ἀλλὰ τῷ λόγῳ διώκω, οὐ τὸν αἱρετικὸν, ἀλλὰ τὴν αἵρεσιν, οὐ τὸν ἄνθρωπον ἀποστρέφομαι, ἀλλὰ τὴν πλάνην μισῶ, καὶ ἐπισπάσασθαι βούλομαι· οὐκ ἔχω πόλεμον πρὸς οὐσίαν· Θεοῦ γὰρ ἔργον ἡ οὐσία· ἀλλὰ τὴν γνώμην διορθώσασθαι βούλομαι, ἣν διέφθειρεν ὁ διάβολος. Οὕτω καὶ ἰατρὸς ἄῤῥωστον θεραπεύων, οὐ τῷ σώματι πολεμεῖ, ἀλλὰ τοῦ σώματος τὴν κακίαν ἀναιρεῖ. Κἀγὼ τοίνυν ἐὰν πολεμήσω αἱρετικοῖς, οὐκ αὐτοῖς τοῖς ἀνθρώποις πολεμῶ, ἀλλὰ τὴν πλάνην ἐκβαλεῖν βούλομαι, καὶ τὴν σηπεδόνα ἐκκαθᾶραι. Ἐμοὶ ἔθος ἐστὶ διώκεσθαι καὶ μὴ διώκειν, ἐλαύνεσθαι καὶ μὴ ἐλαύνειν. Οὕτω καὶ ὁ Χριστὸς περιεγένετο, οὐ σταυρώσας, ἀλλὰ σταυρωθεὶς, οὐ ῥαπίσας, ἀλλὰ ῥαπισθείς. Εἰ μὲν κακῶς ἐλάλησα, φησὶ, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ὁ Δεσπότης τῆς οἰκουμένης τῷ δούλῳ τοῦ ἀρχιερέως ἀπολογεῖται, καὶ ῥαπισθεὶς τὸ στόμα, ὅθεν ἐξῆλθε ῥῆμα, καὶ τὴν θάλατταν ἐχαλίνωσε, καὶ τετραήμερον Λάζαρον ἐκ νεκρῶν ἤγειρεν· ὅθεν κακία ἐδραπέτευσεν, ὅθεν νοσήματα καὶ ἁμαρτήματα ἐλύετο· τοῦτο τοῦ σταυρωθέντος τὸ θαῦμα. Καὶ γὰρ δυνάμενος κεραυνὸν ἀφεῖναι, καὶ τὴν γῆν σεῖσαι, καὶ τὴν χεῖρα τοῦ δούλου ξηρᾶναι, οὐδὲν τούτων ἐποίησεν, ἀλλὰ καὶ ἀπολογεῖται, καὶ πραότητι περιγίνεται, σὲ παιδεύων ἄνθρωπον ὄντα μηδέποτε ἀγανακτεῖν· κἂν σταυρωθῇς, κἂν ῥάπισμα λάβῃς, τὰ αὐτὰ ἵνα λέγῃς ὡς ὁ Δεσπότης σου· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Καὶ ὅρα αὐτοῦ τὴν φιλανθρωπίαν, πῶς τὰ μὲν τῶν δούλων ἐκδικεῖ, τὰ δὲ ἑαυτοῦ παρατρέχει. Ἐγένετό τίς ποτε προφήτης, καὶ βασιλέα ἀσεβοῦντα διήλεγχε, καὶ ἐλθών φησι· Θυσιαστήριον, θυσιαστήριον, ἄκουσον. Ἐπειδὴ γὰρ ὁ βασιλεὺς Ἱεροβοὰμ εἱστήκει τοῖς εἰδώλοις ἀναφέρων θυσίαν, ἐλθὼν ὁ προφήτης τῷ θυσιαστηρίῳ διαλέγεται. Τί ποιεῖς, ὦ προφῆτα; τὸν ἄνθρωπον ἀφῆκας, καὶ τῷ θυσιαστηρίῳ διαλέγῃ; Ναὶ, φησί. Διὰ τί; Ἐπειδὴ λίθου ἀναισθητότερος ὁ ἄνθρωπος ἐγένετο, ἐκεῖνον ἀφίημι, καὶ τούτῳ διαλέγομαι, ἵνα μάθῃς, ὅτι ὁ λίθος ἀκούει, καὶ ὁ ἄνθρωπος οὐκ ἀκούει. Ἄκουσον, θυσιαστήριον, ἄκουσον, καὶ εὐθέως ἐῤῥάγη τὸ θυσιαστήριον. Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ βασιλεὺς, πιάσαι τὸν προφήτην βουλόμενος, καὶ οὐκ ἠδύνατο συστεῖλαι αὐτήν. Ὁρᾷς ὅτι μᾶλλον τὸ θυσιαστήριον ἤκουσεν, ἢ ὁ βασιλεύς; ὁρᾷς ὅτι τὸν λογικὸν ἀφῆκε, καὶ τῷ ἀλόγῳ διαλέγεται, ἵνα διὰ τῆς τούτου ὑπακοῆς τὴν ἐκείνου ἀναισθησίαν καὶ κακίαν διορθώσηται; Ἐῤῥάγη τὸ θυσιαστήριον, καὶ ἡ κακία τοῦ βασιλέως οὐκ ἐῤῥάγη. Ἀλλ' ὅρα τὸ γεγενημένον· ἐξέτεινε τὴν χεῖρα ὁ βασιλεὺς λαβεῖν τὸ προφήτην, καὶ εὐθέως ἐξηράνθη ἡ χεὶρ αὐτοῦ. Ἐπειδὴ τῇ τιμωρίᾳ τοῦ θυσιαστηρίου οὐκ ἐγένετο βελτίων, τῇ οἰκείᾳ κολάσει παιδεύεται τοῦ Θεοῦ τὴν ὑπακοήν. Ἐγὼ μὲν γάρ σου φειδόμενος εἰς λίθον ἠθέλησα ἀφεῖναι τὴν ὀργήν· ἐπειδὴ δὲ οὐκ ἐγένετό σοι διδάσκαλος ὁ λίθος, λάμβανε σὺ τὴν τιμωρίαν. Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ, καὶ παραυτίκα ἐξηράνθη. Εἱστήκει λοιπὸν τὸ τρόπαιον τοῦ προφήτου, καὶ συστεῖλαι αὐτὴν ὁ βασιλεὺς οὐκ ἠδύνατο. Ποῦ τὸ διάδημα; ποῦ αἱ πορφυρίδες; ποῦ οἱ θώρακες; ποῦ αἱ ἀσπίδες; ποῦ τὸ στρατόπεδον; ποῦ τὰ δόρατα; Ὁ Θεὸς ἐκέλευσε, καὶ πάντα ἐκεῖνα ἀπώλετο· παρειστήκεισαν οἱ σατράπαι βοηθῆσαι μὲν οὐ δυνάμενοι, θεωροὶ δὲ τῆς πληγῆς γενόμενοι μόνον. Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ βασιλεὺς, καὶ ἐξηράνθη· ὅτε ἐγένετο ξηρὰ, τότε καρπὸν ἤνεγκε. Βλέπε μοι τὸ ὑπόδειγμα τὸ ἐπὶ τοῦ ξύλου τοῦ ἐν τῷ παραδείσῳ, καὶ τοῦ ξύλου τοῦ ἐν τῷ σταυρῷ. Ὥσπερ γὰρ τὸ ξύλον ἐκεῖνο χλωρὸν ὂν θάνατον ἔτεκε, τὸ δὲ ξύλον τοῦ σταυροῦ ξηρὸν ὂν ζωὴν ἐγέννησεν· οὕτω καὶ ἐπὶ τῆς χειρὸς τοῦ βασιλέως ἐγένετο, ὅτε χλωρὰ ἦν, τότε ἀσέβειαν ἔτεκεν, ὅτε ξηρὰ ἐγένετο, τότε τὴν ὑπακοὴν προσήγαγεν· ἴδε τοῦ Θεοῦ τὰ παράδοξα πράγματα. Ἀλλ' ὅπερ ἔλεγον, ὅτε αὐτὸς ἐῤῥαπίζετο, οὐδὲν κακὸν τῷ ῥαπίζοντι ἐποίει· ὅτε δὲ ὁ δοῦλος ἔμελλεν ὑβρίζεσθαι, τὸν βασιλέα ἐκόλασε, σὲ παιδεύων τὰ μὲν τοῦ Θεοῦ ἐκδικεῖν, τὰ δὲ οἰκεῖα παρατρέχειν. Ὥσπερ γὰρ τὰ ἐμὰ παρατρέχω, τὰ δὲ σὰ ἐκδικῶ· οὕτω καὶ σὺ τὰ ἐμὰ ἐκδίκει, τὰ δὲ σὰ παράτρεχε. Ἀλλὰ συντείνατέ μοι τὴν ἀκοὴν (ἔνθα γὰρ ἀγώνων καιρὸς, ἀκροατῶν χρεία συντεταμένην ἐχόντων τὴν ἀκοὴν), ἵνα εἰδῆτε μετὰ ἀκριβείας πῶς δεσμεύω, πῶς λύω τὰ τῶν ἀντιδίκων ἁμαρτήματα, πῶς παλαίω, πῶς ῥήσσω. Εἰ γὰρ οἱ ἐν τῷ θεάτρῳ καθήμενοι ἐπικύπτουσι δύο παλαιόντων, τὴν ὄψιν αὐτῶν καὶ τὴν ἡλικίαν ἐκτείνοντες, ἵνα ἴδωσι παλαίσματα αἰσχύνης γέμοντα, ἵνα ἴδωσι παλαίσματα, ἃ μιμήσασθαι αἰσχύνη, πολλῷ μᾶλλον ἡμᾶς προσέχειν δεῖ τῇ τῶν θείων Γραφῶν ἀκροάσει. Εἰ γὰρ ἐπαινεῖς τὸν ἀθλητὴν, διὰ τί οὐ γίνῃ ἀθλητής; εἰ δὲ αἰσχύνῃ γενέσθαι ἀθλητὴς, διὰ τί μιμῇ τούτων τὸν ἔπαινον; Ἀλλ' οὐκ ἔστιν ἐνταῦθα τοιαῦτα τὰ παλαίσματα, ἀλλὰ κοινὰ πᾶσι καὶ ὠφέλιμα καὶ τοῖς λέγουσι καὶ τοῖς ἀκούουσι. Παλαίω γὰρ μετὰ τοῦ αἱρετικοῦ, ἵνα καὶ ὑμᾶς ἀθλητὰς ἀπεργάσωμαι, ἵνα μὴ μόνον ψάλλοντες, ἀλλὰ καὶ διαλεγόμενοι τὴν γλῶτταν αὐτῶν ἀποῤῥάπτητε. Τί οὖν φησιν ὁ προφήτης; Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην. Πρόσχες· μὴ δοκεῖ ἔχειν ἀφορμὴν παλαισμάτων τὸ ῥηθέν; Ὅρα πῶς πλέκω τὸν στέφανον καὶ τῶν ἀγώνων τὴν ὑπόθεσιν. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην. Ἐνταῦθά μοι τὸν αἱρετικὸν κάλει· ἐάν τε παρῇ, ἐάν τε μὴ παρῇ. Ἐάν τε γὰρ παρῇ, παρὰ τῆς ἡμετέρας φωνῆς παιδευέσθω· ἐάν τε μὴ παρῇ, διὰ τῆς ὑμετέρας ἀκροάσεως μανθανέτω. Ἀλλ' ὅπερ εἶπον, οὐκ ἐλαύνω αὐτὸν παρόντα, ἀλλὰ δέχομαι αὐτὸν ἐλαυνόμενον, οὐ παρ' ἡμῶν, ἀλλ' ἀπὸ τοῦ οἰκείου συνειδότος, κατὰ τὸν λέγοντα, Φεύγει ὁ ἀσεβὴς μηδενὸς διώκοντος. Ἡ Ἐκκλησία μήτηρ ἐστὶ τῶν οἰκείων τέκνων, καὶ τούτους δεχομένη, καὶ τοῖς ξένοις τοὺς κόλπους ἐφαπλοῦσα. Κοινὸν θέατρον ἡ κιβωτὸς ἡ τοῦ Νῶε ἦν, ἀλλ' ἡ Ἐκκλησία καὶ ταύτης βελτίων. Ἐκείνη μὲν γὰρ ἐλάμβανεν ἄλογα, καὶ ἐφύλαττεν ἄλογα· αὕτη δὲ λαμβάνει ἄλογα, καὶ μεταβάλλει. Οἷόν τι λέγω· Ἐὰν εἰσέλθῃ ἐνταῦθα ἀλώπηξ αἱρετικὸς, ποιῶ τοῦτον πρόβατον· ἐὰν εἰσέλθῃ λύκος, ποιῶ αὐτὸν ἀρνίον τὸ ἐμὸν μέρος· ἐὰν δὲ μὴ βούληται, οὐδὲν παρ' ἐμὲ, ἀλλὰ παρὰ τὴν οἰκείαν ἀγνωμοσύνην· ἐπεὶ καὶ ὁ Χριστὸς δώδεκα εἶχε μαθητὰς, καὶ εἷς προδότης ἐγένετο, ἀλλ' οὐ παρὰ τὸν Χριστὸν, ἀλλὰ παρὰ τὴν διεφθαρμένην γνώμην ἐκείνου· ἐπεὶ καὶ ὁ Ἐλισσαῖος εἶχε μαθητὴν φιλάργυρον, ἀλλ' οὐ παρὰ τὴν ἀσθένειαν τοῦ διδασκάλου, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τοῦ μαθητοῦ. Ἐγὼ καταβάλλω τὰ σπέρματα ἐὰν γῆ λιπαρὰ ᾖς δεχομένη τὰ σπέρματα, καὶ τὸν στάχυν ἀποδίδως· ἐὰν δὲ ᾖς πέτρα ἄγονος, οὐδὲν παρ' ἐμέ· ἐάν τε ἀκούσῃς, ἐάν τε μὴ ἀκούσῃς, οὐ παύσομαί σοι ἐπᾴδων ᾠδὴν πνευματικὴν, καταντλῶν τὰ τραύματα, ἵνα μὴ ἀκούσω κατὰ τὴν ἡμέραν ἐκείνην· Πονηρὲ δοῦλε, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην.